493
Βουλγαρίας. καὶ λοι πὸν γεγόνασι δύο στάσεις Βουλγάρων, ἡ μὲν τὸν ∆ελεάνον ἀνευ φημοῦσα, θατέρα δὲ τὸν Τειχομηρόν. ἀλλ' ὁ ∆ελεάνος γράμ ματα φιλικὰ πρὸς τὸν Τειχομηρὸν γράψας καὶ ἐπὶ κοινοπραγίαν καλέσας ἔπεισεν ἐλθεῖν. ἐπεὶ δὲ ἡνώθη τὰ δύο συστήματα τῶν Βουλγάρων, συγκαλεσάμενος ἅπαντας ὁ ∆ελεάνος παρεκάλει, εἰ μὲν πεπληροφόρηνται ἀπὸ τοῦ Σαμουὴλ ἕλκειν αὐτὸν τὴν σειρὰν καὶ ὑπ' αὐτοῦ αἱροῦνται βασιλεύεσθαι, ἐκποδὼν ποιήσασθαι τὸν Τειχομηρόν, εἰ δ' ἀπότροπον αὐτοῖς τοῦτο, αὐτὸν μὲν ἀποσκευά σασθαι, ἄρχεσθαι δὲ ὑπὸ τοῦ Τειχομηροῦ· "δύο γάρ" φησιν "ἐριθακοὺς μία λόχμη οὐ τρέφει, οὔτε μία χώρα εὐοδωθήσεται ὑπὸ δύο κυβερνωμένη ἀρχηγῶν." ταῦτα δὲ εἰπόντος αὐτοῦ θόρυ βός τε ἤρθη πολύς, καὶ μόνον αὐτὸν βούλονται ἔχειν ἔφασαν αὐ τοκράτορα ἀρχηγόν. καὶ ἅμα τῇ βουλῇ λίθους ἄραντες λιθολευ 2.529 στοῦσι τὸν ἄθλιον Τειχομηρόν. καὶ ὁ μὲν ὡς ἐν ὀνείρῳ δόξας ἄρξαι σὺν τῇ ἀρχῇ καταστρέφει καὶ τὴν ζωήν, πᾶσα δὲ ἡ ἐξουσία μεθίσταται εἰς τὸν ∆ελεάνον. οὗτος δὲ τὰς δυνάμεις ἄρας ἁπά σας ἀπῄει πρὸς Θεσσαλονίκην κατὰ τοῦ βασιλέως. ὅπερ μαθὼν ἐκεῖνος ἀσυντάκτως ᾤχετο εἰς τὸ Βυζάντιον, καταλιπὼν πᾶσαν τὴν ἀποσκευὴν καὶ τὴν σκηνὴν καὶ ὅσον χρυσίον ἦν καὶ ἄργυρος καὶ ὑφάσματα, ἅπερ Μανουὴλ ὁ Ἰβάτζης, ᾠκειωμένος ὢν τῷ βασιλεῖ, προσταχθεὶς ἀφελέσθαι καὶ ἐπακολουθεῖν, ἀναλαβόμενος προσε χώρησε τῷ ∆ελεάνῳ μετὰ καί τινος Κοιτωνίτου, ἑνὸς τῶν θαλα μηπόλων εὐνούχων. Γέγονε δὲ καὶ αὐχμὸς κατὰ τοῦτον τὸν χρόνον, ὡς σχεδὸν ἀποξηρανθῆναι τὰς ἀφθόνους πηγὰς καὶ τοὺς ἀεννάους ποταμούς. ἐγένετο δὲ καὶ ἐμπρησμὸς ἐν τῇ Ἐξαρτήσει, κατὰ τὴν ʹ τοῦ Αὐ γούστου μηνός, καὶ ἐνεπρήσθησαν αἱ ἐκεῖσε ἱστάμεναι πᾶσαι τριήρεις μετὰ τῆς ἑαυτῶν παρασκευῆς. Ὁ δὲ ∆ελεάνος ἀποσκευασάμενος, ὡς εἴπομεν, τὸν Τειχό μηρον καὶ πάντων τῶν πραγμάτων κύριος καταστὰς γενναίως ἐξη γεῖτο τῶν ἔργων. καὶ πρότερον μὲν ἀποστείλας πλῆθος στρατηγὸν ἔχον τὸν λεγόμενον Καυκάνον εἷλε τὸ ∆υρράχιον. ἀπέστειλε δὲ καὶ στρατιὰν ἑτέραν ἐν Ἑλλάδι, στρατηγουμένην ὑπ' Ἀνθίμου· ᾗ τινὶ ὑπαντιάσας ὁ Ἀλλακασσεὺς καὶ συμμίξας ἐν Θήβαις τρέπε ται, καὶ ἀναιρεῖται πλῆθος τῶν Θηβαίων πολύ. τότε δὴ καὶ τὸ θέμα τῶν Νικοπολιτῶν, πλὴν Ναυπάκτου, προσερρύη Βουλγά ροις δι' αἰτίαν τὴν ῥηθήσεσθαι μέλλουσαν. Βυζάντιος γάρ τις ἄνθρωπος Ἰωάννης τοὔνομα, Κουτζομύτης τὴν ἐπωνυμίαν, πρά 2.530 κτωρ τῶν ἐκεῖσε δημοσίων φόρων πεμφθεὶς καὶ βαρέως προσενη νεγμένος τοῖς ἐγχωρίοις ἑαυτῷ τε ὄλεθρον προεξένησε καὶ ἀποστά σεως αἴτιος γέγονε τοῖς Νικοπολίταις· μὴ φέροντες γὰρ τὴν αὐτοῦ πλεονεξίαν ἀποστατοῦσι, καὶ αὐτὸν μὲν εἰς μέρη καὶ μέλη κατέτε μον, αὐτοὶ δὲ τὸν βασιλέα δυσφημήσαντες Ῥωμαίων τοῖς Βουλ γάροις προσέθεντο. οὐ τοσοῦτον δὲ διὰ τὸ πρὸς τὸν ∆ελεάνον φίλτρον ἀφηνίασαν καὶ τὸν Ῥωμαϊκὸν ζυγὸν ἀπέρριψαν ὅσον διὰ τὴν τοῦ ὀρφανοτρόφου ἀπληστίαν καὶ πρὸς τὰς εἰσπράξεις ὑπερ βολήν.
Βασιλείου γὰρ τοῦ βασιλέως, ὁπηνίκα Βουλγάρους ἐχειρώσατο, μὴ νεοχμῶσαι θελήσαντος ὅλως μηδὲ τὰ πράγματα με τακινῆσαι, ἀλλ' ἐπὶ τῆς αὐτῆς μένειν καταστάσεως καὶ οὕτω διεξ άγεσθαι καθώς που ὁ Σαμουὴλ διωρίσατο, καὶ διδόναι τὸν ζεῦ γος βοῶν ἔχοντα Βούλγαρον εἰς τὸ κοινὸν σίτου μόδιον ἕνα καὶ κέγχρου τοσοῦτον καὶ οἴνου στάμνον ἕνα, ὁ ὀρφανοτρόφος ἀντὶ τῶν εἰδῶν νομίσματα δίδοσθαι διωρίσατο. ὅπερ μὴ εὐφόρως οἱ ἐγχώριοι φέροντες, εὑρόντες δὲ καὶ καιρὸν εὔκαιρον τὴν τοῦ ∆ε λεάνου ἐπιφάνειαν, τὴν Ῥωμαϊκὴν ἀπεσείσαντο ἡγεμονίαν καὶ πρὸς τὸ ἀρχαῖον ἐπανέδραμον ἔθος. Ἐγένετο δὲ κατὰ τοῦτον τὸν καιρὸν μελέτη τυραννίδος κατὰ τοῦ βασιλέως, ἔξαρχον ἔχουσα Μιχαὴλ τὸν λεγόμενον Κηρουλά ριον καὶ Ἰωάννην τὸν Μακρεμβολίτην καὶ ἄλλους οὐκ ὀλίγους τῶν πολιτῶν, οἳ καὶ δημευθέντες ἐξωρίσθησαν. καὶ ἑτέρα δέ τις ἐπι σύστασις γέγονε κατὰ Κωνσταντίνου τοῦ μεγάλου δομεστίκου ἐν 2.531 Μεσανάκτοις· ἧς μηνυθείσης