494
αὐτῷ Μιχαὴλ μὲν ὁ Γαβρᾶς καὶ Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοὶ τῶν ταγματικῶν ἀρχόν των ἐκπηροῦνται τοὺς ὀφθαλμούς, Γρηγόριον δὲ πατρίκιον τὸν Ταρωνίτην ἔξαρχον, ὡς ἐλέγετο, καὶ πρωτουργὸν τῆς συστάσεως ὄντα ὠμῇ βύρσῃ βοὸς διὰ παντὸς τοῦ σώματος καλύψας ὁ Κων σταντῖνος, καὶ μόνης τῆς ἀναπνοῆς ἔξοδον ἀφεὶς καὶ τῆς ὄψεως, πρὸς τὸν ὀρφανοτρόφον ἀπέστειλε. Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος θʹ τοῦ #22φμθʹ ἔτους, Ἀλουσιάνος πατρίκιος καὶ στρατηγὸς Θεοδοσιουπόλεως, ὁ τοῦ Ἀαρὼν δεύτερος υἱός, ἄφνω τῆς πόλεως ἀποδρὰς τῷ ∆ελεάνῳ προσέρχεται ἐξ αἰτίας τοιαύτης. ἐν Θεοδοσιουπόλει καὶ γὰρ στρα τηγῶν οὗτος καὶ ὡς ἄδικος κατηγορηθείς, πρὶν ἢ ἐξετάσει δοθῆ ναι τὰ κατ' αὐτοῦ λεγόμενα, ἀπῃτήθη παρὰ τοῦ Ἰωάννου χρυ σίου λίτρας νʹ, προσαφῃρέθη δὲ καὶ γυναικεῖον χωρίον, ὅπερ εἶχεν ἐν τῷ Χαρσιανῷ κάλλιστον. δεηθεὶς δὲ περὶ τούτου τοῦ βασιλέως πολλὰ καὶ μὴ τυχὼν ἐπιστροφῆς, πάντοθεν ἀπογνούς, στολὴν λαβὼν Ἀρμενίων καὶ ὡς τάχα θεράπων τοῦ Θεοδωροκάνου Βασι λείου ἐς τὸν βασιλέα ἐς Θεσσαλονίκην ἀπιών, λαθὼν ἅπαντας ἔφυγε καὶ ἐν Ὀστροβῷ διασώζεται, ἐκεῖσε πανσυδὶ τοῦ ∆ελεάνου ἐστρατοπεδευμένου τυγχάνοντος. τοῦτον περιχαρῶς δεξάμενος ὁ ∆ελεάνος (ἐδεδοίκει γὰρ μή πως προστεθῶσιν αὐτῷ μᾶλλον οἱ Βούλγαροι ὡς εἰς βασιλικὸν αἷμα τὴν ἀναφορὰν ἔχοντι) καὶ κοι νωνὸν ὡς ἐδόκει τῆς βασιλείας παρειληφώς, στρατιὰν αὐτῷ δίδωσι χιλιάδας τεσσαράκοντα, ἀπελθεῖν κελεύσας καὶ ἐκπολιορκῆσαι 2.532 Θεσσαλονίκην· ἦρχε δὲ τότε τῆς πόλεως Θεσσαλονίκης ὁ τοῦ βα σιλέως ἀνεψιὸς Κωνσταντῖνος πατρίκιος. ὃς ἀπελθὼν καὶ τάφρον περιβαλόμενος ἐπιμελῶς εἴχετο τῆς πολιορκίας. ἐπὶ ἓξ δὲ ἡμέρας ἀποπειρασάμενος τῆς πόλεως ἑλεπόλεσι καὶ μηχαναῖς καὶ πάντοθεν ἀποκρουσθεὶς καὶ τοῖς πᾶσιν ἀπειρηκὼς διὰ προσεδρείας ἐδόκει ἀνύσαι τὸ σπουδαζόμενον. μιᾷ δὲ τῶν ἡμερῶν τῷ τάφῳ τοῦ με γάλου μάρτυρος ∆ημητρίου προσελθόντες οἱ ἐπιχώριοι, καὶ πάν νυχον ἐπιτελέσαντες δέησιν καὶ τῷ μύρῳ τῷ ἐκ τοῦ θείου τάφου βλύζοντι χρησάμενοι, ὡς ἐκ μιᾶς ὁρμῆς ἀναπετάσαντες τὰς πύλας ἐξέρχονται κατὰ τῶν Βουλγάρων. συνῆν δὲ τοῖς Θεσσαλονικεῦσι τὸ τάγμα τῶν μεγαθύμων. ἐξελθόντες δὲ καὶ τῷ ἀπροσδοκήτῳ καταπληξάμενοι τρέπουσι τοὺς Βουλγάρους μηδ' ὅλως πρὸς ἄμυ ναν ἢ ἀλκὴν στῆναι βουληθέντας, τοῦ μάρτυρος προηγησαμένου τῆς Ῥωμαϊκῆς στρατιᾶς καὶ τὴν πορείαν προομαλίζοντος, καθὼς ἐνωμότως διεβεβαίουν οἱ αἰχμαλωτισθέντες Βούλγαροι, λέγοντες νεανίαν ἔφιππον ὁρᾶν προηγούμενον τῆς Ῥωμαϊκῆς φάλαγγος, ἐξ οὗ πῦρ ἐξαλλόμενον ἐπυρπόλει τοὺς ἐναντίους. ἔπεσον οὖν πλείω τῶν ιεʹ χιλιάδων, δοριάλωτοι δὲ ἐλήφθησαν οὐκ ἐλάττους τούτων. οἱ δὲ λοιποὶ αἰσχίστως σὺν τῷ Ἀλουσιάνῳ εἰς τὸν ∆ελεάνον δια σώζονται. Τούτῳ τῷ ἔτει, ἐπινεμήσει θʹ, Ἰουνίου ιʹ, περὶ ὥραν τῆς ἡμέρας κβʹ γέγονε σεισμός. Μετὰ δὲ τὴν τροπὴν ἑνωθέντες ὅ τε ∆ελεάνος καὶ ὁ Ἀλου σιάνος ὑπενοοῦντο ἀλλήλους, ὁ μὲν διὰ τὴν ἧτταν αἰσχυνόμενος, 2.533 ὁ δὲ προδοσίαν ὑποπτεύων, καὶ ἐπεβούλευον ἀλλήλοις καιροφυλα κοῦντες. σκευασάμενος οὖν ὁ Ἀλουσιάνος μετά τινων οἰκείων αὐτοῦ καὶ ἄριστον ποιήσας καὶ εἰς εὐωχίαν καλέσας τὸν ∆ελεάνον, κραιπαλοῦντα καὶ μεθύοντα κατασχὼν ἀπετύφλωσεν, ὡς μηδ' αἴσθησιν ὅλως τοῖς Βουλγάροις δοθῆναι τοῦ γεγονότος· καὶ φυγὼν ἔρχεται ἐν Μοσυνοπόλει πρὸς τὸν βασιλέα. καὶ τοῦτον μὲν ὁ βα σιλεὺς εἰς τὸ Βυζάντιον πρὸς τὸν ὀρφανοτρόφον ἐκπέμπει, ἐς τὸ τῶν μαγίστρων ὕψος ἀναβιβάσας, αὐτὸς δὲ ἄρας ἐκ Μοσυνοπό λεως ἄπεισιν ἐν Θεσσαλονίκῃ. ἐκεῖθεν δὲ διαβὰς εἴσεισιν ἐν Βουλ γαρίᾳ, καὶ τὸν ∆ελεάνον κατασχὼν ἔπεμψεν ἐν Θεσσαλονίκῃ, αὐ τὸς δὲ πρὸς τὰ ἐνδότερα γενόμενος-ἔτι γὰρ Μανουὴλ ὁ Ἰβά τζης δέμα ξύλινον κατασκευάσας κατὰ τὸν Πρίλαπον ᾤετο ἀπεῖρ ξαι προσωτέρω χωρεῖν τὴν βασιλικὴν στρατιὰν καὶ τὰ ἔνδον κατέ χειν· ἀλλ' ὁ βασιλεὺς ἐκεῖσε γενόμενος λόγου θᾶττον τό τε ξύλινον τεῖχος διέρρηξε καὶ τὸ σύστημα τῶν