508
μὴ καὶ πάθωσί τι δεινόν, ἀποστατοῦσι. καὶ τὴν Καρβωνῖτιν ὑποδύντες ἔρημον διὰ τὸ μὴ θαρρεῖν ὀλίγους πρὸς τοσαύτας ἀντιπαρατάξασθαι μυριάδας, ἐκεῖθεν ἐκδρομὰς ποιού μενοι ἐδῄουν καὶ ἔφερον τὰ Σαρακηνῶν. δυσανασχετήσας οὖν ὁ Μουχοῦμετ ἐπὶ τοῖς γινομένοις, στρατὸν ἀθροίσας ἀμφὶ τὰς κʹ χιλιάδας ἐκπέμπει κατὰ τῶν Τούρκων, ἐπιστήσας αὐτοῖς δέκα στρατηγοὺς ἀπὸ τῶν εὐγενεστάτων καὶ συνετωτάτων καὶ ἐπ' ἀν δρίᾳ μεμαρτυρημένων Σαρακηνῶν. ἄραντες οὖν οὗτοι ἀπήρχοντο πρὸς τὸν πόλεμον. καὶ εἰσελθεῖν μὲν εἰς τὴν ἔρημον διὰ τὴν τοῦ ὕδατος καὶ τῶν τροφῶν ἔνδειαν ἀλυσιτελὲς ἐλογίζοντο, ἔγγιστα δὲ τοῦ στόματος τῆς ἐρήμου στρατοπεδεύσαντες διεσκοποῦντο τὸ ποιητέον. ὁ δὲ Ταγγρολίπηξ ἐς τὸ βάθος αὐλιζόμενος τῆς ἐρή μου, ἐπείπερ ἔμαθε τὴν κατ' αὐτοῦ ἐκστρατείαν, ὁ τῶν Τούρκων ἀρχηγός, κοινολογησάμενος τοῖς μετ' αὐτοῦ καὶ ἐπιθέσθαι νυκτὸς τοῖς Σαρακηνοῖς καὶ Πέρσαις συμφέρον εἶναι νομίσας, ταχυπορίᾳ χρησάμενος ἐν δυσὶν ἡμέραις ἐπιτίθεται τῇ τρίτῃ νυκτὸς αὐτοῖς ἀμερίμνως σκηνουμένοις καὶ μηδὲν προσδεχομένοις κακόν. καὶ τούτους μὲν θᾶττον τρέπεται λόγου, αὐτὸς δὲ ἁρμάτων καὶ ἵππων καὶ χρημάτων κυριεύσας πολλῶν οὐκέτι λοιπὸν ὡς φυγὰς καὶ λῃ 2.569 στὴς κρυφίους ἐποιεῖτο τὰς ἐπιθέσεις, ἀλλὰ φανερῶς ἀντεποιεῖτο τῶν ὑπαίθρων, προσρυϊσκομένων αὐτῷ καὶ τῶν ὅσοι διὰ κακουρ γίας τότε ἐδεδίεσαν θάνατον, καὶ δούλων καὶ τῶν χαιρόντων ταῖς ἁρπαγαῖς, ὡς ἐν βραχεῖ τῷ χρόνῳ δύναμιν περὶ αὐτὸν ἀθροισθῆ ναι μεγίστην, περί που τὰς νʹ χιλιάδας. καὶ τὰ μὲν κατ' ἐκεῖνον ἐφέρετο τῇδε· ὁ δὲ Μουχοῦμετ μὴ ἐνεγκὼν μετρίως τὴν γενομένην τροπὴν ἀλλὰ βαρυθυμήσας τοὺς μὲν δέκα στρατηγοὺς ἀπετύ φλωσε, τοὺς δὲ διαφυγόντας στρατιώτας τὸν κίνδυνον θριαμβεύ σειν ἠπείλησε γυναικείους περιβεβλημένους στολάς, αὐτὸς δὲ πρὸς ἀντιπαράταξιν καθωπλίζετο. οἱ δὲ προηττηθέντες στρατιῶται μαθόντες τὰς ἀπειλὰς προσχωροῦσι τῷ Ταγγρολίπηκι. τοσαύτης οὖν προσγενομένης αὐτῷ καὶ τηλικαύτης δυνάμεως, ἀγείρας ἅπαντα τὸν στρατὸν ἠπείγετο πρὸς τὸν Μουχοῦμετ, καθολικῇ μάχῃ σπεύδων κρῖναι τὰ πράγματα. ἀλλὰ καὶ ἐκεῖνος καὶ Σαρα κηνοὺς καθοπλίσας καὶ Πέρσας καὶ Καβείρους καὶ Ἄραβας, καὶ στρατὸν συστησάμενος περί που τὰς πεντακοσίας χιλιάδας καὶ ἐλέφαντας πυργοφόρους ἑκατόν, καὶ πάντας τούτους ἀναλαβών, ὑπαντιάζει κατὰ τὸ λεγόμενον Ἀσπαχᾶν. καὶ γενομένης μάχης φοβερωτάτης ἔπεσον μὲν ἐξ ἀμφοτέρων πολλοί, πίπτει δὲ καὶ αὐτὸς ὁ Μουχοῦμετ· ἐξιππαζόμενος γὰρ ἀτάκτως ἔνθεν κἀκεῖθεν καὶ τὸν οἰκεῖον παραθαρρύνων λαόν, τοῦ ἵππου συμπεσόντος αὐτῷ ἐκτραχηλισθεὶς ἀπέθανε. τούτου δὲ πεσόντος τὸ σὺν αὐτῷ πλῆθος ὡμονόησε τοῖς ἐναντίοις, καὶ ὁ Ταγγρολίπηξ ὑπὸ πάντων ἀναγορεύεται βασιλεὺς τῆς Περσίδος. ἀναρρηθεὶς δὲ πέμψας 2.570 καθαιρεῖ τὴν ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος φυλακήν, καὶ ἄνετον δίδωσι τῷ βουλομένῳ τῶν Τούρκων τὴν ἐς τὴν Περσίδα πορείαν. ἀπολυθέντες δὲ οὗτοι εἰσέδραμον παμπληθεί, πλὴν τῶν ὅσοι τῆς ἑαυτῶν ἀντεποιοῦντο πατρίδος, καὶ καθελόντες Πέρσας καὶ Σα ρακηνοὺς αὐτοὶ κύριοι τῆς Περσίδος ἐγένοντο, τὸν Ταγγρολίπηκα σουλτάνον ὀνομάσαντες, τουτέστι παντοκράτορα καὶ βασιλέα βα σιλέων· ὃς πάσας τὰς ἀρχὰς τοὺς ἐγχωρίους ἀφελόμενος εἰς Τούρκους μετήνεγκε καὶ τὴν Περσίδα πᾶσαν πρὸς αὐτοὺς διέ νειμεν, ἐς τὸ παντελὲς κατασπάσας καὶ ταπεινώσας τοὺς ἐγχω ρίους. Ὡς δὲ καλῶς ἔχειν ἐδόκει τούτῳ τὰ πράγματα, πρότερον μὲν τοῖς ὁμόροις δυνάσταις ἤρξατο πολεμεῖν, καὶ πρὸς μὲν τὸν Πισσασίριον τῆς Βαβυλῶνος ἄρχοντα αὐτὸς δι' ἑαυτοῦ παρετά ξατο, καὶ διαφόροις μάχαις τοῦτον ἡττήσας καὶ ἀνελὼν κύριος καὶ τῆς Βαβυλωνίων χώρας ἐγένετο, πρὸς δὲ Καρβέσιον τὸν τῶν Ἀράβων ἀρχηγὸν Κουτλουμοῦς ἐκπέμπει, υἱὸν ὄντα τοῦ ἀδελφοῦ τοῦ οἰκείου πατρός, χεῖρα βαρεῖαν δοὺς αὐτῷ· ὃς ἀπελθὼν καὶ τοῖς Ἄραψι συμβαλὼν ἡττήθη καὶ αἴσχιστα ἔφυγεν. ὑποστρέφων δὲ ἀπὸ τῆς τροπῆς, καὶ μέλλων διοδεύειν ἀπὸ τῆς Μηδίας ἤτοι τοῦ