497
2.539 πολιτῶν οἷα γυμνῶν καὶ ἀόπλων πρὸς ἐνόπλους ἀγωνιζομένων μετὰ ξύλων καὶ λίθων καὶ τῶν παρατυχόντων εἰδῶν· φασὶ γὰρ ὡς ἀπώ λοντο κατὰ ταύτην τὴν ἡμέραν (ἦν δὲ ἡ τρίτη τοῦ ἀντίπασχα) ἄνδρες ἀμφὶ τὰς τρεῖς χιλιάδας. τέλος ἴσχυσαν οἱ πολῖται τῷ πλήθει ὑπερτεροῦντες ἐπικρατέστεροι τῶν τοῦ βασιλέως γενέσθαι. καὶ διαρρήξαντες τὰς πύλας τοῦ παλατίου καὶ εἴσω γενόμενοι τό τε ἐναποκείμενον ἐν τῷ Σέκτῳ διαρπάζουσι χρυσίον καὶ τὰ λοιπὰ εἴδη, διαρρήσσουσι δὲ καὶ τὰς δημοσίας ἀπογραφάς, καὶ τὸν βασιλέα συλλαβεῖν ἔσπευδον. ὁ δὲ ἐπείπερ ἔγνω κατισχυόμενος, τῷ βασι λικῷ ἐπιβὰς δρόμωνι μετὰ τοῦ νωβελισσίμου καί τινων οἰκειοτά των αὐτῷ, καταλιπὼν ἐν τῷ παλατίῳ τὴν Ζωήν, ᾤχετο φυγὰς εἰς τὴν μονὴν τῶν Στουδίου τῇ τετράδι πρωΐας, καὶ εὐθὺς ἠμφιά σατο τὸ τῶν μοναχῶν σχῆμα συνάμα τῷ θείῳ αὐτοῦ. Καὶ ὁ μὲν πόλεμος, ἀρξάμενος ἀπὸ δευτέρας ὥρας τῆς δευ τέρας ἡμέρας τοῦ ἀντίπασχα, ἔληξε νυκτὸς τῆς τρίτης ἡμέρας· ἡ δὲ Ζωὴ πάλιν ἐγκρατὴς γενομένη τῆς βασιλείας ἐβούλετο μὲν τὴν αὐτῆς ἀδελφὴν Θεοδώραν παρώσασθαι, ἐκωλύθη δὲ παρὰ τοῦ πλήθους συμβασιλεύειν αὐτῇ καὶ ταύτην αἰτησαμένου. ἔρχε ται οὖν καὶ ἡ Θεοδώρα ἀπὸ τῆς μεγάλης ἐξελθοῦσα ἐκκλησίας εἰς τὸ παλάτιον. συναθροισθείσης δὲ καὶ τῆς συγκλήτου, δημηγο ρήσασα ἡ Ζωὴ πρότερον μὲν πρὸς τὴν σύγκλητον, εἶτα καὶ ἔκ τινος περιωπῆς πρὸς τὸ πλῆθος, αὐτοῖς μὲν εὐχαριστίας ὡς εἰκὸς ἀπέ δοτο καὶ εὐχὰς τῆς εἰς αὐτὴν εὐνοίας, τὴν περὶ τοῦ βασιλέως δὲ 2.540 γνώμην ἐζήτει, τί δεῖ γενέσθαι αὐτόν. καὶ πάντες ὁμοφώνως ἀνέκραγον "αἶρε τὸν παλαμναῖον, ποίησον ἐκ μέσου τὸν ἀλιτή ριον· ἀνασκολοπισθήτω, σταυρωθήτω, τυφλωθήτω." ἡ δὲ ὤκνει πρὸς τὴν τιμωρίαν καὶ συμπαθὴς τῷ δυστυχοῦντι ἐγίνετο. ἀλλ' ἡ Θεοδώρα ὀργῆς ὑποπλησθεῖσα καὶ παρρησίας τῷ νεωστὶ προβλη θέντι ἐπάρχῳ (ἦν δὲ ὁ Καμπανάρης) κελεύει μετὰ σπουδῆς ἀπελ θεῖν καὶ ἐξορύξαι αὐτοῦ τε καὶ τοῦ θείου αὐτοῦ ὀφθαλμούς· ὃς ἐξελθὼν συνεπομένου αὐτῷ καὶ τοῦ δήμου παντὸς ἀπῆλθεν εἰς τὰ Στουδίου. ὁ δὲ Μιχαὴλ καὶ ὁ τούτου θεῖος, ὡς ᾔσθοντο τὴν τοῦ λαοῦ παρουσίαν, ἐν τοῖς ἀδύτοις τοῦ ναοῦ τοῦ προδρόμου κατέ φυγον. ἀλλὰ φλεγμαίνων ἔτι τῷ θυμῷ διὰ τοὺς ἀναιρεθέντας ὁ δῆμος εἴσεισι πρὸς βίαν εἰς τὸν θεῖον ναόν, καὶ ἀφαρπάσαντες ἐκεῖθεν αὐτοὺς εἷλκον διὰ τῆς ἀγορᾶς ἀπὸ τῶν ποδῶν, καὶ ἄνωθεν τῆς περιβλέπτου μονῆς ἐν τῷ τόπῳ τῷ καλουμένῳ Σίγματι ἀγα γόντες ἀποτυφλοῦσι καὶ ἄμφω, τοῦ Μιχαὴλ πολλὰ καθικετεύ σαντος πρότερον τὸν ἑαυτοῦ τυφλωθῆναι θεῖον ὡς πάντων τῶν γενομένων κακῶν καὶ πρωτουργὸν καὶ αἴτιον· ὃ καὶ ἐγένετο. τυφλωθέντες οὖν ἐξορίζονται, ὁ μὲν Μιχαὴλ εἰς τὸ μοναστήριον τῶν Ἐλεγμῶν εἰκάδι πρώτῃ μηνὸς Ἀπριλλίου, ἰνδικτιῶνος ιʹ τοῦ φνʹ ἔτους, βασιλεύσας ἐπὶ μῆνας δʹ καὶ ἡμέρας εʹ, οἱ δὲ συγγε νεῖς αὐτοῦ πάντες ἄλλος ἀλλαχῇ διεσπάρησαν. Πάλιν δὲ τῆς ἀρχῆς εἰς τὴν Ζωὴν μετακυλισθείσης, συμ βασιλεύουσαν ἔχουσαν, ὡς εἴπομεν, οὐχ ἑκοῦσαν καὶ τὴν ἀδελφὴν 2.541 Θεοδώραν, τιμῶν μὲν ἡ σύγκλητος προβιβασμοῖς ἐγεραίρετο καὶ δωρεῶν διανομαῖς τὸ κοινόν, καὶ τὰ πράγματα προμηθείας τῆς ἐνδεχομένης ἐτύγχανε, γραμμάτων ἁπανταχοῦ καὶ διαταγμάτων ἐκπεμπομένων, ἀπριάτην τε τὰς ἀρχὰς γίνεσθαι καὶ μὴ ὠνίους ὡς πρότερον ὑπισχνουμένων, καὶ πᾶσαν ἀδικίαν ἐκ μέσου διοριζομέ νων ἐλαύνεσθαι. τούτων δὲ καταστάντων ὡς τοῖς κρατοῦσιν ἐδόκει, ἤχθη καὶ ὁ νωβελίσσιμος Κωνσταντῖνος ἀπὸ τῆς ὑπερορίας, καὶ περὶ τῶν δημοσίων ἀνακρινόμενος χρημάτων, τὰς ἀπειλὰς πτοηθείς, ὑπέδειξεν ἐν τῷ κατὰ τοὺς ἁγίους ἀποστόλους οἴκῳ αὐ τοῦ κεκρυμμένα ἔν τινι κινστέρνῃ χρυσίου κεντηνάρια νʹ ἐπὶ τρισί. καὶ ταῦτα μὲν διεκομίσθη τῇ βασιλίδι, ἐκεῖνον δ' αὖθις ἡ ὑπερορία ἐδέξατο. προχειρίζεται δὲ ἡ βασιλὶς δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς Νικόλαον πρόεδρον τὸν εὐνοῦχον τοῦ ἰδίου πατρός, καὶ δοῦκα τῆς δύσεως Κωνσταντῖνον πατρίκιον τὸν Καβασίλαν· τὸν δὲ πατρίκιον Γεώργιον τὸν Μανιάκην, ἤδη παρὰ τοῦ Μιχαὴλ φθάσαντα τῆς φρουρᾶς ἀπολυθῆναι,