488
Πατζινάκαι περαιωθέντες οὐ μικρῶς τὴν Μυσίαν καὶ Θρᾴκην μέχρι Μακεδονίας ἐκάκωσαν. ἐπῆλθε δὲ πάλιν ἀκρὶς τοῖς Θρᾳκησίοις, καὶ κακῶς διέθετο τοὺς καρπούς. Τῷ #22φμδʹ ἔτει, ἰνδικτιῶνος ιδʹ, διὰ τοῦ ἔαρος τρεῖς εἰσβο λὰς ποιησάμενοι οἱ Πατζινάκαι κατὰ Ῥωμαίων ἄρδην τὰ παρα 2.515 τυχόντα ἠφάνισαν, ἡβηδὸν τοὺς ἁλισκομένους ἀναιροῦντες καὶ τιμωρίαις τοὺς αἰχμαλώτους ὑποβάλλοντες ἀνεκδιηγήτοις. εἷλον δὲ καὶ στρατηγοὺς πέντε ζωγρίας, Ἰωάννην τὸν ∆ερμοκαΐτην, Βάρδαν τὸν Πέτζην, Λέοντα τὸν Χαλκοτούβην, Κωνσταντῖνον τὸν Πτερωτὸν καὶ τὸν Στραβοτριχάρην Μιχαήλ. ἐτελεύτησαν δὲ καὶ οἱ τῶν Ῥὼς ἄρχοντες, Νοσισθλάβος καὶ Ἱεροσθλάβος, καὶ ἄρχειν προεκρίθη τῶν Ῥὼς συγγενὴς τῶν τελευτησάντων Ζινι σθλάβος. καὶ ἡ Σερβία Ῥωμαίων ἀφηνιάσασα μετὰ θάνατον Ῥωμανοῦ τοῦ βασιλέως αὖθις ἐσπείσατο. Ἄμερ δὲ τοῦ τῆς Αἰγύ πτου ἀμερμουμνῆ τελευτήσαντος, ἡ γυνὴ αὐτοῦ Χριστιανὴ οὖσα διαπρεσβεύεται ἅμα τῷ υἱῷ πρὸς βασιλέα περὶ εἰρήνης· ἧς ἀπο δεξάμενος τὴν προαίρεσιν ὁ βασιλεὺς σπονδὰς τριακοντούτεις ἔθετο μετ' αὐτῆς. ∆εκεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος ιεʹ, ἔτους #22φμεʹ, κατὰ τὴν ιηʹ τοῦ μηνός, περὶ τετάρτην ὥραν τῆς νυκτός, γεγόνασι σει σμοὶ τρεῖς, δύο μικροὶ καὶ εἷς μέγας. Γεωργίου δὲ πατρικίου τοῦ Μανιάκη ἐξ Ἐδέσσης, ὡς εἴπομεν, μετατεθέντος καὶ τοῦ Λε πενδρηνοῦ ἐν αὐτῇ ἄρχειν ταχθέντος, οἱ κατοικοῦντες τὴν Μεσο ποταμίαν Ἄραβες κοινοπραγίαν θέμενοι ἐπῆλθον τῇ Ἐδέσσῃ καὶ ἐπολιόρκουν τὴν πόλιν. καὶ μικροῦ δεῖν ἑάλω, εἰ μὴ Κωνσταν τῖνος ὁ τοῦ βασιλέως ἀδελφὸς βοήθειαν ἀποχρῶσαν ἐξ Ἀντιοχείας πεπομφὼς ταύτην παρ' ἐλπίδας ἐρρύσατο· ὃν ὁ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος δομέστικον προβάλλεται τῶν σχολῶν τῆς ἀνα 2.516 τολῆς. προχειρίζεται δὲ καὶ Νικομηδείας ἐπίσκοπος Ἀντώνιος ὁ Πάχης εὐνοῦχος, κατὰ γένος προσήκων τῷ βασιλεῖ, μηδὲν ἄξιον ἔχων ἐπισκόπου, ἀλλὰ βοῦν ἀφωνίας ἐπὶ τῇ γλώσσῃ φέρων. αὐ χμοῦ δὲ γενομένου ὡς ἐπὶ μῆνας ὅλους ἓξ μὴ καταρραγῆναι ὑετόν, λιτανείαν ἐποιήσαντο οἱ τοῦ βασιλέως ἀδελφοί, ὁ μὲν Ἰωάννης βαστάζων τὸ ἅγιον μανδύλιον, ὁ μέγας δομέστικος τὴν πρὸς Αὔ γαρον ἐπιστολὴν τοῦ Χριστοῦ καὶ ὁ πρωτοβεστιάριος τὰ ἅγια σπάργανα· καὶ πεζῇ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφί κοντο ἄχρι τοῦ ναοῦ τῆς ὑπεραγίας θεοτόκου τῶν Βλαχερνῶν. ἐποίησε δὲ καὶ ἑτέραν λιτὴν ὁ πατριάρχης σὺν τῷ κλήρῳ. οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζα παμμεγέθης καταρραγεῖσα συν έτριψε τὰ δένδρα καὶ τοὺς κεράμους τῆς πόλεως. σιτοδείας δὲ κατασχούσης τὴν πόλιν ἀποστείλας ὁ Ἰωάννης ἐξωνήσατο ἀπὸ Πε λοποννήσου καὶ Ἑλλάδος σίτου χιλιάδας ρʹ, καὶ δι' αὐτῶν τοὺς πολίτας παρεμυθήσατο. Ἐν δὲ Σικελίᾳ τῶν δύο ἀδελφῶν, ὡς εἴρηται, στασιαζόντων καὶ τοῦ Ἀπολάφαρ ὑπερισχύοντος, ἕτερος τῶν ἀδελφῶν τὸν τῆς Ἀφρικῆς ἄμερα Οὔμερ εἰς συνεργίαν καλεῖ· καὶ ὃς ὑπισχνεῖται συμμαχήσειν, εἰ κατάσχεσιν ἐν τῇ νήσῳ λάβῃ τινά. προθύμως δὲ τοῦ Σικελοῦ κατανεύσαντος εἰς τοῦτο ἀφικνεῖται, καὶ συμπλακεὶς τῷ Ἀπολάφαρ ἔτι δυνάμεως τῆς μετὰ τοῦ πατρικίου Γεωργίου ὑστερούσης τοῦ Μανιάκη τῆς εἰς συμμαχίαν τούτου πεμφθείσης, 2.517 τρέπεται τοῦτον κατὰ κράτος. ὁ δὲ πρὸς τὸν ἄρχοντα Λογγι βαρδίας καταφυγὼν Λέοντα τὸν Ὦπον ᾔτει βοήθειαν· καὶ ὃς ἣν εἶχε δύναμιν ἐκ τοῦ παρείκοντος συναθροίσας περαιοῦται εἰς Σι κελίαν, καὶ πολλάκις συμβαλὼν τῷ τῶν Ἄφρων ἀρχηγῷ καὶ ὑπερτερήσας ἀνέκοψε τοῦτον τῆς ἀσχέτου ὁρμῆς. εἶτα μαθὼν ὡς οἱ ἀδελφοὶ σπένδονται καὶ μέλλουσιν ἑνωθέντες ἐπιθέσθαι Ῥω μαίοις, διαπεραιοῦται πάλιν εἰς Ἰταλίαν, αἰχμαλώτων Ῥωμαίων ἀμφὶ τὰς ιεʹ χιλιάδας ἐν τοῖς πλοίοις συνεισελθόντων αὐτῷ καὶ ἀπελθόντων εἰς Ἰταλίαν καὶ αὖθις οἴκαδε διαπερασάντων. ἀδείας οὖν δραξάμενος ὁ Καρχηδόνιος ἐπέκειτο τῇ Σικελίᾳ καὶ κατὰ πολ λὴν ἄδειαν αὐτὴν ἐκεράϊζε. καὶ τὰ μὲν κατὰ Σικελίαν εἶχεν οὕτως. Ἐκτόπως δὲ τοῦ Ἰωάννου τοῦ θρόνου τοῦ Κωνσταντινου πόλεως ἐρῶντος, κοινοπραγήσαντες ὁ τῆς Κυζίκου ∆ημήτριος, Ἀντώνιος ὁ Νικομηδείας, ὁ τῆς Σίδης