503
αὔτανδροι σὺν τῇ ναυαρχίδι, καὶ πάντες οἱ ἐν αὐταῖς ἀπεσφάγησαν, τὰ δὲ λοιπὰ Ῥωμαϊκὰ πλοῖα ἐν βράχεσι καὶ ἀκταῖς καὶ σκοπέλοις ἀπερρίφησαν· ὧν συν τριβέντων οἱ μὲν τῶν ἐν αὐταῖς ὑποβρύχιοι γεγόνασι τῇ θαλάσσῃ, ἄλλοι δὲ ἑάλωσαν ὑπὸ τῶν βαρβάρων καὶ μαχαίρᾳ παρεδόθησαν καὶ δουλείᾳ, οἱ δὲ διασωθέντες πεζοὶ καὶ γυμνοὶ εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. οἱ δὲ Σκύθαι ὡς οὐκ εἰς ἔργον ἐχώρει αὐτοῖς τὰ τῶν ἐλπίδων, τῆς ἐπ' οἴκου πορείας ἐμνήσθησαν. ὑπο στρέφουσι δὲ τούτοις διά τε γῆς καὶ θαλάσσης (οὐδὲ γὰρ ἐξήρ κουν τοῖς πᾶσι τὰ σκάφη, τὰ μὲν ὑπὸ τῆς προηγησαμένης ναυαρ χίας καταποντισθέντα τε καὶ ληφθέντα, τὰ δὲ ὑπὸ κλύδωνος καὶ 2.555 τρικυμίας θλασθέντα, καὶ διὰ τοῦτο οἱ πλείους πεζῇ τὴν ὁδοιπο ρίαν ἐποιοῦντο) συναντήσας Κατακαλὼν Βέστης ὁ κεκαυμένος, ἄρχων ὢν τῶν περὶ τὸν Ἴστρον πόλεων καὶ χωρίων, κατὰ τὸν αἰγιαλὸν τῆς λεγομένης Βάρνας, καὶ συμβαλὼν ἐτρέψατο, καὶ ἀπέκτεινε μὲν πολλούς, ὀκτακοσίους δὲ ζωγρίας λαβὼν πεπεδη μένους ἐκπέμπει τῷ βασιλεῖ. οὗτος γὰρ ὁ ἀνὴρ καὶ ὅτε πρώτως τῶν οἰκείων ἠθῶν ἀπαναστάντες οἱ Σκύθαι πρὸς τὴν βασιλίδα ἠπείγοντο καὶ ἐς τὴν λαχοῦσαν αὐτὸν ἀρχὴν ἀποβάντες προνομὰς ἐποιοῦντο, τὸν ἀμφ' αὑτὸν ἀθροίσας λαὸν προσέρραξε τούτοις, καὶ γενναίως ἀγωνισάμενος ἐτρέψατό τε κατὰ κράτος καὶ εἰς τὰ οἰκεῖα σκάφη φυγεῖν ἠνάγκασε· καὶ πάλιν δὲ τὰ ἀγχίαλα τῆς ὑπ' αὐτὸν ἀρχῆς φυλάττων χωρία, καὶ προσμένων τὸ τέλος, ὑπο στρέφοντας δεξάμενος καὶ καρτερῶς ὑποστὰς εἰργάσατο τὰ εἰρη μένα. Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος ιβʹ, ἔτους #22φνβʹ, ἔπνευ σεν ἄνεμος σφοδρός, ὡς διαφθαρῆναι σχεδὸν τοὺς τῶν ἀμπέλων καρπούς.
Κατὰ τοῦτον τὸν χρόνον ἑορτῆς ἀγομένης τῶν ἁγίων μʹ μαρτύρων, ἐν τῇ θʹ τοῦ Μαρτίου μηνός, μέλλων ὁ βασιλεὺς εἰς 2.556 προσκύνησιν ἀπελθεῖν τῶν ἁγίων δημοσίᾳ προόδῳ κατεστασιάσθη παρὰ τοῦ δήμου. ἐξελθόντος γὰρ τούτου πεζῇ μετὰ πολλῆς δορυ φορίας ἀπὸ τοῦ παλατίου καὶ εὐφημίας, καὶ τὸν ἐν τῇ Χαλκῇ καταλαβόντος ναὸν τοῦ σωτῆρος, καὶ μέλλοντος ἐκεῖθεν ἐξιππά σασθαι καὶ πρὸς τὸν τῶν μαρτύρων ἀφικέσθαι σηκόν, ἐξαίφνης ἐξηχήθη φωνὴ ἀπὸ μέσου τοῦ πλήθους "ἡμεῖς τὴν Σκλήραιναν βασιλίσσαν οὐ θέλομεν, οὐδὲ δι' αὐτὴν αἱ μάνναι ἡμῶν αἱ πορ φυρογέννητοι Ζωή τε καὶ Θεοδώρα θανοῦνται." καὶ εὐθὺς συνεχύθη τὰ πάντα, καὶ ταραχὴ κατέσχε τὸ πλῆθος, καὶ ἐζήτουν τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰ μὴ τάχιον αἱ βασιλίδες προ κύψασαι ἄνωθεν κατεστόρεσαν τὸ πλῆθος, ἀπολώλεισαν ἂν οὐκ ὀλίγοι, ἴσως δὲ καὶ αὐτὸς ὁ βασιλεύς. κατευνασθείσης δὲ τῆς ταραχῆς ὑπέστρεψεν εἰς τὰ βασίλεια, τὴν εἰς τοὺς μάρτυρας ἄφι ξιν παραιτησάμενος. Ἰνδικτιῶνος δὲ ιγʹ ὁ κατὰ τοῦ Ἀνίου ἀρχὴν ἐλάμβανε πόλε μος. ἀλλὰ ῥητέον ἄνωθεν πῶς καὶ διὰ τίνα τρόπον ἡσυχίαν ἄγοντι τῷ τοῦ Ἀνίου τοπάρχῃ καὶ μηδὲν ἀπαίσιον διαπραττομένῳ Κων σταντῖνος ὁ βασιλεὺς πολεμεῖν ἐπεχείρησεν. ὅτε Γεώργιος ὁ Ἀβασ 2.557 γῶν ἀρχηγὸς ὅπλα κατὰ Ῥωμαίων ἐκίνησε, συμμαχῶν ἦν αὐτῷ καὶ Ἰωβανεσίκης ὁ τῆς τοῦ Ἀνίου κυριεύων χώρας. ἐπεὶ δέ, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, Βασίλειος ὁ βασιλεὺς ἀνελθὼν ἐν Ἰβηρίᾳ πα ρατάξεσιν ἠγωνίσατο κατὰ τοῦ Γεωργίου καὶ τοῦτον ἐτρέψατο καὶ συνέτριψε, φοβηθεὶς ὁ Ἰωβανεσίκης μή πως ὁ βασιλεὺς μηνιῶν διὰ τὴν συμμαχίαν ἀνήκεστόν τι ἐς αὐτὸν διαπράξηται, τὰς κλεῖς τῆς πόλεως εἰληφὼς αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ ἑαυτὸν ἐγχειρίζει ἐθελοντὴς καὶ τὰς κλεῖς παραδίδωσιν. ὁ δὲ τῆς συνέσεως τοῦτον ἀποδεξάμενος μάγιστρόν τε τιμᾷ καὶ ἄρχοντα διὰ βίου τοῦ Ἀνίου καὶ τῆς λεγομένης μεγάλης Ἀρμενίας προβάλλεται, ἔγγραφον ἀπαιτήσας ἀπ' αὐτοῦ γραμματεῖον ὡς μετὰ τὴν αὐτοῦ τελευτὴν ἐπανήξει πᾶσα ἡ τοιαύτη ἀρχὴ εἰς τὸ δίκαιον αὐτοῦ καὶ μέρος ἔσεται τῆς Ῥωμαϊκῆς. ἐγένετο ταῦτα. καὶ θνήσκει μὲν ὁ βασι λεύς, θνήσκει δὲ μετὰ χρόνους ἱκανοὺς καὶ ὁ Ἰωβανεσίκης· καὶ θανόντος αὐτοῦ Κακίκιος ὁ τούτου υἱὸς