506
δυνάμεις ἐλθεῖν, ὁ Τορνίκιος κατὰ τὸν Σεπτέμβριον μῆνα, τῆς αʹ ἐπινεμήσεως, βασι 2.563 λεύς, ὡς ἐλέχθη, ἀναρρηθεὶς θᾶττον ἢ λόγος τὴν βασιλίδα κατα λαμβάνει, ἐλπίζων αὐτοβοεὶ ταύτην αἱρήσειν διὰ τὸ μὴ εὐπορεῖν τὸν βασιλέα δυνάμεων. καὶ χάρακα πηξάμενος καταντικρὺ τῶν Βλαχερνῶν, ἔγγιστα τῆς μονῆς τῶν ἁγίων Ἀναργύρων, πρῶτον λόγοις καὶ ὑποσχέσεσιν ἀπεπειρᾶτο τῶν πολιτῶν, μηδενὸς δὲ προσέχοντος αὐτῷ ἤδη καὶ ἔργου ἥπτετο. καὶ αὐτὸς δὲ ὁ βα σιλεὺς διά τε τῶν πολιτῶν καὶ τῶν παρευρεθέντων κατὰ τύχην στρατιωτῶν ἀντιπαρετάττετο, τοὺς μὲν πολίτας καὶ τὸν δῆμον τάξας ἐπὶ τοῦ τείχους· τοὺς δὲ παρατυχόντας στρατιώτας καὶ ἄλλους τινὰς ὅσους οἱ τῆς συγκλήτου ἄρχοντες κελεύσει τούτου καθώπλισαν, μὴ πλέον τῶν χιλίων ὄντας, ἐξαγαγὼν τοῦ τείχους διὰ τῶν ἐν Βλαχέρναις πυλῶν ἀντιμετώπους ἔστησε τῷ τυράννῳ, τάφρον τινὰ προστησάμενος εἰς κώλυμα τῶν ἐπιόντων, δέον εἴσω πυλῶν ἐπέχειν καὶ ἀπὸ τῶν τειχῶν τοὺς ἐπιόντας ἀμύνεσθαι, πολλὰ τοῦ μαγίστρου Ἀργυροῦ τοῦ Ἰταλοῦ ποτνιωμένου καὶ παρακαλοῦντος εἴσω μένειν καὶ μὴ ἐξάλλεσθαι, καὶ μὴ θέλειν λαῷ συμπλέκε σθαι μαινομένῳ καὶ ὀργῶντι καὶ στρατιωτικαῖς μελέταις ἐνηθλη μένῳ μετὰ στρατιωτῶν ὀλιγοστῶν καὶ λαοῦ νεαλοῦς καὶ ἀπειροπο λέμου. ἀλλὰ ταῦτα λέγων οὐκ ἔπειθεν· ἀντέκειτο γὰρ Κωνσταν τῖνος ὁ τὴν ἐπωνυμίαν Λειχούδης, τὰ πρῶτα τότε παρὰ βασιλέως φέρων καὶ μέγα παρὰ τούτῳ δυνάμενος καὶ τῆς βουλῆς ταύτης ὑπάρχων πατήρ. ἐξελθόντων δὲ τούτων περὶ δείλην ὀψίαν, ὡς ἔγνω ὁ τύραννος, τὰς ἀμφ' αὐτὸν καθοπλίσας δυνάμεις ἔπεισι μετὰ ῥύμης μεγάλης, καὶ θᾶττον ἢ λόγος τὴν τάφρον διατεμὼν 2.564 τρέπεται τοὺς ἔνδον, ὧν οἱ μὲν ἁλίσκονται, οἱ δὲ φεύγοντες εἰς τὴν τῆς πόλεως τάφρον κατέπιπτον καὶ οἰκτρῶς ἀπώλοντο. ἔφευ γον δὲ καὶ ἀπὸ τοῦ τείχους κρημνιζόμενοι οἱ πολῖται, παραπλη σίως καὶ οἱ πυλωροὶ τῶν ἐν Βλαχέρναις τειχῶν τὰς πύλας ἀναπε τάσαντες. καὶ εἰ μὴ τύχη τις ἔσφηλε τῷ Τορνικίῳ τὰ πράγματα, εἰσῆλθεν ἂν ἀμογητὶ καὶ κύριος τῶν ἁπάντων ἐγένετο. ἄρτι δὲ διώξας ἄχρι τῆς παρὰ τῷ τείχει τάφρου ἐπέσχε τὸν διωγμόν, καὶ πάλιν ἀναθαρρήσαντες οἱ περὶ τὸν βασιλέα τάς τε πύλας κατέσχον καὶ τῆς φυλακῆς ἐπεμελήθησαν τῶν τειχῶν. τότε δὲ καὶ ὁ βασι λεὺς μικροῦ ἂν ἀπολώλει διὰ τόξου βληθείς, εἰ μὴ θεὸς προφα νῶς διεσώσατο, τοῦ οἰστοῦ ἐνεχθέντος εἴς τινος θεράποντος κά λυμμα στροβιλοειδὲς κεφαλῆς, ὅπερ καὶ τὸν ἔχοντα καὶ τὸν βα σιλέα διεσώσατο. τοῦτον δὲ τὸν τρόπον ἐγγὺς τοῦ ἁλῶναι ἡ πό λις ἐλθοῦσα διεσώθη. ὁ δὲ ἀποστάτης ἐπί τινας ἡμέρας προσ μείνας ἐν τῷ στρατοπέδῳ, ἐπειδὴ οἱ περὶ αὐτὸν κατὰ μικρὸν ὑπορρυέντες ηὐτομόλουν τῷ βασιλεῖ, πτοηθεὶς μή πως οἱ πάντες καταλιπόντες αὐτὸν οἰχήσονται ἢ καὶ κατασχόντες παραδῶσι τῷ βασιλεῖ, ἀναστὰς ἐκεῖθεν ὑπέστρεψεν ἐν Ἀρκαδιουπόλει. καὶ αὐτὸς μὲν σὺν Ἰωάννῃ τῷ Βατάτζῃ παρεμβολὴν πηξάμενος ἐκεῖσε προσέμενε, Θεόδωρον δὲ τὸν τὴν ἐπωνυμίαν Στραβομύτην καὶ τὸν λεγόμενον Πολὺν καὶ Μαριανὸν τὸν Βρανᾶν, ταγμάτων ἄρ χοντας δυτικῶν, καθ' αἵματος κοινωνίαν αὐτῷ ἐγγίζοντας, πο λιορκῆσαι ἐκπέμπει τὴν Ῥαιδεστόν· ἔτυχον γὰρ αἱ μὲν ἄλλαι Μα 2.565 κεδονικαὶ καὶ Θρᾳκικαὶ πόλεις προσχωρήσασαι τούτῳ, αὕτη δὲ μόνη εὔνοιαν ἐτήρει τῷ βασιλεῖ σπουδῇ τοῦ ταύτης ἀρχιερέως καί τινος ἐγχωρίου δυνάστου τοῦ λεγομένου Βατάτζη, συγγενοῦς ὄντος τοῦ Τορνικίου. ὡς δ' ἀπελθόντες ἐκεῖνοι καὶ χρονοτριβοῦντες οὐδὲν ἤνυον, ἄρας καὶ αὐτὸς ἄπεισιν ἐκεῖσε μετὰ παντὸς τοῦ στρατοῦ, καὶ πᾶσαν προσβολὴν καὶ μηχανὴν ἐπαγαγὼν τῇ πόλει καὶ πάντοθεν ἀποκρουσθεὶς εὐψύχως τῶν ἔνδον ἀποκρουομένων τὰς μηχανὰς ὑπέστρεψε πάλιν ἐν Ἀρκαδιουπόλει, λύσας τὴν πο λιορκίαν. ἄρτι δὲ καὶ τῶν ἑῴων στρατευμάτων διαπεραιωθέντων ἔκ τε Χρυσουπόλεως καὶ Ἀβύδου πρὸς Θρᾴκην, στρατηγὸν ἐπι στήσας αὐτοῖς ὁ βασιλεὺς Μιχαὴλ μάγιστρον τὸν Ἰασίτην πέμπει κατὰ τῶν ἀποστατῶν. ἀθροίσας δ' οὗτος ὑφ' ἓν τὰς δυνάμεις καὶ παραστρατοπεδεύσας