487
Μυσίαν ἄχρι Θεσσαλονίκης, καὶ τὰ τῶν Ἄφρων πλοῖα τὰς Κυκλάδας οὐ μικρῶς ἐλυμήναντο. ὧν οὐδεμία φροντὶς ἦν τῷ Ἰωάννῃ, μόνην δ' ἔμμονον ἀσχολίαν εἶχεν ὅπως ἂν ὁ ∆αλασσηνὸς ἀσφαλῶς τηροῖτο καὶ μὴ τὰς αὐτοῦ λάθοι διαδρὰς πλεκτάνας. καὶ δῆτα μεταγαγὼν ἀπὸ τῆς νήσου Πλά της αὐτὸν πύργῳ καθείργνυσιν ἀσφαλεῖ, ἐπιστήσας αὐτῷ φρου ροὺς οὐκ ἀγεννεῖς. μεταστέλλεται δ' ἐξ Ἐδέσσης καὶ Γεώργιον πατρίκιον τὸν Μανιάκην, καὶ τοῦτον μὲν ἄρχειν ἐκπέμπει τῆς ἄνω Μηδίας καὶ τῆς Ἀσπρακανίας, ἐν Ἐδέσσῃ δὲ πέμπει Λέοντα τὸν Λεπενδρηνόν. ἕλκους δὲ διανεμομένου τὸ τοῦ ὀρφανοτρόφου στόμα καὶ πάσης ἰατρικῆς τέχνης ἀπειρηκυίας, ὄναρ αὐτῷ ἐπιστὰς ὁ μέγας ἐν θαύμασι Νικόλαος ἥκειν ἐν Μύροις τὴν ταχίστην ἐκέ λευεν ὡς ἐκεῖσε τευξόμενον θεραπείας. ὁ δὲ θᾶττον ἢ λόγος ἐκεῖσε φοιτήσας, καὶ μύροις καὶ ἄλλαις πολυτελείαις τὸν τοῦ μεγάλου θεῖον δεξιωσάμενος ναόν, καὶ τείχει περικλείσας ὀχυρωτάτῳ τὴν τῶν Μυρέων μητρόπολιν, θεραπείας τυχὼν ἐπάνεισιν ὑγιής. Νικήτα δὲ τοῦ στρατηγοῦντος ἐν Ἀντιοχείᾳ τῆς Συρίας κα ταστρέψαντος τὴν ζωήν, ἅτερος τῶν ἀδελφῶν ὁ Κωνσταντῖνος καθίσταται τούτου διάδοχος, καὶ Γεώργιος ὁ λοιπὸς πρωτοβε στιάριος γίνεται, τοῦ Συμεών, ὡς εἴπομεν, τὸ μοναδικὸν ἐνδυσα μένου σχῆμα. ἐλευθεροῖ δὲ καὶ τοὺς καθειργμένους Ἀντιοχεῖς 2.513 τῆς χρονίας καθείρξεως ὁ βασιλεύς, ἀναγαγὼν καὶ πρὸς τὸ τοῦ Καίσαρος περίοπτον ὕψος Μιχαὴλ τὸν τῆς ἑαυτοῦ ἀδελφῆς Μα ρίας υἱόν. ἀποκλαιόμενος δὲ καὶ τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἄχρι τέλους διετέλεσεν ἁμαρτάδα, τὸν θεὸν ἱλασκόμενος διὰ ἀγα θοεργιῶν καὶ τῶν εἰς τοὺς πένητας μεταδόσεων, μοναστήριά τε ἐκ καινῆς ἀνεγείρων καὶ μοναχοὺς ἐγκατοικίζων, καὶ ἄλλας πράξεις ἐπιτελῶν οὐ μεμπτάς. αὗται δ' ἂν ἦσαν ἀνύσιμοι, εἰ τήν τε βασιλείαν ἀπέρριψε δι' ἣν τὰ τοσαῦτα κακὰ καὶ τὴν μοιχαλίδα ἀπώσατο, καὶ καθ' ἑαυτὸν ἀπεκλαίετο τὴν ἁμαρτίαν. τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ' ἐκείνῃ τε συνὼν καὶ τῆς βασιλείας ὁλο σχερῶς ἀντεχόμενος κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δοκούσας εὐποιίας ἀποπληρῶν, εἶθ' ὑπολαμβάνων τυχεῖν συγχωρήσεως, ἀνόητον ἐλογίζετο τὸ θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὠνού μενον τὴν μετάνοιαν.
Τῷ δὲ #22φμγʹ ἔτει, ἰνδικτιῶνος γʹ, Μαΐῳ μηνί, Ἄφροι καὶ Σικελοὶ καταδραμόντες τὰς Κυκλάδας καὶ τὰ τοῦ Θρᾳκησίου πα ράλια τελευταῖον κατεπολεμήθησαν ὑπὸ τῶν ἐκεῖσε φυλαττόντων, καὶ πεντακόσιοι μὲν ζῶντες ὡς βασιλέα ἤχθησαν, οἱ δὲ λοιποὶ πάντες ἀνεσκολοπίσθησαν ἐν τῇ παραλίᾳ ἀπὸ Ἀτραμυτίου καὶ μέχρι Στροβίλου. πέμπει δὲ καὶ πρεσβευτὴν ἐς Σικελίαν Ἰωάννης Γεώργιον τὸν Προβατᾶν, περὶ εἰρήνης διαλεξόμενον τῷ ταύτης ἀμηρεύοντι· ὃς ἀπελθὼν καὶ δεξιῶς διαλεχθείς, εἰληφὼς τὸν τοῦ ἀμηρᾶ υἱὸν ἤγαγεν εἰς τὸν βασιλέα. κατὰ τοῦτον τὸν χρόνον 2.514 χάσματα γέγονεν ἐν Βουκελλαρίοις σεισμοῦ γεγονότος, καὶ κατε πόθησαν ὁλόκληρα χωρία πέντε. ἔνθα συνέβη καὶ Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου τοῦ βασιλέως εὐνοῦχον διατρίβοντα μικροῦ δεῖν κινδυνεῦσαι, διαφυγόντα δὲ παρ' ἐλπίδα τὸν κίνδυνον ἀποκαρῆναι μοναχὸν ἐν τῇ μονῇ τῶν Στουδίου. Ἀπολάφαρ δὲ Μουχούμετ ὁ Σικελίας ἄρχων, ὁμαιχμίαν μετὰ τοῦ βασιλέως θέμενος, ἐτιμήθη μάγιστρος. τοῦ δὲ ἀδελ φοῦ αὐτοῦ Ἀπόχαψ ἀντάραντος αὐτῷ κατισχυόμενος εἰς τὴν βα σιλέως βοήθειαν καταφεύγει. καὶ δὴ στέλλεται μετὰ δυνάμεως ἐν Λογγιβαρδίᾳ Γεώργιος πατρίκιος ὁ Μανιάκης στρατηγὸς αὐτο κράτωρ, σὺν αὐτῷ δὲ καὶ ἄρχων τοῦ στόλου Στέφανος ὁ πατρί κιος, ὁ ἐπ' ἀδελφῇ γαμβρὸς τοῦ βασιλέως. Σαρακηνῶν δὲ Ἄφρων καὶ Σικελῶν μετὰ σκαφῶν οὐκ ὀλίγων ἐπιδραμόντων τὰς νήσους καὶ τὴν παράλιον, ὁ Κιβυρραιωτῶν στρατηγὸς Κωνσταντῖνος ὁ Χαγὲ συμπλακεὶς αὐτοῖς μετὰ τοῦ ἐγχωρίου στόλου ἐτρέψατο κατὰ κράτος, καὶ πεντακοσίους μὲν αἰχμαλώτους πέμπει τῷ βασιλεῖ, τοὺς δὲ λοιποὺς κατεπόντισεν. ἀφορήτου δὲ παγετοῦ γενομένου καὶ τοῦ Ἴστρου κρυσταλλωθέντος οἱ