502
ἐν τοῖς θέμασι, καὶ ἀσφαλισάμενος ἵνα μὴ καὶ ἀπὸ τῶν ἔνδον ἐπιβουλή τις ἀνεγερθῇ, ὡς ὁ καιρὸς ἐδίδου καὶ τὸ τοῦ ἔργου ὀξύρροπον, τάς τε βασιλικὰς ἐξαρτύσας τριήρεις καὶ ἄλλας οὐκ ὀλίγας ἀπὸ τῶν εὐσταλῶν καὶ κούφων, καὶ λαοῦ πληρώσας ἀπὸ τῶν παρατυχόντων ἐν Βυζαντίῳ τότε στρατιωτῶν, καὶ αὐτὸς οὗτος τῷ βασιλικῷ ἐπιβὰς δρόμωνι ἔξεισι καὶ τοῖς Σκύθαις ὑπαντιάζει κατὰ τὸ τοῦ Πόντου στόμα ἐν τῷ λεγομένῳ ναυλοχοῦσι Φάρῳ, παρεπομένην ἔχων διὰ τῆς ξηρᾶς καὶ ἱππικὴν στρατιὰν οὐκ ὀλίγην. ἐπεὶ δὲ ἀντιμέτωποι ἔστησαν αἱ δυνάμεις, ἔργου μὲν οὐδέτερον μέρος ἥπτετο· οἵ τε γὰρ Σκύ θαι ἐπὶ τοῦ λιμένος ἔνθα προσώρμουν ἑστῶτες ἡσυχίαν ἦγον, καὶ ὁ βασιλεὺς τὴν ἐκείνων προσμένων κίνησιν ἐκαρτέρει. ἐπεὶ δὲ ὁ καιρὸς ἐτρίβετο καὶ ἡ ὥρα ἦν πρὸς ὀψέ, πρέσβεις ὁ βασιλεὺς πά λιν ἐκπέμπει περὶ εἰρήνης, καὶ πάλιν ἀτίμως ἀποπέμπει τούτους ὁ βάρβαρος, μηνύσας, εἰ βούλεται τῷ βασιλεῖ καταθέσθαι τὰ ὅπλα, δοῦναι παντὶ τῷ ἑπομένῳ αὐτῷ στρατῷ ἀνὰ χρυσίου λίτρας τρεῖς. ἀμηχάνου δὲ φανείσης τῆς ἀποκρίσεως ἔγνω δεῖν ἔργου ἔχεσθαι. ὡς δ' ἐκεῖνοι ἀτρέμας εἶχον, μεταστειλάμενος ὁ βασι λεὺς τὸν μάγιστρον Βασίλειον τὸν Θεοδωροκάνον τρεῖς εἰληφέναι προστάττει τριήρεις δρομάδας καὶ ἀπελθεῖν καὶ ἀποπειράσασθαι τῶν Σκυθῶν, εἴπερ δυνηθείη ἀκροβολιζόμενος πρὸς πόλεμον αὐ τοὺς ἐπισπάσασθαι. ὁ δὲ τὰς τριήρεις εἰληφὼς καὶ πρὸς τοὺς Σκύθας γενόμενος οὐ δι' ἀκροβολισμοῦ τῆς αὐτῶν ἀπεπειρᾶτο γνώμης, ἀλλ' εἰς μέσους ἑαυτὸν ὠθήσας ἑπτὰ μὲν σκάφη τῷ 2.553 σκευαστῷ καταφλέγει πυρί, τρία δὲ αὔτανδρα καταποντίζει. χει ροῦται δὲ καὶ ἓν αὐτὸς εἰσπηδήσας εἰς αὐτό, καὶ τῶν ἔνδον οὓς μὲν ἀποσφάξας οὓς δὲ καὶ τροπωσάμενος, τὴν τόλμην καταπλα γέντας αὐτοῦ. οἱ δὲ Σκύθαι καὶ τὸν βασιλέα ἤδη ὁρῶντες ἐρχό μενον σὺν παντὶ τῷ στόλῳ, καὶ λογισάμενοι, ὅπερ ἦν εἰκός, εἰ τοιαῦτα πεπόνθασι τρισὶ τριήρεσιν ἀντιστάντες πολεμούσαις, τί ἂν πάθοιεν βιαζόμενοι παντὶ τῷ στόλῳ συμπλέκεσθαι, ἀπέβλεψαν πρὸς φυγήν, καὶ εἰς τόπον ἀπορριφέντες σκοπέλους ἔχοντα καὶ πέτρας ὑφάλους τὰ πλείω τῶν σκαφῶν ἀπεβάλοντο, ἐπιτιθεμένων τούτοις ἀπὸ τῆς ξηρᾶς καὶ τῶν παραπορευομένων στρατιωτῶν καὶ ἀπολλύντων αὐτούς, ὡς εὑρεθῆναι μετὰ ταῦτα νεκροὺς ἐρριμμέ νους ἐν τοῖς αἰγιαλοῖς ἀμφὶ τὰς ιεʹ χιλιάδας. ὁ μὲν οὖν βασιλεὺς μετὰ τὴν τῶν Σκυθῶν ἧτταν ἐφ' ὅλας δύο προσμείνας ἡμέρας, κατὰ τὴν τρίτην ὑπέστρεψεν εἰς τὴν βασιλίδα, δύο τάγματα κατα λιπὼν καὶ τὰς λεγομένας ἑταιρείας, ὑφ' ἡγεμόνι ταττόμενα Νι κολάῳ τῷ παρακοιμωμένῳ καὶ Βασιλείῳ μαγίστρῳ τῷ Θεοδωρο κάνῳ, ἐφ' ᾧ τοὺς αἰγιαλοὺς ἐπισκοπεῖν καὶ παρατρέχειν καὶ φυλάττεσθαι, μή τις ἀπόβασις γένηται τῶν βαρβάρων, τὸν δὲ πάντα στόλον κατὰ τὸν Φάρον προσμένειν κελεύσας. καὶ ὁ μὲν βασιλεὺς ταῦτα διαπραξάμενος εἰσῆλθεν εἰς τὸ Βυζάντιον, οἱ περὶ τὸν παρακοιμώμενον δὲ καὶ τὸν Θεοδωροκάνον τοὺς αἰγια λοὺς περιιόντες, ἔνθα μετὰ τὴν τροπὴν ἐξεβράσθη τὰ σώματα τῶν βαρβάρων, πολλῆς λείας καὶ σκύλων ἐγένοντο κύριοι. καὶ τριήρεις δὲ τέσσαρες ἐπὶ εἴκοσι τοῦ λοιποῦ διαιρεθεῖσαι στόλου 2.554 εἵποντο φεύγουσι τοῖς βαρβάροις· ἔν τινι δὲ κόλπῳ ναυλοχούντων αὐτῶν παρῆλθον αὗται διώκουσαι. καὶ γνόντες οἱ Σκύθαι τὴν ὀλιγότητα, καὶ ἀκριβῶς καταλαβόντες ὡς οὐ πλείους τῶν φαινο μένων εἰσίν, ὑπερκερώσεις ποιησάμενοι ἀπὸ τοῦ ἔνθεν κἀκεῖθεν ἀκρωτηρίου καὶ συντόνῳ τῇ εἰρεσίᾳ χρώμενοι ἔσπευδον ἐγκολπώ σασθαι τοὺς ἐναντίους. οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς προτέρας κωπηλα σίας καὶ τοῦ διωγμοῦ κατάκοποι ὄντες, καὶ πρὸς τὸ πλῆθος τῶν βαρβαρικῶν σκαφῶν ἀποδειλιάσαντες, ἔκλιναν πρὸς φυγήν. ἐπεὶ δὲ ἔφθασαν τὰ τῶν βαρβάρων σκάφη στεφανώσαντα τὸ στόμα κατασχεῖν τοῦ κόλπου καὶ ἄπορος ἦν ἡ πρὸς τὸ πέλαγος διέξοδος, Κωνσταντῖνος μὲν πατρίκιος ὁ Καβαλλούριος, στρατηγὸς ὢν τῶν Κιβυρραιωτῶν, γενναίως ἔστη πρὸς πόλεμον μετὰ τῆς ἑαυτοῦ τριήρους καὶ λοιπῶν δέκα, καὶ εὐρώστως μαχόμενος κατεκόπη, ἐλήφθησαν δὲ καὶ τέσσαρες τριήρεις