504
διαδεξάμενος τὴν ἀρχὴν εἰρήνην μὲν διετήρει πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν, κατεῖχε μέν τοι τὴν πατρῴαν ἀρχήν, καὶ ἀποδοῦναι Ῥωμαίοις οὐκ ἤθελεν, ὡς τὸ πατρικὸν ἐβούλετο γραμματεῖον. εὑρὼν οὖν ἐν τοῖς ἀνακτό ροις τὸ γραμματεῖον ὁ Μονομάχος ἀπῄτει καὶ τὸ Ἀνίον καὶ τὴν πᾶσαν μεγάλην Ἀρμενίαν ὡς Βασιλείου τοῦ βασιλέως διάδοχος. τοῦ δὲ δοῦλον μὲν ἑαυτὸν ἀνομολογοῦντος Ῥωμαίων, ἀποστῆναι δὲ τῆς πατρῴας ἀρχῆς μὴ ἐθέλοντος, πολεμητέον ἐδόκει τῷ βα σιλεῖ. καὶ δὴ στρατὸν ἀγείρας καὶ Μιχαὴλ βέστῃ τῷ Ἰασίτῃ 2.558 ἐγχειρίσας, ἄρχοντι φθάσαντι προβληθῆναι τῆς Ἰβηρίας, πολε μεῖν ἐπεσκόπει τῷ Κακικίῳ· ὁ δὲ ἀπελθών, καθ' ὅσον οἷόν τ' ἦν, ἔσπευδεν ἐκπληροῦν τὰ προστεταγμένα. ὅπερ γνοὺς ὁ Κακίκιος, καὶ ὅτι ἀντὶ φίλου καὶ συμμάχου πολέμιος κέκριται, καὶ αὐτὸς τὰς αὐτοῦ δυνάμεις ἀγηοχὼς κατὰ τὸ ἐγχωροῦν αὐτῷ τοὺς ἐπιόν τας ἠμύνετο. κακῶς δὲ φερομένων τῶν πραγμάτων τῷ Ἰασίτῃ, πέμπεται καὶ ὁ Νικόλαος πρόεδρος ὁ δομέστικος τῶν σχολῶν, ὁ τοῦ βασιλέως Κωνσταντίνου παρακοιμώμενος, μετὰ βαρείας χει ρός, ὥστε τῷ πλήθει καὶ τῇ δυνάμει καταγωνίσασθαι τὸν Κακί κιον. στέλλονται δὲ γράμματα τοῦ βασιλέως πρὸς Ἀπλησφάρην τὸν ἄρχοντα τοῦ Τιβίου καὶ τῆς περὶ τὸν Ἀράξην ποταμὸν Περ σαρμενίας, παρακαλοῦντα τοῦτον κατὰ τὸ δυνατὸν δῃοῦν τὴν με γάλην Ἀρμενίαν καὶ τὴν ὑποκειμένην χώραν τῷ Κακικίῳ. ἀπελ θὼν οὖν ὁ Νικόλαος ἐκεῖνος μὲν ἔργου εἴχετο, τὰ δὲ γράμματα πέμπει πρὸς τὸν Ἀπλησφάρην, γράψας καὶ αὐτὸς καὶ παροτρύνας καὶ δώροις καὶ ὑποσχέσεσιν ἐρεθίσας ἐνεργοὺς θέσθαι τὰς βουλή σεις τοῦ βασιλέως. ὁ δὲ τὰ γράμματα δεξάμενος ἀμείβεται ἐπι τελῆ ποιῆσαι τὰ κεκελευσμένα, εἰ γράμμα πεμφθείη τούτῳ βασι λικὸν ἀσφάλειαν παρέχον αὐτῷ πάντα ἔχειν ἐν βεβαίῳ δεσποτικῶς τὰ φρούρια καὶ χωρία ὅσαπερ ἰσχύσειε νόμῳ πολέμου κτήσασθαι ἀπὸ τῶν διαφερόντων τῷ Κακικίῳ. ἐδέξατο τὸν λόγον ὁ βασι λεύς, καὶ χρυσοβούλλοις γραφαῖς ἐπιβεβαιοῖ ὅσα ὁ Ἀπλησφάρης ᾐτήσατο· καὶ δεξάμενος οὗτος τὸ γράμμα ἔργου ἥπτετο, καὶ 2.559 πολλὰ τῶν τοῦ Κακικίου ἐκπολιορκήσας κατέσχεν ὀχυρώματα καὶ χωρία. ὁ δὲ Κακίκιος ὑπό τε τῆς Ῥωμαϊκῆς δυνάμεως πολεμού μενος ὑπό τε τοῦ ἄρχοντος τοῦ Τιβίου λεηλατούμενος, καὶ τοῖς πᾶσιν ἀπεγνωκώς, σπένδεται πρὸς τὸν παρακοιμώμενον καὶ προσ χωρεῖ τῷ βασιλεῖ δι' αὐτοῦ, παραδοὺς τὴν πόλιν. καὶ ὁ μὲν ἐς τὸν βασιλέα ἐλθὼν καὶ μάγιστρος τιμηθείς, καὶ χωρία πολυ πρόσοδα κατά τε Καππαδοκίαν καὶ τὸν Χαρσιανὸν καὶ τὸν Λικαν δρὸν εἰληφώς, εἰρηνικὸν καὶ ἀτάραχον τὸν ἀπὸ τοῦδε ἔζησε βίον· ὁ δὲ Μονομάχος τὰ ἐκπολιορκηθέντα φρούρια παρὰ τοῦ Τιβιώτου καὶ χωρία ὡς μέρη τοῦ Ἀνίου ἐπιζητῶν, ἐπεὶ ἑκών γε ἐκεῖνος οὐ μεθίετο τούτων ἀλλ' ἀντείχετο τῆς χρυσοβούλλου γραφῆς, ἀναι ρεῖται πόλεμον πρὸς αὐτόν, καὶ πάλιν προστάττει τῷ παρακοι μωμένῳ μετά τε τῆς Ῥωμαϊκῆς χειρὸς τοῦ τε Ἰβηρικοῦ στρατοῦ καὶ τῆς ἐν τῇ μεγάλῃ Ἀρμενίᾳ δυνάμεως, ἧς κατῆρχεν ὁ Ἀνιώτης, τῷ Ἀπλησφάρῃ πολεμεῖν. πάσας οὖν οὗτος ἠθροικὼς τὰς δυνάμεις, καὶ ἄρχοντα αὐταῖς ἐπιστήσας Μιχαὴλ τὸν βεστάρχην τὸν Ἰασίτην καὶ τὸν ἑαυτοῦ δοῦλον Κωνσταντῖνον μάγιστρον τὸν Ἀλανόν, κατὰ τοῦ Τιβίου ἐκπέμπει. ὁ δὲ Ἀπλησφάρης στρατηγικώτατος ἄνθρωπος ὤν, εἴπερ τις ἄλλος, καὶ ἔργα πολεμικὰ καὶ βουλὰς ἐχθρῶν διασκεδάσαι δυνάμενος, πρὸς μὲν τὴν Ῥωμαϊκὴν δύναμιν εἰδὼς ἑαυτὸν μὴ ἀξιόχρεων οὐκ ἀντιπαρετάξατο, εἴσω δὲ τειχῶν συγκλείσας ἑαυτὸν καὶ τὸν παραρρέοντα μετοχετεύσας πο ταμόν, καὶ πᾶσαν ἐπικλύσας τὴν πεδιάδα καὶ ἀποτελματώσας πηλώδη τε οὖσαν καὶ τεναγώδη, προσέμενε τὴν ἐπέλευσιν τῶν 2.560 ἐναντίων, παρασπείρας ἐν τοῖς κύκλωθεν τῆς πόλεως οὖσιν ἀμπε λῶσι τοξότας πεζούς, καὶ κρύπτεσθαι καὶ προσμένειν κελεύσας, ἄχρις ἂν αὐτὸς τῇ σάλπιγγι ἐπισημήνηται τὸ ἐνυάλιον. οἱ δὲ τῶν Ῥωμαίων ἄρχοντες τόν τε εἰς τὴν πόλιν συγκλεισμὸν καὶ τὴν τῆς πεδιάδος ἐπίκλυσιν δειλίας ἔργον καὶ ἀπογνώσεως κρίναντες, ἄτα κτοι καὶ σποράδην ἄλλοι μὲν τοὺς ἵππους ἀποβάντες,