498
μάγιστρον τιμήσασα στρα τηγὸν αὐτοκράτορα τῶν ἐν Ἰταλίᾳ ταγμάτων ἐκπέμπει. καὶ ταῦτα μὲν γέγονεν οὕτως. βουλῆς δὲ προτεθείσης περὶ βασιλέως, καὶ δόξαν τοῖς πᾶσι βασιλέα προχειρισθῆναι καὶ τῇ Ζωῇ νομίμως συναφθῆναι, ἔσπευδε μὲν αὐτὴ Κωνσταντῖνον ἀγαγέσθαι τὸν κατεπάνω, ὃν δὴ καὶ Ἀρτοκλίνην, ἀφ' ἧς ὑπηρεσίας μετεχειρί σατο, ἀπεκάλουν· ἦν γὰρ ὁ ἀνὴρ εὐπρεπὴς τὴν ὥραν, ἐλέγετο δὲ καὶ λάθρᾳ τῇ Ζωῇ πλησιάζειν. ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος 2.542 φαρμάκοις ἐξάγει τοῦ βίου, οὐκ ἐπειδὴ ἀποστόργως εἶχε πρὸς αὐ τόν, ἀλλ' ἐπειδὴ ἔμελλε τούτου ἔτι ζῶσα στερίσκεσθαι. καὶ λοι πὸν ἀστοχήσασα ἡ βασιλὶς τοῦ σκοποῦ, μεταπέμπεται ἀπὸ τῆς ἐξορίας Κωνσταντῖνον τὸν Μονομάχον, παρὰ τοῦ ὀρφανοτρόφου τὴν νῆσον Μιτυλήνην κατακριθέντα οἰκεῖν διὰ τὸ παρὰ πάντων φημίζεσθαι ὡς μέλλει κρατῆσαι τῆς βασιλείας. τοῦτον γάρ, ὁπη νίκα τὸν ἕτερον ἐβουλεύετο Κωνσταντῖνον εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν, δικαστὴν Ἑλλήνων προεχειρίσατο· ἐπειδὴ δὲ κἀκεῖνος, ὡς εἴπομεν, κατειργάσθη φαρμάκῳ, ὁ ῥηθεὶς Μονομάχος καὶ τῷ θανόντι ὁμώνυμος πρὸς τρόπου ἐνομίσθη τῇ βασιλίδι. ἤχθη οὖν πρὸς τὸν ἄγχιστα τοῦ Ἀθύρος διακείμενον ναὸν τοῦ ἀρχιστρα τήγου τὸν ἐν ∆αμοκρανείᾳ· καὶ πεμφθεὶς Στέφανος εἷς ὢν τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος ὁ Περγαμηνὸς ἀποδιδύσκει μὲν αὐτὸν τὴν ἰδιωτικὴν στολήν, ἀμφιέννυσι δὲ πορφυρίδα βασι λικήν, καὶ δρόμωνι ἐμβιβάσας ἄγει πρὸς τὰ βασίλεια. ᾧ τινὶ ἀχθέντι συνάπτεται εἰς κοινωνίαν γάμου ἡ βασιλίς, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς νέας, ὃς Στυπῆς ὠνομάζετο, ιαʹ τότε τοῦ Ἰουνίου μηνὸς ἄγοντος, τοῦ #22φνʹ ἔτους. στέφεται δὲ τῇ ἐπαύριον παρὰ τοῦ πατριάρχου. Καὶ ἤδη τῶν σκήπτρων γενόμενος ἐγκρατὴς πάντας μὲν τοὺς συγκλητικοὺς βαθμοῖς ἀξιωμάτων κατὰ τὴν ἑκάστου προεβίβασεν ἀξίαν, καὶ χρυσίου δὲ διανομαῖς τὸ πλῆθος ἐφιλοτιμήσατο. ἐξαπ έστειλε δὲ καὶ ἀναφορὰς ἐν πᾶσι τοῖς θέμασι, τήν τε ἀνάρρησιν 2.543 αὐτοῦ δηλούσας, καὶ ὑπισχνουμένας παντὸς μὲν ἀγαθοῦ βλύσιν καὶ παρρησίαν πάσης δὲ κακίας ἀποτομήν. μετεβίβασε δὲ καὶ Ἰωάννην τὸν ὀρφανοτρόφον μετὰ πάντων ὧν εἶχεν ἀπὸ τῆς μονῆς τῶν Μονοβατῶν εἰς τὴν νῆσον Λέσβον, καὶ Μιχαὴλ τὸν πρὸ τοῦ βασιλέα εἰς Χίον, καὶ Κωνσταντῖνον τὸν νωβελίσσιμον εἰς Σάμον.
Καὶ ταῦτα μὲν ἐπράχθη ἐν προοιμίοις τῷ Μονομάχῳ, κατὰ τὴν ιʹ ἰνδικτιῶνα· κατὰ δὲ τὴν ʹ τοῦ Ὀκτωβρίου μηνός, τῆς ιαʹ ἰνδι κτιῶνος, τοῦ #22φναʹ ἔτους, ἐφάνη κομήτης ἀπὸ τῆς ἕω πρὸς τὴν δύσιν ποιούμενος τὴν πορείαν, καὶ ὡρᾶτο λάμπων παρ' ὅλον τοῦ τον τὸν μῆνα. προεμήνυε δ' οὗτος τὰς μελλούσας ἐπισυμβήσε σθαι κοσμικὰς συμφοράς. Στεφάνου γὰρ τοῦ καὶ Βοϊσθλάβου, ὥσπερ ἔμπροσθεν ἐρρήθη, ἀποδράντος ἀπὸ τοῦ Βυζαντίου καὶ τὰ Ἰλλυρικὰ κατασχόντος ὄρη, καὶ Τριβαλλοὺς καὶ Σέρβους καὶ τὰ πρόσοικα γένη καὶ Ῥωμαίοις ὑπήκοα κατατρέχοντος καὶ ληϊζο μένου, μὴ φέρων ὁ Μονομάχος τὰς ἐκείνου καταδρομὰς τῷ τότε ἄρχοντι τοῦ ∆υρραχίου (ἦν δὲ Μιχαὴλ πατρίκιος, ὁ Ἀναστασίου τοῦ λογοθέτου υἱὸς) γράμμασιν ἐγκελεύεται τὸν ὑπ' αὐτὸν ἀθροῖ σαι τοῦ ∆υρραχίου λαὸν στρατιωτικόν, ἔτι δὲ καὶ τὰς στρατιὰς τῶν ἐγγιζόντων τούτῳ θεμάτων καὶ αὐτῷ ὑποκειμένων, καὶ συνάμα τοῖς ὑποστρατηγοῖς εἰς Τριβαλλοὺς ἀπελθεῖν καὶ κατα πολεμῆσαι τὸν Στέφανον. ὁ δὲ πολεμικῆς ἐπιστήμης ἀπέχων μα κρὰν οἷα σκιατραφὴς ἄνθρωπος καὶ εὐπαθείαις ἐντεθραμμένος, ἀφυῶς καὶ ἀτέχνως ἐπιχειρήσας τῷ ἔργῳ μεγάλης αἴτιος ἀτυχίας 2.544 τῷ Ῥωμαίων ἐγένετο πολιτεύματι. ἀθροίσας γὰρ ἃς προσετέ τακτο δυνάμεις, οὔσας περὶ τὰς ἑξήκοντα χιλιάδας, εἴσεισιν εἰς Τριβαλλούς, διοδεύσας ὁδοὺς ἀνάντεις καὶ τραχείας καὶ ἀποκρή μνους καὶ στενοχώρους ὡς μὴ ἐν ταὐτῷ δύνασθαι δύο ἱππότας βαδίζειν, ἐνδόντων ἐξεπίτηδες, ὥς φασι, καὶ τῶν Σέρβων καὶ συγχωρησάντων τὴν εἴσοδον, μήτε τῆς ὑποστροφῆς φροντίσας μήτε φυλακὴν ἐπιστήσας ἀξιόμαχον ταῖς στενοχωρίαις. ἐκεῖνος μὲν οὖν εἰσελθὼν ἐδῄου τὰς