507
τοῖς ἀποστάταις μάχης μὲν οὐκ ἦρχεν, ἐκήδετο δὲ μᾶλλον τῶν ἀνηκόντων χωρίων τοῖς ἀποστάταις, καὶ τοῖς ἁλισκομένοις φιλανθρώπως ἐφέρετο, καὶ γράμματα λαθραίως ἔπεμπε πρὸς αὐτοὺς ἀμνηστίαν ἐπαγγελλόμενος κακῶν καὶ ἀγαθῶν δαψίλειαν. ἐπεὶ δὲ καὶ ὁ χειμὼν ἐπέστη καὶ τῶν ἀναγκαίων ἐσπά νιζον αὐτοί τε οἱ ἀποστάται καὶ τὰ ὑποζύγια καὶ οἱ ἵπποι, μὴ δυ νάμενοι πρός τε τὸ ψῦχος καὶ τὸν λιμὸν καὶ τοὺς ἐναντίους ἀντι καθίστασθαι, κατὰ μικρὸν προσερρυΐσκοντο τῷ μαγίστρῳ. καὶ μέχρι μὲν τῶν ἀφανῶν ἦν αὐτομολία καὶ οὐκ ἐπισήμων, ἐκαρτέρει καὶ ταῖς ἐλπίσιν ἐτρέφετο· ἐπεὶ δὲ Μαριανὸς ὁ Βρανᾶς καὶ Πολὺς καὶ Θεόδωρος ὁ Στραβομύτης καὶ οἱ ἐκ τοῦ γένους τοῦ Γλαβᾶ καί 2.566 τινες ἄλλοι τῶν ἐπισήμων ἀθρόοι καταλιπόντες αὐτὸν προσερρύη σαν τῷ Ἰασίτῃ, φυγὼν μετὰ Ἰωάννου τοῦ Βατάτζη, ὃς δὴ μετ' αὐτὸν ἐν τῷ στρατοπέδῳ τῶν ἀποστατῶν ἐτάττετο, ἐπείπερ ἄφυκτα ἦν, ἔν τινι κατέφυγεν ἐκκλησίᾳ, καὶ ἡ ἐπισύστασις τῶν ἀποστα τῶν ἐσκεδάσθη. καὶ τούτους μὲν ὁ Ἰασίτης πέμψας κατέσχε καὶ πρὸς τὸν βασιλέα πεπεδημένους εἰσάγει, τοῦ δὲ στρατοῦ ἕκαστος εἰς τὴν ἑαυτοῦ ἐπανῆλθε πατρίδα κελεύσει τοῦ βασιλέως. καὶ ὁ μὲν Τορνίκιος καὶ ὁ Βατάτζης ἀποτυφλοῦνται κατὰ τὴν ἑσπέραν τῆς ἑορτῆς τῆς τοῦ Χριστοῦ γεννήσεως, δημεύονται δὲ καὶ ὁπόσοι παρέμειναν ἕως τέλους εὖνοι τῷ τυραννήσαντι, ἀτίμως πρότερον περιαχθέντες διὰ τῆς ἀγορᾶς καὶ ἐξορίᾳ παραπεμφθέντες. καὶ ἡ μὲν ἀποστασία τοιοῦτον ἔσχε τὸ τέλος, ἄρχεται δὲ λοιπὸν τὰ ἀπὸ τῶν Τούρκων κακά. τίνες δὲ οἱ Τοῦρκοι, καὶ τίνα τρόπον ἤρ ξαντο πολεμεῖν Ῥωμαίοις, ἄνωθεν ἀναλαβὼν διηγήσομαι.
Τὸ τῶν Τούρκων ἔθνος γένος μέν ἐστιν Οὐννικόν, οἰκεῖ δὲ τὰ προσάρκτια τῶν Καυκασίων ὀρῶν πολυάνθρωπόν τε ὂν καὶ αὐτόνομον καὶ ὑπ' οὐδενὸς ἔθνους ποτὲ δουλωθέν. τῆς δὲ τῶν Περσῶν ἀρχῆς εἰς Σαρακηνοὺς διαλυθείσης, καὶ τῆς τῶν Σαρα κηνῶν ἐπικρατείας μὴ μόνον Περσίδος καὶ Μηδίας καὶ Βαβυλῶ νος καὶ Ἀσσυρίων κυριευούσης, ἤδη δὲ καὶ Αἰγύπτου καὶ Λιβύης καὶ μέρους οὐκ ὀλίγου τῆς Εὐρώπης, ἐπείπερ ἔτυχον ἐν διαφόροις καιροῖς ἀλλήλων καταστασιάσαντες καὶ ἡ μία καὶ μεγίστη ἀρχὴ αὕτη εἰς πολλὰ διῃρέθη μέρη, καὶ ἄλλον μὲν ἀρχηγὸν εἶχεν ἡ 2.567 Ἱσπανία, ἄλλον δὲ ἡ Λιβύη, ἄλλον δὲ ἡ Αἴγυπτος, ἄλλον δὲ ἡ Βαβυλών, ἕτερον δὲ ἡ Περσίς, καὶ πρὸς ἀλλήλους μὲν οὐχ ὡμο νόουν, μᾶλλον μὲν οὖν καὶ προσεπολέμουν οἱ γειτονοῦντες, ἀρχη γὸς Περσίδος καὶ Χωρασμίων καὶ Ὠρητανῶν καὶ Μηδίας ὑπάρ χων Μουχοῦμετ κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως, ὁ τοῦ Ἰμβραήλ, καὶ πολεμῶν Ἰνδοῖς καὶ Βαβυλωνίοις καὶ κακῶς ἐν τῷ πολέμῳ φερόμενος, ἔγνω δεῖν πρὸς τὸν ἄρχοντα Τουρκίας πρεσβεύσασθαι καὶ συμμαχίαν ἐκεῖθεν αἰτήσασθαι. πέμπει γοῦν πρέσβεις πρὸς αὐτὸν καὶ δῶρα πολυτελῆ, καὶ πεμφθῆναί οἱ ἐξαιτεῖ συμμάχους τὸν ἀριθμὸν τρισχιλίους. ὁ δὲ δεξάμενος ἀσμενέστατα τὴν πρεσβείαν καὶ τοῖς πεμφθεῖσι δώροις ἡσθεὶς ἐκπέμπει πρὸς αὐτὸν τοὺς τρισχιλίους, ἀρχηγὸν ἔχοντας Τραγολιπάκην Μου κάλετ τὸν υἱὸν Μικεήλ, ἅμα καὶ ἐλπίσας ὡς εἴπερ οὗτοι δυνη θεῖεν ἀποκρούσασθαι τοὺς ἐπεμβαίνοντας τοῖς Σαρακηνοῖς, ῥᾷστά τε τὴν τοῦ Ἀράξιδος ποταμοῦ γέφυραν τὴν κωλύουσαν Τούρκους ἐς Περσίδα ἰέναι ἅτε πεπυργωμένην οὖσαν ἔνθεν κἀκεῖθεν καὶ φρουροῖς πάντοθεν φυλαττομένην βατὴν θήσουσι περιελόντες τὰς φρουράς, καὶ ὑποχείριον αὐτῷ ποιήσουσι τὴν τῶν Περσῶν χώραν. ἀφικομένων τοίνυν τῶν μισθοφόρων, αὐτούς τε ἀναλαβόμενος ὁ Μουχοῦμετ καὶ τὰς ἑαυτοῦ δυνάμεις προσβάλλει τῷ τῶν Ἀράβων ἄρχοντι Πισασιρίῳ, καὶ ῥᾷον αὐτὸν τρέπεται, μὴ ὑποστάντων τὰς τῶν τόξων βολὰς τῶν Ἀράβων. ὑποστρέψας δὲ εἰς τὴν ἑαυ 2.568 τοῦ ἠπείγετο καὶ πρὸς τοὺς πολεμοῦντας Ἰνδοὺς διαγωνίσασθαι μετ' αὐτῶν. ἐκείνων δὲ ἐξαιτουμένων εἰς τὴν ἑαυτῶν ὑποστρέψαι συγχωρηθῆναι, ἀνεθείσης αὐτοῖς τῆς ἐν τῇ γεφύρᾳ φυλακῆς τοῦ Ἀράξιδος, ἐπείπερ ἐκεῖνος ἐνέκειτο καὶ βίαν ἐπενεγκεῖν ἐβούλετο, δείσαντες οὗτοι