499
πεδιάδας καὶ ἐπυρπόλει, οἱ δὲ Σέρβοι καταλαβόντες ἐφύλαττον τὰ στενὰ καὶ ἀπόκρημνα τῆς τρίβου, καὶ προσέμενον τὴν ὑποστροφήν. ὡς δὲ ἅλις τῷ Μιχαὴλ ἐδόκει τὰ τῆς λεηλασίας, καὶ λείαν πολλὴν καὶ αἰχμαλωσίαν περιεβάλετο, καὶ καιρὸς ἐφάνη ἀναζυγῆς, κἀν ταῖς στενοχωρίαις ὁδοιποροῦντες ἐγένοντο, τότε δὴ ἀφ' ὕψους οἱ πολέμιοι χέρμασί τε βάλλοντες καὶ τόξοις καὶ παντοίοις ἑκηβόλοις ὀργάνοις καὶ λίθους ὑπερμεγέ θεις κυλίοντες ἀνῄρουν, τῶν περὶ τὸν Μιχαὴλ μήτε χερσὶ μήθ' ὅπλοις χρήσασθαι δυναμένων, μήτ' ἀρετῆς ὅλως ἐπιδείξασθαι ἔργον. καὶ οἱ μὲν αὐτόθι βαλλόμενοι ἔπιπτον, οἱ δὲ κατεκρημνί ζοντο καὶ ἐλεεινῶς ἀνηλίσκοντο, ὡς πληρωθῆναι νεκρῶν τὰς παρα κειμένας φάραγγας καὶ τοὺς ῥύακας καὶ βατὰς γενέσθαι τοῖς διώ κουσιν. ἔπεσον οὖν περί που τὰς μʹ χιλιάδας, ἀνῃρέθησαν δὲ καὶ στρατηγοὶ ἑπτά. οἱ δὲ λοιποὶ ἐν ταῖς λόχμαις καὶ ταῖς νάπαις καὶ ταῖς συναγκείαις κρυβέντες τῶν ὀρέων, καὶ τοὺς τῶν ἐναντίων διαδράντες ὀφθαλμούς, καὶ διὰ τῶν κορυφῶν τούτων ἀναρριχώ μενοι, νυκτὸς διεσώθησαν πεζοὶ καὶ γυμνοὶ καὶ τοῖς ὁρῶσι θέαμα 2.545 ἐλεεινὸν καὶ θρήνων ἄξιον. διεσώθη δὲ μετ' αὐτῶν καὶ ὁ Μιχαήλ, τὴν ἴσην καὶ αὐτὸς περικείμενος τύχην. Γεώργιος δὲ μάγιστρος ὁ Μανιάκης ἐν Ἰταλίᾳ, ὡς εἴρηται, παρὰ Ζωῆς τῆς βασιλίδος πεμφθεὶς ἐφ' ᾧ καταστήσασθαι τὰ ἐκεῖ (ἐνόσει γὰρ τὰ πάντα καὶ κακῶς ἐφέρετο ἀπειρίᾳ καὶ φαυλό τητι ἀρχηγῶν), πρὸς ἀποστασίαν ἀπεῖδεν. ἄξιον δὲ εἰπεῖν ἐπι δραμόντας καὶ τὰς αἰτίας εἰς ἀκριβῆ γνῶσιν τῶν τῷ βιβλίῳ ἐντυγ χανόντων. ὅτε γὰρ οὗτος πρῶτον εἰς Ἰταλίαν ἐπέμφθη παρὰ τοῦ βασιλέως Μιχαὴλ συμμαχήσων Ἀπολάφαρ Μαχοῦμετ τῷ τῆς Σικελίας ἄρχοντι πολεμουμένῳ παρὰ τοῦ οἰκείου ἀδελφοῦ καὶ τῶν Ἄφρων, ἔτυχε προσεταιρισάμενος καὶ Φράγγους πεντακοσίους ἀπὸ τῶν πέραν τῶν Ἄλπεων Γαλλιῶν μεταπεμφθέντας καὶ ἀρχηγὸν ἔχοντας Ἀρδουῖνον τὴν κλῆσιν, χώρας τινὸς ἄρχοντα καὶ ὑπὸ μηδενὸς ἀγόμενον, μεθ' ὧν τὰ τῶν Σαρακηνῶν εἰργάσατο τρό παια. ἐπεὶ δὲ οὗτος συκοφαντηθεὶς παρελύθη τῆς ἀρχῆς καὶ εἰς τὴν πόλιν εἰσαχθεὶς καθείρχθη, καὶ ἄρχειν ἀντ' αὐτοῦ τῆς Ἰτα λίας ἐπέμφθη Μιχαὴλ πρωτοσπαθάριος ὁ ∆οκειανός, ἀνεπιτή δειος ἄνθρωπος καὶ πρὸς μεταχείρησιν πραγμάτων οὐκ εὐφυής, οὐκ ἐδεήθη χρόνου συγχέαι καὶ διαφθεῖραι τὰ πάντα. μὴ παρέ χων γὰρ κατὰ καιρὸν τοῖς Φράγγοις τὸ αὐτοῖς παρεχόμενον ἐφ' ἕκαστον μῆνα σιτηρέσιον, μᾶλλον δέ, ὥς φασι, καὶ τὸν ἡγεμόνα τούτων, ἀφιγμένον ὡς αὐτὸν ἐφ' ᾧ παρακαλέσαι ἠπίως χρῆσθαι τοῖς στρατιώταις καὶ μὴ ἀποστερεῖν τούτους τοῦ τῶν πόνων μι 2.546 σθοῦ, ὑβρίσας καὶ μαστιγώσας ἀτίμως, ἠνάγκασε τοὺς ἀνθρώ πους ἀποστατῆσαι. ὧν ὅπλα κεκινηκότων δέον τὰς Ῥωμαϊκὰς ἁπάσας ἀθροῖσαι δυνάμεις καὶ τούτοις προσμῖξαι, ὁ δὲ τοῦτο οὐκ ἐποίησεν, ἀλλ' ἓν εἰληφὼς τάγμα τὸ τοῦ Ὀψικίου καὶ μέρος τῶν Θρᾳκησίων, καὶ συμβαλὼν αὐτοῖς ἐν Κάνναις περὶ τὸν Ἄμφιδον ποταμόν, ἔνθα καὶ κατὰ τοὺς πάλαι χρόνους Ἀννίβας τὰς πολλὰς τῶν Ῥωμαϊκῶν στρατευμάτων κατέκοψε μυριάδας, ἡττήθη καὶ τὸ πλέον ἀπέβαλε τῆς στρατιᾶς, αἰσχίστως καὶ αὐτὸς ἐν Κάνναις διασωθείς. οὕτω δὲ πληγεὶς οὐδὲ μετὰ τὴν πληγὴν κατὰ τὸν ἐν παροιμίαις ἁλιέα νοῦν ἔσχεν, οὐδ' ὀχυρώσας ἑαυτὸν πάσῃ τῇ στρατιᾷ προσέβαλε τοῖς ἐχθροῖς, ἀλλ' ὑπὸ θράσους, ὡς ἔοικε, στρατηγούμενος αὐτούς τε τοὺς ἡττηθέντας πάλιν ἀναλαβὼν καὶ Πισσίδας καὶ Λυκάονας, οἵπερ ἀναπληροῦσι τὸ τάγμα τῶν φοι δεράτων, περὶ τὰς λεγομένας Ὥρας προσρήγνυται τοῖς ἐχθροῖς καὶ τρέπεται αὖθις κατὰ κράτος, προσεταιρισαμένων τῶν Φράγγων καὶ ἄλλο πλῆθος οὐκ ὀλίγον ἀπὸ τῶν Ἰταλῶν τῶν περὶ τὸν Πάδον τὸν ποταμὸν καὶ τὰς ὑπωρείας οἰκούντων τῶν Ἄλπεων. τοῦτο δὲ πυθόμενος ὁ βασιλεὺς Μιχαὴλ τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς, ἔπεμψε δὲ τὸν Βοϊωάννην, δοκοῦντα πρακτικὸν ἄνδρα εἶναι καὶ ἐν πολέμοις εὐδόκιμον, καὶ εἰς ἐκεῖνον ἀναφέροντα τὴν τοῦ γένους ἀναφορὰν τὸν ἐπὶ Βασιλείου τοῦ βασιλέως ἐν Ἰταλίᾳ πεμφθέντα Βοϊωάννην, ὃς πᾶσαν τὴν Ἰταλίαν μέχρι Ῥώμης