505
ἄλλοι δὲ καὶ ἔφιπποι, ὥς πῃ ἕκαστος ἐβούλετο, πρὸς τὴν πόλιν ἔτρεχον ὡς αὐτοβοεὶ ταύτην αἱρήσοντες. ἐπεὶ δὲ ἔνδον ἐγένοντο τῶν ἐν μέσῳ τῶν ἀμπελώνων ὁδῶν καὶ ἄχρι τῆς πόλεως ἔφθασαν, τότε δὴ τῇ σάλπιγγι σημήνας ὁ Ἀπλησφάρης ἔργου ἐκέλευσεν ἔχεσθαι, καὶ ἐξαναστάντες ἀπὸ τῶν λόχων οἱ πεζοὶ οἱ μὲν τόξοις οἱ δὲ λίθοις ἔβαλλον, ἄλλοι δὲ ἐτίτρωσκον ἀπὸ τῶν θριγγῶν, τῶν Ῥωμαίων κωλυομένων ὑπὸ τούτων τοὺς πολεμίους ἀμύνασθαι. γίνεται οὖν τροπὴ μεγάλη, καὶ σφάζεται Ῥωμαίων ἀπείρων πλῆθος, φυγεῖν μὴ δυναμένων τῶν ἵππων, ἀλλ' ἐμπιπτόντων εἰς τὸν πηλὸν καὶ τὰ τέλματα. μόλις οὖν σωθεὶς ὁ Ἰασίτης σὺν τῷ Κωνσταντίνῳ ἐν τῷ Ἀνίῳ αὐτάγγελοι τῆς συμφορᾶς τῷ Νικολάῳ γεγόνασιν. ἀγγελθέντος δὲ τοῦ συμβάντος ἀτυχήματος τῷ βασιλεῖ, ὁ μὲν Νικόλαος καὶ ὁ Ἰασίτης ἀφαιροῦνται τὰς ἀρχάς, προχειρίζονται δὲ ἀντὶ μὲν τοῦ Ἰασίτου δοὺξ Ἰβηρίας ὁ Κεκαυμένος, ἀντὶ δὲ τοῦ Νικολάου στρατηγὸς αὐτοκράτωρ Κωνσταντῖνος ὁ τῆς μεγάλης ἑταιρείας ἄρχων, εὐνοῦχος ἄνθρωπος, ἐκ Σαρακηνῶν ἕλκων τὸ γένος καὶ τῷ βασιλεῖ ὑπηρετήσας πρὸ τῆς βασιλείας καὶ πίστιν 2.561 τηρῶν ἐς αὐτόν· οἳ δὴ καὶ κατὰ χώραν γενόμενοι καὶ τὰς δυνά μεις συνηθροικότες ἔργου εἴχοντο. καὶ τῇ μὲν πόλει τοῦ Τιβίου, ἥτις ἦν τοῦ παντὸς ἔθνους μητρόπολις, προσβαλεῖν οὐκ ἠθέλησαν, ἀποπειρῶνται δὲ τῶν λοιπῶν φρουρίων τῶν ὅσα τῷ Ἀνίῳ ὑπό κειται. καὶ αἱροῦσι μὲν τὴν ἁγίαν Μαρίαν καὶ τὸ λεγόμενον Ἀμπίερ καὶ τὸν ἅγιον Γρηγόριον, λίαν ἐρυμνὰ καὶ ἀπόκρημνα ὀχυρώματι, τοῦ Ἀπλησφάρη πολλάκις ἐπιχειρήσαντος βοηθῆσαι αὐτοῖς πολιορκουμένοις, καὶ τοσαυτάκις ἡττηθέντος. ἔρχονται δὲ καὶ ἐπὶ τὸ φρούριον τὸ καλούμενον Χελιδόνιον, ἐπὶ βουνοῦ τε ἀποκρήμνου ἱδρυμένον καὶ οὐ πόρρω κείμενον τοῦ Τιβίου· καὶ κυκλωσάμενοι τοῦτο τάφροις καὶ χάραξι διὰ προσεδρείας ἠπείγοντο παραστήσασθαι· καὶ γὰρ δὴ καὶ ἐσπάνιζον τῶν ἀναγκαίων οἱ εἴσω τοῦ τείχους, μὴ φθάσαντες εἰσκομίσασθαι τὰ ἐπιτήδεια διὰ τὸ τῆς προσβολῆς ὀξύρροπον. καὶ παρεστήσαντο ἂν καὶ τοῦτο, εἰ μὴ αἰφνιδίως ἡ τοῦ πατρικίου Λέοντος τοῦ Τορνικίου ἐξ ἑσπέρας ἀνήφθη ἀποστασία. οὗτος γὰρ στρατηγῶν ἐν Ἰβηρίᾳ καὶ δια βληθεὶς ὡς τυραννιῶν τῆς τε ἀρχῆς παραστέλλεται καὶ μοναχὸς ἀποκείρεται καὶ εἰς τὴν πόλιν ἀχθεὶς οἴκοι μένειν ἐν Ἀδριανου πόλει προστάττεται. μὴ ἐνεγκὼν δὲ εὐφόρως τὰ εἰς αὐτὸν γεγο νότα ἀνιαρά, λάθρᾳ καὶ κατὰ μικρὸν τοὺς ἐν Ἀδριανουπόλει πρότερον ὑποποιεῖται στρατηγούς, ὁπόσοι ἔτυχον ὄντες παρεωρα μένοι καὶ ἄπρακτοι· διὰ δὲ τούτων καὶ τῶν αὐτοῦ συγγενῶν ὑπο φθείρας καὶ τοὺς ὅσοι τῶν Μακεδονικῶν ἦρχον ταγμάτων καὶ 2.562 Θρᾳκικῶν, καὶ τοὺς ὅσοι ἐσχόλαζον στρατιώτας καὶ τοὺς ὅσοι ταῖς λεηλασίαις καὶ ταῖς διαρπαγαῖς ἔχαιρον, καὶ χεῖρα ἱκανὴν συστησάμενος, ἀναγορεύεται βασιλεύς, καὶ ἅπαντα τὸν ὑπ' αὐ τὸν ἀγείρας λαὸν ὀξὺς ἐπιφαίνεται τῇ βασιλίδι, τοῦ βασιλέως μήτε ἱκανὸν λαὸν ἔχοντος πρὸς ἀντιπαράταξιν μήτε πιστεύοντος τοῖς πολίταις ὡς εὔνοιαν καὶ πίστιν φυλάξουσιν ἐς αὐτόν. καὶ διὰ τοῦτο ἄγγελος ἐς τὸν Κωνσταντῖνον ἐν Ἰβηρίᾳ πέμπεται δημο σίοις ἔποχος ἵπποις μετὰ γραμμάτων βασιλικῶν κελευόντων τῶν ἐν χερσὶν ἀφέμενον ἔργων ἀφικέσθαι ὡς τάχος μετὰ τῶν δυνάμεων ἐς τὴν βασιλίδα. δεξάμενος δ' οὗτος τὰ γράμματα, καίτοι ἐν χερσὶν ἔχων τὸ φρούριον, λύει μὲν τὴν πολιορκίαν, σπένδεται δὲ τῷ Ἀπλησφάρῃ, ἀσφαλισάμενος αὐτὸν ἀραῖς καὶ ὅρκοις ὡς εὔ νοιαν διαφυλάξει τῷ βασιλεῖ καὶ οὐδέποτε μελετήσει φαῦλον κατὰ Ῥωμαίων. οὕτω δὲ πράξας καὶ τὰς δυνάμεις ἀναλαβὼν σπου δαίως ἠπείγετο πρὸς τὴν βασιλίδα. καὶ τὸ μὲν Χελιδόνιον τοῦτον τὸν τρόπον διαδιδράσκει τὴν ἅλωσιν· ὁ δὲ Κωνσταντῖνος μετὰ τῶν ἑῴων ταγμάτων καὶ παντὸς τοῦ στρατοῦ κατελθὼν αὐτὸς μὲν εἴσεισιν εἰς τὴν βασιλίδα, τὸ δὲ πλῆθος ἅπαν περαιοῦται προστά ξει τοῦ βασιλέως εἰς Θρᾴκην, τὸ μὲν κατὰ τὴν ἀντίπορθμον τῇ βασιλίδι Χρυσόπολιν, τὸ δὲ κατὰ τὴν ἐν τῷ Ἑλλησπόντῳ Ἄβυδον. ἀλλὰ τοῦτο μὲν ὕστερον· πρὶν ἢ δὲ τὰς