490
γέγονεν ἐπιβουλὴ κατὰ τῆς πόλεως Ἐδέσσης· καὶ μικροῦ δεῖν ἑάλω, εἰ μὴ θεὸς διεσώ σατο. στρατηγοῦντος γὰρ ἐν αὐτῇ τοῦ πρωτοσπαθαρίου Βαρα σβατζὲ τοῦ Ἴβηρος, ἄρχοντες τῶν Ἀράβων ιβʹ, ἱππεῖς ἔχοντες φʹ καὶ καμήλους φʹ, κιβώτια φερούσας χίλια ἔνδοθεν ἔχοντα δισχι λίους ὁπλίτας, τὴν Ἔδεσσαν κατειλήφασι, φάσκοντες ὡς βασιλέα ἀπιέναι δῶρα κομίζοντες. ἦν δὲ αὐτοῖς ἡ ὁρμὴ ἔνδον τῆς πόλεως εἰσαγαγεῖν τὰ κιβώτια καὶ νύκτωρ τοὺς ὁπλίτας ἐκβαλεῖν καὶ κατα σχεῖν τὴν πόλιν. ὁ δὲ στρατηγὸς τοὺς μὲν ἄρχοντας φιλοφρόνως ἐδέξατο καὶ εἱστία, τοὺς δὲ ἱππεῖς καὶ τὴν ἀποσκευὴν ἔξωθεν διαιτᾶσθαι ἐκέλευσε. πένης δέ τις Ἀρμένιος μεταιτῶν, ἔνθα ηὐλίζοντο οἱ Σαρακηνοὶ γενόμενος, ἤκουσέ τινος τῶν ἐν τοῖς κι βωτίοις (ᾔδει γὰρ καὶ τὴν τῶν Σαρακηνῶν διάλεκτον) διερωτῶν τός τινος ὅποι πάρεισι, καὶ δραμὼν ἀπήγγειλε τῷ στρατηγῷ. ὁ 2.521 δὲ τοὺς ἄρχοντας ἐσθίειν ἐάσας ἐξῆλθε μεθ' ὁπλιτῶν, καὶ διαρρή ξας τὰ κιβώτια καὶ τοὺς ὁπλίτας ἔνδον εὑρὼν ἅπαντας ἄρδην ἀπέσφαξε σὺν τοῖς ἱππεῦσι καὶ τοῖς καμηλοκόμοις· εἶτα πρὸς τὴν πόλιν ὑποστρέψας τοὺς μὲν ἕνδεκα τῶν ἀρχόντων ἀπέκτεινεν, ἕνα δὲ τὸν κρείττονα ἄγγελον τῶν γεγονότων ἐπ' οἴκου ἀπέστειλεν, ἀποτεμὼν χεῖρας αὐτῷ καὶ ὦτα καὶ ῥῖνα. Τῷ δὲ #22φμζʹ ἔτει, ἰνδικτιῶνος ζʹ, ἐπιτείνων τὸ πρὸς τὸν ∆αλασσηνὸν ἔχθος ὁ Ἰωάννης ὑπερορίζει καὶ Θεοφάνην πατρίκιον τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὸν ἕτερον ἀδελφὸν αὐτοῦ τὸν πατρίκιον Ῥωμανόν, καὶ Ἀδριανὸν τὸν ἀνεψιὸν αὐτοῦ καὶ τοὺς λοιποὺς τοὺς κατὰ γένος αὐτῷ ἐγγίζοντας· ἔσπευδε γὰρ ἄρδην ἀφανίσαι τὸ γένος αὐτοῦ. ποριμώτατος δὲ ὢν πρὸς ἣν ἄν τις εἴποι κακίαν, πᾶσαν ἐφεῦ ρεν ὁδὸν ἀδικίας, προσθεὶς ἐπέκεινα τῶν δημοσίων τελεσμάτων διδό ναι ἕκαστον τῶν χωρίων ὑπὲρ ἀερικοῦ κατὰ τὴν ποιότητα καὶ ἰσχὺν αὐτῶν, τῷ μὲν νομίσματα τέσσαρα τῷ δὲ ἓξ ἄχρι τῶν εἴκοσι, καὶ ἄλλους πόρους αἰσχροὺς τοῦ κερδαλέου χάριν, οὓς καὶ καταλέγειν αἰσχύνη. ὁ δὲ βασιλεὺς κατατεινόμενος ὑπὸ τοῦ δαίμονος καὶ μὴ εὑρίσκων ἐλευθερίαν, ἔπεμψεν ἐν πᾶσι τοῖς θέμασι καὶ ἐν ταῖς νήσοις τοῖς μὲν πρεσβυτέροις ἀνὰ νομίσματα δύο, τοῖς δὲ μονα χοῖς ἀνὰ νόμισμα ἕν. ἐβάπτιζε δὲ καὶ παῖδας ἀρτιγενεῖς, διδοὺς ἀνὰ νόμισμα ἓν καὶ μιλιαρίσια τέσσαρα. ἀλλ' οὐδὲν τούτων ὤνη σεν αὐτόν· μᾶλλον γὰρ ἐπετείνετο τὸ κακόν, συνεπιλαβομένης καὶ νόσου ὑδρωπικῆς. κατὰ τοῦτον τὸν χρόνον καὶ σεισμοὶ γεγόνασι 2.522 συνεχεῖς καὶ ὄμβρων ἐπίκλυσις σφοδρά. ἐπεκράτησε δὲ καὶ ἔν τισι τῶν θεμάτων τὸ τῆς κυνάγχης νόσημα, ὡς ἀδυνατεῖν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας. Φεβρουαρίου δὲ μηνὸς βʹ, ἰνδικτιῶνος ηʹ, ἔτους #22φμηʹ, γέγονε σεισμὸς φρικώδης, καὶ ἔπαθον μὲν καὶ ἄλλοι τόποι καὶ πόλεις, ἐγένετο δὲ ἡ Σμύρνα ἐλεεινὸν θέαμα, καταπεσόντων τῶν καλλίστων οἰκοδομημάτων αὐτῆς καὶ πολλοὺς τῶν οἰκητόρων ἀνα λωσάντων. Ἐν δὲ Σικελίᾳ ἀναλαβὼν πάλιν ἑαυτὸν ὁ Καρχηδόνιος, καὶ δύναμιν πολλῷ μείζονα τῆς προτέρας ἀθροίσας, ἔρχεται πρὸς Σικελίαν τὸν Μανιάκην ἐκεῖθεν ἐξωθήσων. καὶ στρατοπεδευσάμενος ἔν τινι πεδιάδι ὑπτίᾳ καὶ ἀναπεπταμένῃ (∆ραγῖναι ἡ πεδιὰς ἐκα λεῖτο) ἐκαιροσκόπει τὸν πόλεμον. τοῦτο δὲ μαθὼν ὁ Μανιάκης, ἄρας τὰς περὶ αὐτὸν δυνάμεις, ὑπαντιάζει, ἐπισκήψας πρότερον τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ, τοῦ στόλου, ὡς εἴπομεν, ἄρχοντι, ἀσφαλῶς τηρεῖν τὴν παράλιον, μή πως πολέ μου κροτηθέντος τραπεὶς ὁ Καρχηδόνιος λάθῃ διαδρὰς καὶ οἴκαδε παλινοστήσῃ. καὶ δὴ συμβαλὼν τρέπεται τοῦτον ἀνὰ κράτος. καὶ πίπτει μὲν τῶν Ἄφρων πλῆθος ὑπὲρ τὰς νʹ χιλιάδας, αὐτὸς δὲ ὁ τούτων ἄρχων διαδρὰς τὸν κίνδυνον ἔρχεται ἐν τῷ αἰγιαλῷ καὶ κελητίῳ ἐπιβὰς καὶ τὰς τοῦ Στεφάνου λαθὼν φυλακὰς ἀπέδρασε πρὸς τὴν ἰδίαν χώραν. ὅπερ μαθὼν ὁ Μανιάκης ἐν δεινῷ τε 2.523 ἐποιεῖτο, καὶ τὸν Στέφανον συμμίξαντα τούτῳ ὕβρεσί τε ἀτόποις κατέκλυσε καὶ τὸν σειρομάστην ἀνατείνας ἔπαισεν αὐτὸν κατὰ τῆς κεφαλῆς οὐκ ὀλίγας, ῥᾴθυμον ἀποκαλῶν καὶ ἄνανδρον καὶ τῶν τοῦ βασιλέως προδότην πραγμάτων. ὁ δὲ μὴ