500
τότε τῷ βασιλεῖπαρεστήσατο. ἀλλὰ καὶ οὗτος ἀπελθὼν κατὰ χώραν καὶ νεαλῆ καὶ ἀκμαίαν δύναμιν μὴ λαβών, ἀλλ' ἀναγκασθεὶς μετὰ τῶν 2.547 προηττημένων συμβαλεῖν τοῖς ἐχθροῖς κατὰ τὴν Μονόπολιν ἤδη κραταιωθεῖσι καὶ τῆς χώρας ὡς ἰδίας ἀντεχομένοις, ἡττηθεὶς ἑάλω, καὶ ὁ σὺν αὐτῷ στρατός, ὅσοι μὴ σιδήρου γεγόνασι παρανάλωμα, ἄλλος ἀλλαχοῦ διεσκεδάσθησαν, διασωθέντες ἐν τοῖς ἔτι τὰ Ῥωμαίων φρονοῦσι φρουρίοις. καὶ λοιπὸν οἱ Φράγγοι τῆς Ἰταλίας ὡς δορυκτήτου ἀντεποιοῦντο κτήματος, τῶν ἐγχω ρίων ὧν μὲν ἑκουσίως ὧν δὲ βίᾳ καὶ ἀνάγκῃ προσχωρούντων αὐ τοῖς, πλὴν Βρεντησίου καὶ Ἱδροῦντος καὶ Τάραντός τε καὶ Βά ρεως· αὗται γὰρ αἱ τέσσαρες πόλεις παρέμειναν πίστιν Ῥωμαίοις φυλάττουσαι. Μιχαὴλ δὲ τοῦ βασιλέως ἀποθανόντος καὶ τοῦ μετ' αὐτὸν ἐξωσθέντος τῆς βασιλείας, ὁ Μανιάκης, ὡς ἄνωθεν ἐρρέθη, πεμφθεὶς εἰς Ἰταλίαν παρὰ τῆς Ζωῆς, εἰ καὶ μὴ δύναμιν ἀξιόχρεων εἶχεν, ὅμως μετὰ τῆς παρούσης στρατηγικαῖς μηχαναῖς χρησάμενος ἐκδιῶξαι ἴσχυσε τοὺς Φράγγους τῆς Ἰταλίας περὶ Κα πύην καὶ Βενεβενδὸν καὶ Νεάπολιν, καὶ μετρίαν κατάστασιν καὶ γαλήνην παρέσχε τοῖς πράγμασι. οὗτος ὁ Μανιάκης κατὰ τὸ θέμα τῶν ἀνατολικῶν τὰς οἰκήσεις ἔχων καὶ Ῥωμανῷ τῷ Σκληρῷ γειτονῶν, διαφερόμενος πρὸς αὐτὸν πολλάκις ἐπεχείρησεν ἀνελεῖν τοῦτον, εἰ μὴ φυγῇ τὴν ἑαυτοῦ ἐπορίσατο σωτηρίαν. ἐπεὶ δὲ τὰ Ῥωμαίων σκῆπτρα ἐς Κωνσταντῖνον ἦλθε τὸν Μονομάχον καὶ ὁ Σκληρὸς ἐπὶ μέγα τύχης ἦρτο (ἐπαλλακεύετο γὰρ τῷ Μονομάχῳ ἡ τοῦ Σκληροῦ ἀδελφὴ) μάγιστρος τιμηθεὶς καὶ πρωτοστράτωρ, τῶν εἰς αὐτὸν μεμνημένος τοῦ Γεωργίου καταδρομῶν, καταχρώ 2.548 μενος τῇ ἐξουσίᾳ καὶ τὴν ἀπουσίαν κατατρέχων τοῦ Μανιάκη, τά τε ἀνήκοντα αὐτῷ ἐδῄου καὶ ἔκειρε χωρία καὶ εἰς τὴν τούτου κοίτην ἀνέδην ἐξύβρισεν. ἅπερ ἐκεῖνος ἐν Ἰταλίᾳ πυνθανόμενος ἤσχαλλε καὶ διεπρίετο τῷ θυμῷ. ἄρτι δὲ καὶ σπουδῇ τοῦ Ῥω μανοῦ παραλυθεὶς τῆς ἀρχῆς καὶ τοῖς πᾶσιν ἀπεγνωκὼς (ᾔδει γὰρ ὡς οὐκ εἰς χρηστὸν αὐτῷ τέλος ἡ εἰς τὸ Βυζάντιον ἄφιξις τελευ τήσει), τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀνασείσας καὶ διαφθείρας, δι ψώντων τῶν στρατιωτῶν τὰς οἰκείας ἰδεῖν πατρίδας, ὅπλα κατὰ τοῦ βασιλέως κινεῖ. καὶ τὸν μὲν πεμφθέντα διάδοχον αὐτοῦ (ἦν δὲ ὁ πρωτοσπαθάριος Πάρδος, ἀνὴρ Βυζάντιος, καὶ δι' ἄλλο μὲν οὐδὲν ἀγαθόν, ὅτι δὲ γνώριμος ἦν τῷ βασιλεῖ, τηλικαύτης χώρας ἄρχειν πεμφθεὶς) ἀναιρεῖ, αὐτὸς δὲ αὑτῷ διάδημα περι θεὶς καὶ τὰ τῆς βασιλείας παράσημα ἀναλαβὼν ἀναγορεύεται βα σιλεύς, καὶ πλοίοις ἐμβιβάσας τὰς δυνάμεις περαιοῦται ἐν Βουλ γαρίᾳ.
Τοῦτο μαθὼν ὁ βασιλεὺς εἰς ταραχὴν οὐ τὴν τυχοῦσαν ἐνέπεσε· καὶ γράμματα μὲν πρὸς αὐτὸν ἐκπέμπει παντὸς ἀπο λύοντα φόβου τοῦτον καὶ τοὺς σὺν αὐτῷ, παρακαλοῦντά τε ἀπο θέσθαι τὰ ὅπλα, καὶ ὑπισχνούμενος πᾶσαν εὐεργεσίαν· ἐπεὶ δὲ ἐκεῖνος ἄτεγκτος ἦν καὶ οὐ μεθίετο τοῦ σκοποῦ, ἀγηοχὼς καὶ αὐ τὸς ἃς εἶχε δυνάμεις, καὶ στρατηγὸν αὐταῖς ἐπιστήσας αὐτοκρά τορα τὸν Σεβαστοφόρον Στέφανον τὸν ἐν ∆αμοκρανείᾳ τὰ τῆς βα σιλείας εὐαγγέλια τούτῳ διακομίσαντα, ἐκπέμπει κατὰ τοῦ ἀπο στάτου. καὶ συναντῶσι τὰ στρατεύματα κατὰ τὸν λεγόμενον Ὀστροβὸν ἐν τῷ Μαρμαρίῳ, καὶ συμπλοκῆς γενομένης τρέπονται 2.549 οἱ περὶ τὸν Στέφανον, αὐτοῦ τοῦ Μανιάκη προηγουμένου καὶ τὰς φάλαγγας διακόπτοντος. καὶ αὐτὸν ὡς βασιλέα εὐφήμουν. ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, αἰφνιδίως ἐκ τοῦ ἵππου πεσὼν οὗτος ἀπέ θανε, μηδενὸς φανέντος τοῦ τοῦτον τρώσαντος· εὑρέθη γὰρ ἔχων κατὰ τοῦ στήθους καιρίαν πληγήν. τούτου δὲ γνωσθέντος τῷ ἐναντίῳ στρατεύματι, ἀποτέμνεται μὲν ἡ κεφαλὴ τοῦ Γεωργίου, συλλαμβάνονται δὲ καὶ πάντες οἱ αὐτῷ συναράμενοι, ἅμα τῇ πτώσει τοῦ ἀρχηγοῦ τὰ ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐγχειρίσαντες. καὶ τῷ μὲν βασιλεῖ ἄγγελος ἐπέμφθη κομίζων τὰ εὐαγγέλια τῆς νίκης, εἴσεισι δὲ μεθ' ἡμέρας τινὰς καὶ ὁ Στέφανος τὴν κεφαλὴν ἄγων τοῦ Μανιάκη καὶ τοὺς κρατηθέντας ἐν τῷ πολέμῳ· καὶ διὰ μέσης τῆς πλατείας θριαμβεύσας