496
πολιτῶν, ἀπῆλθεν ἐστεφανωμένος μετὰ τῆς συγκλήτου, πάσης τῆς πόλεως ἀθροι σθείσης εἰς τὴν θέαν, σκεύη χρύσεα καὶ ἀργύρεα τῶν τὴν λεω φόρον κατοικούντων ἀποκρεμαννύντων καὶ πέπλους καὶ ἄλλα ὑφά σματα χρυσοϋφῆ, κἀν ταῖς εὐφημίαις προτεθυμημένων καὶ αὐτάς, εἰ οἷόν τε, ἐκκενῶσαι τὰς ψυχάς. οἷς δελεασθεὶς ὁ δείλαιος τῷ ἐξ εὐνοίας ὑπολαβεῖν ταῦτα γίνεσθαι, ὑποστρέψας ἐν τῷ μεγάλῳ παλατίῳ τῷ μὲν πατριάρχῃ μηνύει ἀπελθεῖν εἰς τὴν ἐν τῷ Στενῷ μονὴν αὐτοῦ καὶ προσδέχεσθαι αὐτὸν τῇ ἐπαύριον, δοὺς αὐτῷ καὶ χρυσίου λίτρας τέσσαρας διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τάχα ὑποδοχήν· νυκτὸς δὲ τὴν βασιλίδα κατασπᾷ τοῦ θρόνου καὶ περιορίζει εἰς Πρίγκιπον, ἀποκεῖραι τοῖς ἄγουσι κελεύσας αὐτὴν καὶ διακομίσαι τούτῳ τὰς τρίχας αὐτῆς. καὶ οἱ μὲν πεμφθέντες ἐποίησαν ὡς ἐκελεύσθησαν, ἕωθεν δ' οὗτος ἀναφορὰν γράψας καὶ τῷ τῆς πόλεως ἐπάρχῳ δοὺς ἀναγνῶναι ἐν τῷ τοῦ μεγάλου Κωνσταντίνου φόρῳ τοῖς πολίταις ἐκέλευσεν· ἐδήλου δὲ ἡ ἀνα 2.537 φορὰ ὅτιπερ κακόνους ἡ Ζωὴ περὶ τὴν βασιλείαν μου φανεῖσα ἐξώρισται παρ' ἐμοῦ, συμφρονῶν δὲ ταύτῃ καὶ ὁ Ἀλέξιος ἐξε βλήθη τῆς ἐκκλησίας. ὑμεῖς δὲ ὁ ἐμὸς λαός, εἰ τὴν ἐμὴν εὔ νοιαν διατηροίητε πρὸς ἐμέ, μεγάλων τιμῶν καὶ ἀγαθῶν τεύξεσθε καὶ ζωὴν ἄλυπον καὶ καθαρὰν ζήσεσθε. ἀναγνόντος οὖν τοῦ ἐπάρχου τὴν ἀναφορὰν εἰς ἐπήκοον τοῦ λαοῦ, φωνή τις ἐξηκού σθη, μηδενὸς εὑρεθέντος τοῦ κεκραγότος, ὡς ἡμεῖς σταυροπά την καλαφάτην βασιλέα οὐ θέλομεν, ἀλλὰ τὴν ἀρχέγονον καὶ κληρονόμον καὶ ἡμετέραν μητέρα Ζωήν. καὶ εὐθὺς ὡς ἐκ μιᾶς φωνῆς ἅπας ὁ λαὸς ἐβόων "ἀνασκαφείη τὰ ὀστᾶ τοῦ καλαφάτου." καὶ ἀναλαβόντες ἕκαστος λίθους καὶ βάθρα καὶ τὰ παρατυχόντα ξύλα τὸν μὲν ἔπαρχον (ἦν δὲ Ἀναστάσιος πατρίκιος ὁ τῷ πατρὶ τῆς Ζωῆς ὑπηρετησάμενος) μικροῦ δεῖν καὶ ἀπέκτειναν, εἰ μὴ φυγῇ χρησάμενος ἐπορίσατο τὴν ἑαυτοῦ σωτηρίαν· αὐτοὶ δὲ εἰς τὴν μεγάλην δραμόντες ἐκκλησίαν-ἔτυχε γὰρ καὶ ὁ πατριάρχης τὴν αὐτοῦ ὑποστροφὴν ὠνησάμενος, καὶ τὸν μὲν βασιλέα ἐδυσφή μει, τὴν δὲ τῆς βασιλίσσης ἐζήτει ἀνακομιδήν· προσέδραμον τοί νυν πάντες οἱ τοῦ πατρὸς αὐτῆς εὐνοῦχοι καὶ Κωνσταντῖνος πα τρίκιος ὁ Καβάσιλας καὶ τὸ λοιπὸν ἅπαν πλῆθος τῆς συγκλήτου, καὶ κοινῇ συμβουλῇ πέμψαντες ἄγουσι τὴν Θεοδώραν ἀπὸ τοῦ Πετρίου εἰς τὴν μεγάλην ἐκκλησίαν, καὶ ἐνδύσαντες αὐτὴν ἁλουρ γίδα βασιλικὴν ἄνασσαν εὐφημοῦσι σὺν Ζωῇ τῇ ταύτης ἀδελφῇ. καὶ ὁρμήσαντες πρὸς τὸ παλάτιον καταγαγεῖν ἠπείγοντο τῶν ἀνα 2.538 κτόρων τὸν Μιχαήλ. ὁ δὲ πρὸς τὴν ὀργὴν τοῦ λαοῦ καὶ τὴν κίνησιν ἀποδειλιάσας, εὐθὺς ἀποστείλας ἤγαγε τὴν Ζωὴν ἐν τῷ παλατίῳ, καὶ ἀποδύσας αὐτὴν τὰ μοναχικὰ μετημφίασε βασιλικοῖς περιβλήμασι. προκύψας οὖν ἀπὸ τοῦ ἐν τῷ ἱπποδρομίῳ καθίσμα τος, καὶ δημηγορῆσαι πειραθεὶς πρὸς τὸν λαὸν ὅτι τε ἡ βασιλὶς ἤχθη καὶ ὅτι πάντα καλῶς ἔχει αὐτοῖς τὰ κατὰ σκοπόν, οὐ συν εχωρήθη, ὕβρεσί τε πανταχόθεν πλυνόμενος καὶ λίθοις κάτωθεν καὶ τόξοις βαλλόμενος. καὶ λοιπὸν ἀπογνοὺς ἐγνώκει εἰς τὸ μο ναστήριον ἀπελθεῖν τῶν Στουδίου καὶ ἀποκείρασθαι. ἀλλ' οὐκ ἀφῆκεν αὐτὸν ὁ δομέστικος τῶν σχολῶν, εἰπὼν μὴ οὕτω ῥᾳδίως καταλιπεῖν τὴν ἀρχὴν καὶ ὑποχωρῆσαι, ἀλλὰ γενναίως ἀντιστῆναι καὶ ἢ πάντως ὑπερισχῦσαι ἢ μεγαλοψύχως καὶ βασιλικῶς ὡς πρέ πον ἐστὶν ἀποθανεῖν βασιλέα. ταύτης δὲ τῆς γνώμης ἐπικρατη σάσης, τοὺς ἐν τῷ παλατίῳ πάντας ὡς ὁ καιρὸς ἐδίδου καθοπλί σας αὐτός, καὶ ὁ νωβελίσσιμος δὲ πάντα τὸν ἑαυτοῦ λαὸν ἀπὸ τοῦ ἰδίου οἴκου μεταπεμψάμενος ἔνοπλον (ἔτυχε δὲ ἐκ Σικελίας ἄρτι ἐλθὼν καὶ ὁ στρατηγὸς Κατακαλὼν ὁ Κεκαυμένος, τὰ ἐκ Μεσή νης εὐαγγέλια κομίσας) γενναίως ἀντείχετο τῶν πραγμάτων. τοῦ δὲ δήμου τριχῇ διαιρεθέντος, καὶ μέρους μὲν ἐν τῷ ἱππικῷ προσ βαλόντος, ἑτέρου δὲ κατὰ τὰ ἐξκούβιτα, τοῦ δὲ λοιποῦ κατὰ τὸ τζυκανιστήριον, καὶ οἱ περὶ τὸν βασιλέα εἰς τρία τὴν ἑαυτῶν διε λόντες δύναμιν ἠμύνοντο κραταιῶς. καὶ γίνεται φόνος πολὺς τῶν