501
προηγουμένης τῆς κεφαλῆς ἄνω θεν δόρατος, καὶ τῶν ἀποστατῶν ὄνοις ἐποχουμένων, αὐτὸς ὄπι σθεν εἵπετο, ἵππῳ λευκῷ ἐφεζόμενος. καὶ τὰ μὲν περὶ τὸν Μα νιάκην τοιοῦτον εἴληφε τέλος. Γέγονε δέ τις καὶ ἄλλη ἀποστασία ἐν Κύπρῳ κατὰ τοῦτον τὸν χρόνον, πρωτουργὸν ἔχουσα Θεόφιλον τὸν Ἐρωτικόν· οὗτος γὰρ τῆς νήσου στρατηγῶν καὶ νεωτέρων ἀεὶ πραγμάτων ἐφιέμενος, ἐπείπερ ἐπύθετο τὴν τοῦ Καλαφάτου καταστροφὴν καὶ τὴν κατα σχοῦσαν τὰ πράγματα σύγχυσιν, καιρὸν εὔθετον εὑρεῖν οἰηθεὶς πρὸς τὸ σπουδαζόμενον, τότε τὸ ἔθνος ἅπαν τῶν Κυπρίων ἀνά πτει, καὶ τὸν δικαστὴν καὶ πράκτορα τῶν δημοσίων φόρων τὸν πρωτοσπαθάριον Θεοφύλακτον ἀνελεῖν παρασκευάζει, ἔγκλημα τούτῳ ἐπενεγκὼν ὡς βαρείας τὰς τῶν συντελειῶν ποιουμένῳ εἰσ πράξεις. ἀλλὰ πρὸς τοῦτον οὐκ ἐδέησε τῷ Μονομάχῳ μακροτέρας 2.550 τριβῆς· χειροῦται γὰρ αὐτὸν ἐκπεμφθεὶς ὅ [τε] τοῦ στόλου κατάρ χων Κωνσταντῖνος πατρίκιος ὁ Χαγέ, τὸ ἔθνος ἅπαν τῶν Κυ πρίων ὑποποιησάμενος, καὶ εἰς βασιλέα ἄγει. ἀχθέντα δὲ θῆλυν ὁ βασιλεὺς ἐνδύσας στολὴν καὶ ἐν τῷ ἱππικῷ ἱπποδρομίας ἀγομέ νης θριαμβεύσας καὶ τῶν ὑπαρχόντων ψιλώσας ἀπέλυσε. Τῇ δὲ κʹ τοῦ Φεβρουαρίου μηνός, τῆς ιαʹ ἰνδικτιῶνος, κατέλυσε τὴν ζωὴν Ἀλέξιος ὁ πατριάρχης, καὶ ἀνάγεται εἰς τὸν αὐτοῦ θρόνον Μιχαὴλ ὁ Κηρουλάριος, κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ, μοναχὸς ὢν ἐξ οὗπερ ὁ ὀρφανοτρόφος αὐτὸν διὰ τὴν ἐπιβουλὴν ἐξώρισε. προσαγγέλλεται δὲ τῷ βασιλεῖ καὶ χρυ σίον ἀποτεθησαυρισμένον ἐν τῇ τοῦ Ἀλεξίου μονῇ, καὶ πέμψας ἀναλαμβάνεται τοῦτο, εἰς κεντηνάρια ποσούμενον κεʹ. Μαΐου δὲ δευτέρας, τῆς αὐτῆς ἰνδικτιῶνος, ἐκτυφλοῦται καὶ ὁ ὀρφανο τρόφος ἐν τῷ λεγομένῳ χωρίῳ τῶν Μαρυκάτου, ὡς μέν τινες φασίν, ὑπὸ Θεοδώρας ἄκοντος τοῦ βασιλέως, ὡς δὲ ὁ τῶν πολ λῶν κρατεῖ λόγος, παρ' αὐτοῦ τούτου ἐγκοτῶντος αὐτῷ διὰ τὰς ὑπερορίας, καὶ τῇ ιγʹ τοῦ αὐτοῦ μηνὸς ἀποθνήσκει. Ἰουλίῳ δὲ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος κατηγορήθη καὶ Στέφανος ὁ σεβαστο φόρος ὡς ἐπιβουλεύων τῷ βασιλεῖ καὶ βασιλέα βουλόμενος ποιῆ σαι Λέοντα πατρίκιον καὶ στρατηγὸν Μελιτηνῆς, τὸν υἱὸν τοῦ Λαμπροῦ· καὶ ὁ μὲν Στέφανος τῶν ὑπαρχόντων γυμνωθεὶς καὶ μοναχὸς ἀποκαρεὶς ἐξωρίσθη, ὁ δὲ Λαμπρὸς ἀπηνῶς ἐτασθεὶς καὶ τὰς ὄψεις πηρωθεὶς καὶ διὰ τῆς ἀγορᾶς πομπευθεὶς μετὰ μι κρὸν ἀπέθανεν.
2.551 Ἐγένετο δὲ καὶ κατὰ τὸν Ἰούνιον μῆνα τῆς αὐτῆς ἐπινεμήσεως καὶ ἡ τοῦ ἔθνους τῶν Ῥὼς κίνησις κατὰ τῆς βασιλίδος. οὗτοι γὰρ κοινοπραγοῦντες μέχρι τοῦδε Ῥωμαίοις καὶ εἰρηνεύοντες μετ' αὐτῶν, ἀδεῶς τε ἀλλήλοις ἐπεμίγνυντο καὶ ἐμπόρους ἐς ἀλλήλους ἔπεμπον. κατὰ δὲ τοῦτον τὸν χρόνον φιλονεικίας γενομένης ἐν Βυζαντίῳ μετά τινων ἐμπόρων Σκυθῶν, συμπληγάδος τε ἐξ αὐ τοῦ ἐπακολουθησάσης καί τινος Σκύθου φονευθέντος ἐπιφανοῦς, ὁ τότε κατάρχων τοῦ γένους τούτων Βλαδιμηρός, ἀνὴρ ὁρμητίας καὶ τὰ πολλὰ τῷ θυμῷ χαριζόμενος, πυθόμενος τὸ συμβὰν καὶ δεινοπαθήσας καὶ μὴ δοὺς ἀναβολὴν ἢ καιρὸν τῷ κινήματι, τῶν ὑπ' αὐτὸν ἀγείρας ὅσον μάχιμον, προσεταιρισάμενος δὲ καὶ συμ μαχικὸν οὐκ ὀλίγον ἀπὸ τῶν κατοικούντων ἐν ταῖς προσαρκτίοις τοῦ Ὠκεανοῦ νήσοις ἐθνῶν, καὶ πλῆθος ἀθροίσας, ὥς φασι, περὶ τὰς ἑκατὸν χιλιάδας, καὶ πλοίοις ἐγχωρίοις τοῖς λεγομένοις μονοξύλοις ἐμβαλὼν κατὰ τῆς πόλεως ἐξορμᾷ. τοῦτο μαθὼν ὁ βασιλεὺς πέμπει μὲν πρεσβευτάς, ἐξαιτῶν καταθέσθαι τὰ ὅπλα καὶ ὑπισχνούμενος ἐξιάσασθαι εἴ τι δὴ καὶ γέγονεν ἄτοπον, καὶ μὴ διὰ μικρὸν ἐθελῆσαι πρᾶγμα τὴν ἐκ μακροῦ παγιωθεῖσαν δια λῦσαι εἰρήνην καὶ τὰ ἔθνη κατ' ἀλλήλων ἀνάψαι· ἐπεὶ δὲ δεξά μενος αὐτὸς τὰ γράμματα τούς τε πρέσβεις ἀτίμως ἐδίωξε καὶ ὑπερηφάνους καὶ σοβαρὰς ἀπέδωκεν ἀπολογίας, ἀπεγνωκὼς ὁ βα σιλεὺς τὴν εἰρήνην καὶ αὐτὸς ὡς ἐνῆν ἀντιπαρετάττετο. καὶ τοὺς μὲν ἐνδημοῦντας τῇ βασιλίδι ἐμπόρους τῶν Σκυθῶν, ἔτι δὲ καὶ 2.552 τοὺς κατὰ συμμαχίαν παρόντας διασκορπίσας