489
καὶ Ἀγκύρας οἱ αὐτάδελφοι σὺν ἄλλοις μητροπολίταις ἐβουλεύσαντο τοῦ θρόνου καταγα γεῖν τὸν Ἀλέξιον καὶ ἀντ' αὐτοῦ τὸν Ἰωάννην τῷ θρόνῳ ἐγκαταστῆσαι. πρὸς οὓς Ἀλέξιος ὁ πατριάρχης μετὰ τοῦ λοιποῦ μέρους τῆς ἐκκλησίας μηνύματα ἐκπέμπει, δηλοῦντα "ἐπειδή, ὥς φατε, οὐ ψήφῳ ἀρχιερέων, ἀλλὰ προστάξει Βασιλείου τοῦ βασιλέως ἐπέβην τοῦ θρόνου ἀκανονίστως, καθαιρεθήτωσαν οὓς ἐχειροτό νησα μητροπολίτας ἐπὶ ἕνδεκα πρὸς τῷ ἡμίσει χρόνους τὴν ἐκκλη σίαν ἰθύνας, ἀναθεματισθήτωσαν δὲ καὶ οὓς ἔστεψα τρεῖς βασι 2.518 λεῖς, καὶ ἐξίσταμαι τῷ βουλομένῳ τοῦ θρόνου." ταύτην δεξά μενοι τὴν ἀγγελίαν οἱ περὶ τὸν ∆ημήτριον, καὶ αἰσχύνης καὶ δέους πλησθέντες (ἦσαν γὰρ οἱ πλείους ὑπ' αὐτοῦ χειροτονηθέντες), ἠσπάσαντο σιωπήν, καὶ λοιπὸν ὁ Ἰωάννης ἐπέσχε τὴν ἐπὶ τῇ κα τασχέσει τοῦ θρόνου ὄρεξιν.
Τῷ δὲ #22φμʹ ἔτει, ἰνδικτιῶνος ʹ, ἡμέρᾳ Νοεμβρίου βʹ, γέγονε σεισμὸς περὶ ὥραν ιʹ τῆς ἡμέρας, καὶ διετέλεσεν ἡ γῆ σειο μένη ἄχρις ὅλου τοῦ Ἰανουαρίου μηνός. γέγονε δὲ καὶ λιμὸς κατά τε Θρᾴκην καὶ Μακεδονίαν, Στρυμόνα καὶ Θεσσαλονίκην, καὶ μέχρι Θετταλίας. καταβοησάντων δὲ τῶν κληρικῶν Θεσσα λονίκης Θεοφάνους τοῦ μητροπολίτου ὡς ἀποκρατοῦντος τὰς συνή θεις σιτήσεις αὐτῶν, ὁ βασιλεὺς τῇ Θεσσαλονίκῃ ἐνδιατρίβων λό γοις παραινετικοῖς ἐκέχρητο πρὸς αὐτόν, καὶ παρῄνει μὴ ἀποστε ρεῖν τὸν τῆς ἐκκλησίας λαὸν τῶν ἀπὸ νόμου σιτηρεσίων. τοῦ δὲ τραχυνομένου καὶ μὴ ὑπείκοντος, ἔγνω δεῖν ὁ βασιλεὺς ἀπάτῃ περιελθεῖν αὐτὸν καὶ κολάσαι τὴν ἀπληστίαν αὐτοῦ. πέμπει οὖν τινὰ τῶν ὑπηρετούντων αὐτῷ, ἐξαιτῶν ἐκδανεῖσαί οἱ κεντηνάριον ἕν, μέχρις ἂν ἐκ Βυζαντίου χρυσίον διακομισθείη. ὁ δὲ ἐνωμό τως ἀπηρνήσατο μὴ ἔχειν πλὴν τριάκοντα λιτρῶν. καὶ τοῦτον μὲν ἐκποδὼν μεθίστησιν ὁ βασιλεύς, ἀποστείλας δὲ καὶ τὰ ταμιεῖα αὐτοῦ διερευνησάμενος εὗρε χρυσίου κεντηνάρια τριάκοντα καὶ τρία· ἐξ ὧν δίδωσι μὲν τοῖς κληρικοῖς τὰ ὀφειλόμενα ἀπὸ πρώτου ἔτους τῆς ἀρχιερωσύνης τοῦ Θεοφάνους ἕως τῆς ἐνεστώσης ὥρας, 2.519 τὰ δὲ λοιπὰ πένησι διανέμει, καὶ τὸν μητροπολίτην ἐξωθεῖ τῆς ἐκκλησίας καὶ ἔν τινι κτήματι περιορίζει. ἐφίστησι δὲ Προμηθέα τῇ μητροπόλει, παρ' οὗ καὶ οὗτος σιτηρέσια λαμβάνειν τετύπωτο καὶ καθ' ἑαυτὸν διάγειν. Παγκρατίου δὲ τοῦ ἐξουσιαστοῦ Ἀβασγίας σφοδρῶς ἐπι κειμένου τῷ κατεπάνω Ἰβηρίας τῷ Ἰασίτῃ, ὁ Ἰωάννης μετὰ τῶνταγμάτων τῆς ἕω πάντων τὸν δομέστικον Κωνσταντῖνον τῶν σχο λῶν, τὸν αὐτοῦ ἀδελφόν, ἐκπέμπει, καθυποσχόμενος συνεκπέμ ψαι τούτῳ καὶ τὸν ∆αλασσηνόν, ὡς ἂν ἔχῃ τοῦτον σύμβουλον καὶ παραστάτην ἐν τοῖς πολέμοις. τοῦτο δὲ οὐκ ἐποίησε, καὶ λοιπὸν ἄπρακτος ὁ δομέστικος ὑπενόστησε. Μέλλοντος δὲ τοῦ Ἰωάννου καθαρσίου μετασχεῖν φαρμά κου, γνοῦσα τοῦτο Ζωὴ ἡ βασιλὶς διά τινος τῶν οἰκειοτάτων αὐτῇ εὐνούχων τοῦ λεγομένου Σγουρίτζη δώροις ὑποφθείρει τὸν ἰατρὸν οὐκ ὀλίγοις, ὑποσχομένη ἐς βίου τε περιφάνειαν ἄξειν αὐτὸν καὶ πλούτου ὑπεροχήν, εἰ κεράσει τῷ φαρμάκῳ καὶ δηλητήριον. παι δαρίου δέ τινος τῶν ὑπηρετουμένων τῷ ἰατρῷ μηνύσαντος τὸ σκευώρημα τῷ Ἰωάννῃ, καὶ τῆς ἐπιβουλῆς ἐλεγχθείσης, ὁ μὲν ἰατρὸς εἰς Ἀντιόχειαν τὴν αὐτοῦ πατρίδα ἐξορίζεται, ὁ δὲ τὸ δη λητήριον συσκευασάμενος Κωνσταντῖνος πρωτοσπαθάριος ὁ Μου κουπέλης ἐξωθεῖται τῆς πόλεως, καὶ ἡ βασιλὶς ἐν ὑποψίαις ἔκειτο μείζοσιν. 2.520 Ἄρτι δὲ καὶ Γεωργίου πατρικίου τοῦ Μανιάκη τὴν Σικε λίαν καταλαβόντος, οἱ ταύτης ἄρχοντες καὶ αὐτάδελφοι σπεισά μενοι πρὸς ἀλλήλους ἔσπευδον ἀπελάσαι τοῦτον τῆς νήσου. διὸ καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο χιλιάδας πεντήκοντα· ἧς ἐλθούσης γίνεται συμβολὴ κραταιὰ κατὰ τὰ λεγόμενα Ῥή ματα, καὶ τρέπεται κατὰ κράτος τοὺς Καρχηδονίους ὁ Μανιάκης, τοσούτου γενομένου φόνου ὡς τὸν παραρρέοντα ποταμὸν πλημμυ ρῆσαι τῷ αἵματι. μετὰ δὲ ταῦτα εἷλε πόλεις Σικελικὰς ιγʹ, καὶ κατὰ μικρὸν προϊὼν πᾶσαν ἐχειρώσατο τὴν νῆσον. Τῷ δὲ #22φμʹ ἔτει, ἰνδικτιῶνος ʹ,