495
Βουλγάρων ἐσκέδασε καὶ τὸν Ἰβάτζην κατέσχε. καὶ καταστησάμενος πάντα τὰ ἐν Βουλγαρίᾳ, καὶ στρατηγοὺς ἐν τοῖς θέμασι τάξας, εἴσεισιν ἐν τῇ βασιλίδι, ἐπαγόμενος μεθ' ἑαυτοῦ τόν τε ∆ελεάνον καὶ τὸν Ἰβάτζην. τῇ δὲ κατεχούσῃ τοῦτον νόσῳ ἐντρυχωθείς, καὶ πάντοθεν τῆς οἰκείας ἀπογνοὺς σωτηρίας, ἀποκείρεται μοναχὸς παρὰ τοῦ μοναχοῦ Κοσμᾶ τοῦ Τζιντζουλούκη, ὃς διὰ παντὸς συνῆν αὐτῷ καὶ ἐνου θέτει τὰ δέοντα. ∆εκεμβρίου δὲ δεκάτῃ τοῦ φνʹ ἔτους, ἰνδι κτιῶνος ιʹ, θνήσκει ἐν μετανοίᾳ καὶ ἐξομολογήσει, τὴν εἰς τὸν 2.534 βασιλέα Ῥωμανὸν ἁμαρτάδα ἀποκλαιόμενος, βασιλεύσας ἐπὶ ἔτη ζʹ καὶ μῆνας ηʹ, ἀνὴρ τἆλλα μὲν ἐπιεικὴς καὶ χρηστὸς καὶ εὐλα βῶς δόξας βιοῦν, πλὴν τοῦ εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτήμα τος. ἀλλὰ καὶ τοῦτο οἱ πολλοὶ τῷ ὀρφανοτρόφῳ προσάπτουσι. Τοιούτῳ δὲ τέλει χρησαμένου τοῦ Μιχαὴλ τὸ πᾶν κράτος περιέστη ὡς εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν. τοιγαροῦν καὶ νεανικώτερον ἥπτετο τῶν πραγμάτων, συνεργοὺς ἔχουσα καὶ συλ λήπτορας τοὺς τοῦ πατρὸς εὐνούχους, οὓς ἄνωθεν ὁ λόγος πολ λάκις ἀπηριθμήσατο. πλὴν οὐ παρέμεινεν ἐπὶ τοῦ αὐτοῦ φρο νήματος, ἀλλ' ἀποβλέψασα πρὸς τὸν ὄγκον τῆς βασιλείας, καὶ διαγνοῦσα ὡς οὐκ ἄν ποτε καθ' ἑαυτὴν αὐτὴ δυνηθείη ὀρθῶς τὰ κοινὰ διεξάγειν, καὶ ἀλυσιτελὲς νομίσασα τὸ ἀβασίλευτον καὶ ἄναρχον τὴν τηλικαύτην εἶναι ἀρχήν, καὶ δέον εἶναι κρίνασα προχειρίσασθαι βασιλέα τὸν δυνάμενον ἀντιλαμβάνεσθαι τῶν πραγμάτων ἐν ταῖς συμβαινούσαις περιστάσεσι, καὶ ἐπὶ τρεῖς ὅλας ἡμέρας περὶ τούτου διασκοπήσασα, τὸν τοῦ βασιλέως ἀνε ψιὸν καὶ ὁμώνυμον, τὸν υἱὸν τοῦ Στεφάνου τοῦ ἐν Σικελίᾳ τὰ πράγματα διαφθείραντος, Καίσαρα ὄντα καὶ δραστήριον δοκοῦντα καὶ περὶ τὰ πράγματα δεξιόν, ὅρκοις πρότερον φρικωδεστάτοις καταλαβοῦσα ὡς κυρίαν αὐτὴν ἕξει διὰ βίου καὶ δέσποιναν καὶ μητέρα, πράττουσαν ἅττα δὴ καὶ κελεύει ποιεῖν, εἰσποιητὸν προσ λαμβάνει υἱὸν καὶ βασιλέα Ῥωμαίων ἀναγορεύει, τῷ βασιλικῷ 2.535 ταινιώσασα διαδήματι, πρότερον ἐκποδὼν ποιησαμένη τὸν ὀρφα νοτρόφον καὶ ἐς τὸ μοναστήριον τῶν Μονοβατῶν ἐξορίσασα, πα ραπλησίως καὶ Κωνσταντῖνον τὸν δομέστικον τῶν σχολῶν τῆς ἀρ χῆς παραλύσασα καὶ ἐν τοῖς τοῦ Ὀψικίου κτήμασιν αὐτοῦ τῆς ἁψῖδος τοῦτον περιορίσασα, ὡσαύτως καὶ Γεώργιον τὸν πρωτο βεστιάριον ἐν τοῖς κατὰ Παφλαγονίαν αὐτοῦ κτήμασι στείλασα. κατ' αὐτὴν δὲ τὴν ὥραν καθ' ἣν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μι χαήλ, σκοτώσει καὶ ἰλίγγῳ ληφθεὶς ἐγγὺς ἦλθε τοῦ πεσεῖν. μόλις δ' οὖν ἀνεκαλέσαντο τοῦτον μύροις καὶ ἀρώμασι καὶ λοιποῖς ἄλ λοις εὐώδεσιν εἴδεσιν. ἐκλονεῖτο δὲ καὶ ἡ γῆ παρ' ὅλους τοὺς τέσσαρας μῆνας τῆς βασιλείας αὐτοῦ. τέως δὲ στεφθεὶς παρὰ τοῦ πατριάρχου καὶ βασιλεὺς καταστὰς τιμαῖς καὶ ἀξιώμασι τὴν σύγ κλητον καὶ δωρεῶν διανομαῖς τὸ κοινὸν ἀνελάμβανεν. ἐντεύξει δὲ τῇ πρὸς τὴν δέσποιναν καὶ Κωνσταντῖνον τὸν δομέστικον μετακα λεσάμενος τῆς ὑπερορίας καὶ νοβελίσσιμον τιμήσας εἶχε μεθ' ἑαυ τοῦ. δόξας δὲ ἐν βεβαίῳ ἑστάναι αἰφνίδιον ἔπεσε. γράμμασι γὰρ τοῦ ὀρφανοτρόφου καὶ συμβουλίαις τοῦ δομεστίκου διαφθα ρείς, λεγόντων μὴ πολλάκις πιστεύειν τῇ δεσποίνῃ ἀλλὰ φυλάτ τεσθαι ταύτην, ἵνα μὴ παραπλήσια πάθῃ τῷ τε θείῳ αὐτοῦ καὶ βασιλεῖ Μιχαὴλ καὶ τῷ πρὸ αὐτοῦ Ῥωμανῷ, γοητείαις, ὡς ἔφα σκον, κατεργασθέντι, καὶ συμβουλευόντων, εἰ οἷόν τε, ἐκποδὼν θέσθαι αὐτὴν καὶ σπεῦσαι μὴ προληφθῆναι, καὶ συνεχεῖς τὰς 2.536 προσβολὰς περὶ τοῦ αὐτοῦ ποιούμενοι πράγματος ἀναπεῖσαι ἴσχυ σαν ἐπιβουλὴν κατ' αὐτῆς μελετῆσαι. ἔδοξεν οὖν ἀποπειραθῆ ναι τῶν πολιτῶν πρότερον, οἵαν ἔχουσι περὶ αὐτοῦ γνώμην, καὶ εἰ μὲν χρηστὴν διάθεσιν φανῶσι φυλάττοντες εἰς αὐτὸν καὶ φιλίαν ὀρθήν, τότε δὴ καὶ ἐγχειρῆσαι τῇ μελέτῃ, εἰ δὲ τοὐναντίον, ἡσυ χίαν ἄγειν.
Τῇ κυριακῇ οὖν τῇ μετὰ τὸ ἅγιον πάσχα προέλευσιν δημοσίαν κηρύξας ἐν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ, καὶ δι' αὐ τῆς ἀποπειραθῆναι κρίνας τῆς γνώμης τῶν