492
ἆθλος Ἡράκλειος. καὶ διέκειντο πάντες ἄν θρωποι ὑπὸ τῆς βαρείας ταύτης τυραννίδος ἀγόμενοι ἐπὶ πολὺ θεοκλυτοῦντες καὶ ἀπαλλαγὴν ἐξαιτούμενοι. ἔσειε δὲ καὶ συνεχῶς ὁ θεός, καὶ δείματα καὶ φόβητρα κατεῖχε τὴν οἰκουμένην, ἐν οὐρανῷ κομητῶν ἐπιτολαί, ἐν ἀέρι ἄνεμοι καὶ ὄμβροι ῥαγδαῖοι, 2.526 ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι. ταῦτα δὲ προεμήνυον, οἶμαι, τὴν μέλλουσαν ὅσον οὐδέπω γενέσθαι καταστροφὴν τῶν τυράννων. Μαΐῳ δὲ μηνὶ τοῦ #22φμηʹ ἔτους, ἰνδικτιῶνος ηʹ, ἡ ἀδελφὴ τοῦ βασιλέως Μαρία, μήτηρ δὲ τοῦ Καίσαρος, ἄπεισιν ἐν Ἐφέσῳ εἰς προσκύνησιν τοῦ ἠγαπημένου. καὶ ἐν τῷ διιέναι πολλὰ τῶν παραλόγως πραττομένων μαθοῦσα, ὑποστρέψασα εἰς τὸ Βυζάν τιον ἀπήγγειλε πάντα τῷ ἀδελφῷ Ἰωάννῃ, καὶ παρεκάλει ἀναστο λήν τινα γενέσθαι τῆς πονηρίας· ὁ δὲ μετὰ γέλωτος αὐτὴν ἀπ επέμψατο, γυναικεῖα φρονεῖν εἰπών, καὶ ἀγνοεῖν ὅσων ἡ πολιτεία δεῖται Ῥωμαίων. ἐν Θεσσαλονίκῃ δέ, ὡς εἴπομεν, τῷ βασιλεῖ διατρίβοντι χρυσίου ὁ Ἰωάννης ἔπεμψε κεντηνάρια δέκα, ὑπὸ στροβίλων δὲ πνευμάτων ἁρπασθὲν τὸ πλοῖον τοῖς Ἰλλυρικοῖς προσερράγη αἰγιαλοῖς καὶ συνετρίβη· τὸ δὲ χρυσίον ἀφείλετο Στέ φανος ὁ καὶ Βοϊσθλάβος, ὁ τῶν Σέρβων ἄρχων, πρὸ μικροῦ τῆς πόλεως ἀποδρὰς καὶ τὸν τόπον τῶν Σέρβων κατεσχηκώς, Θεόφιλον ἐκεῖθεν τὸν Ἐρωτικὸν ἀπελάσας. ὁ δ' Ἰωάννης ὤνιον προτιθέμενος τὰς ἀρχάς, καὶ πᾶσι χαλινὸν ἐνδιδοὺς ἀδικίας, μυρίων συμφορῶν ἐνέπλησε τὴν οἰκουμένην, ἀδεῶς τῶν κριτῶν φορολο γούντων τοὺς ἐγχωρίους, καὶ μηδενὸς ἐπιστροφὴν ὅλως τιθεμένου τῶν γινομένων. Ὁ δὲ βασιλεὺς ἐν Θεσσαλονίκῃ μαθὼν τὴν τοῦ χρυσίου ἀπώλειαν, γράφει τῷ Στεφάνῳ ἐκπέμψαι πρὸς αὐτὸν τὸ ἴδιον καὶ μὴ θελῆσαι αὐθαίρετον ἀνελέσθαι πόλεμον. τοῦ δὲ μηδεμίαν ποιησαμένου ἐπιστροφήν, στρατὸν ὁ βασιλεὺς ἐκπέμπει κατ' αὐ 2.527 τοῦ, ἄρχοντα ἐκτομίαν Γεώργιον ἔχοντα τὸν Προβατᾶν. ὁ δὲ τὸν τόπον καταλαβών, καὶ δυσχωρίαις καὶ φάραγξι καὶ δυσβάτοις ἀπερισκέπτως ἐμπεσὼν τόποις, τό τε στράτευμα ὅλον ἀπώλεσε καὶ αὐτὸς δυσχερῶς διεσώθη. Τούτῳ τῷ ἔτει καὶ ἡ ἀποστασία γέγονε Βουλγαρίας τοῦτον τὸν τρόπον. Πέτρος τις Βούλγαρος, ∆ελεάνος τὴν προσηγορίαν, δοῦλος Βυζαντίου τινὸς ἀνδρὸς ἀποδρὰς ἐκ τῆς πόλεως ἐπλανᾶτο ἐν Βουλγαρίᾳ, καὶ κατήντησεν ἄχρι Μωράβου καὶ Βελεγράδων (φρούρια δὲ ταῦτα τῆς Παννονίας κατὰ τὴν περαίαν τοῦ Ἴστρου διακείμενα καὶ γειτονοῦντα τῷ κράλῃ Τουρκίας), καὶ υἱὸν ἑαυτὸν ἐφήμιζε Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σαμουήλ, καὶ τὸ γένος ἀνέσειε τῶν Βουλγάρων, πρὸ ὀλίγου τὸν τράχηλον ὑποβαλὸν τῇ δουλείᾳ καὶ λίαν ὀριγνώμενον ἐλευθερίας. διὸ καὶ πιστεύσαντες τοῖς παρ' αὐτοῦ λεγομένοις βασιλέα τε αὐτὸν ἀναγορεύουσι Βουλγαρίας, καὶ ἄραντες ἐκεῖθεν διά τε Ναϊσσοῦ καὶ τῶν Σκουπίων, τῆς μητροπό λεως Βουλγαρίας, ἵεντο ἀνακηρύττοντες καὶ ἀνευφημοῦντες τοῦ τον, καὶ πάντα τὸν παρευρεθέντα Ῥωμαῖον ἀνηλεῶς καὶ ἀπαν θρώπως ἀναιροῦντες. ὅπερ μαθὼν Βασίλειος ὁ Συναδηνός, στρατηγὸς ∆υρραχίου τυγχάνων, ἄρας τὰς ἐγχωρίους δυνάμεις ἔσπευδεν ἀπαντῆσαι τῷ ∆ελεάνῳ πρὶν ἢ ἐπὶ μέγα ἀρθῆναι τὸ κα κὸν καὶ πυρκαϊὰν ἀναφθῆναι. γενόμενος δὲ κατὰ τὴν λεγομένην ∆έβρην, καὶ προσκρούσας κατά τι μετά τινος τῶν ὑποστρατήγων Μιχαὴλ τοῦ ∆ερμοκαΐτου, διαβάλλεται ἐς βασιλέα ὡς μελετῶν 2.528 τυραννίδα. καὶ ὁ μὲν εὐθὺς παραλύεται τῆς ἀρχῆς καὶ ἐν Θεσσα λονίκῃ ἀχθεὶς ἐν φυλακῇ βάλλεται, στρατηγεῖν δ' ἀντ' αὐτοῦ προχειρίζεται ὁ ∆ερμοκαΐτης, ὃς ἀπείρως καὶ φαύλως διοικῶν τὴν ἀρχὴν ἐν βραχεῖ χρόνῳ τὰ πάντα ἀνέτρεψε. πλεονεκτούμενοι γὰρ οἱ ὑπ' αὐτὸν καὶ ἀδικούμενοι, καὶ τοὺς ἑαυτῶν ἵππους καὶ τὰ ἅρματα ἀφαιρούμενοι καὶ ἄλλο πᾶν ὅπερ ἦν αὐτοῖς ἄξιον λόγου, κατεξανίστανται τοῦ στρατηγοῦ. ἀλλ' ὁ μέν, ὡς ᾔσθετο ἐπι βουλευόμενος, νυκτὸς διαλαθὼν ἔφυγεν· οἱ δὲ τῷ ἐκ βασιλέως δέει βαλλόμενοι ἀποστασίαν τε μελετῶσι καί τινα τῶν συνόντων αὐτοῖς στρατιωτῶν, Τειχομηρὸν τοὔνομα, ἐπ' ἀνδρίᾳ καὶ συνέσει μεμαρτυρημένον, βασιλέα προχειρίζονται