509
Βαασπρακὰν (ἦρχε δὲ τότε τῆς τοιαύτης χώρας ἐκ βασιλέως πεμφθεὶς Στέφανος πατρίκιος ὁ Κωνσταντίνου τοῦ παραδυνα στεύοντος τῷ βασιλεῖ τῆς Λειχουδίας υἱὸς) στέλλει πρὸς αὐτὸν πρεσβευτάς, ἀξιῶν συγχωρηθῆναι διελθεῖν ἀκωλύτως, ὑπισχνού 2.571 μενος μεθ' ὅρκων φρικωδεστάτων ἄψαυστον καὶ ἀσινῆ διατηρῆσαι τὴν χώραν. ὁ δὲ τοὺς πρέσβεις δεξάμενος καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑποτοπάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν ὡς εἰς πόλεμον ὑπαντιάζει τοῖς Τούρκοις. ὁ δὲ Κουτλουμοῦς περιαλγὴς μὲν ἐπὶ τοῖς πραττομένοις ἐγένετο (ἦν γὰρ ὁ κατ' αὐτὸν λαὸς ἅπας, ὡς ἐκ τροπῆς ἐπανήκων, πεζὸς καὶ ἄοπλος), ὅμως δὲ καὶ ἄκων ἠναγκάσθη ἀντιπαρατάξασθαι. καὶ συμβολῆς γενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, ἁλίσκεται δὲ καὶ αὐτὸς αἰχμά λωτος σὺν ἄλλοις πολλοῖς. καὶ τοῦτον μὲν διερχόμενος κατὰ τὸ Ταβρέζιον ἀπεμπολεῖ τῷ τοπάρχῃ τῆς χώρας, αὐτὸς δὲ πρὸς τὸν σουλτάνον ἐπανελθὼν καὶ περὶ τῆς τροπῆς ἀπολογούμενος μετε τίθει τὰς αἰτίας εἰς ἄλλους, καὶ ἐπηγγέλλετο, εἰ αὖθις δύναμιν λαβὼν ἐκστρατεύσει κατὰ τοῦ Καρβεσίου, ῥᾷον αὐτῷ παρα στήσειν τὴν Ἀραβίαν. ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖτο καὶ περὶ τοῦ Βαασπρακάν, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται δὲ ὑπὸ γυναικῶν, τοὺς πεπολεμηκότας πρὸς αὐτὸν στρατιώτας ὑπαινιτ τόμενος. ἀλλ' ἐκεῖνον μὲν ὁ σουλτάνος κατασχεῖν ἐμελέτα διὰ τὸ αἶσχος μηνίσας τῆς ἥττης καὶ ἀποκτεῖναι, πρὸς δὲ Ῥωμαίους ὅπλα κινῆσαι ἀπεδειλία, δεδιὼς καὶ φρίττων ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων τριῶν βασιλέων ἀνδραγαθήματα, Νικηφόρου Ἰωάννου καὶ Βασιλείου, καὶ ὑποπτεύων τὴν αὐτὴν ἀρετὴν ἔτι καὶ δύναμιν προσεῖναι Ῥωμαίοις. ὅμως ἀμφίρροπος ἦν καὶ διχογνώμων, καὶ ἐμελέτα τὸ ποιητέον. Κουτλουμοῦς δὲ γνοὺς 2.572 τὴν ἐπιβουλὴν φεύγει μετὰ τῶν σὺν αὐτῷ, καὶ πόλιν ὀχυρωτάτην κατασχὼν ἐν Χωρασμίοις κειμένην, ἥτις Πάσαρ ὠνόμασται, ἀν τίπαλος γίνεται τῷ σουλτάνῳ. ὁ δὲ τὸ νῦν ἔχον πρὸς τοῦτον μὲν διαπολεμεῖν οὐκ ἐδοκίμασε, πάσας δὲ τὰς ἑαυτοῦ δυνάμεις ἀθροί σας ἄπεισι κατὰ τῶν Ἀράβων, καὶ μάχης γενομένης πάλιν τρέπεται καὶ αὐτός. ἐπανελθὼν δὲ ἀπὸ τῆς τροπῆς, καὶ μὴ φέρων τὴν αἰσχύνην καὶ τὸ ἀπὸ τοῦ Κουτλουμοῦς ὄνειδος, αὐτὸς μὲν τὸ πλεῖστον πλῆθος ἀναλαβὼν ἄπεισιν εἰς τὸ Πάσαρ, καὶ διετέλεσε προσπολεμῶν μέχρι πολλοῦ τῷ οἰκείῳ ἀνεψιῷ, τῇ ὀχυρότητι τῆς πόλεως θαρροῦντι καὶ πολλάκις ἀναπεταννύντι τὰς πύλας καὶ ἐξερχομένῳ καὶ οὐ μικρῶς τοὺς περὶ τὸν σουλτάνον βλάπτοντι. κατὰ δὲ Ῥωμαίων δύναμιν ἐκπέμπει ἑτέραν, ἀμφὶ τὰς κʹ χιλιά δας, στρατηγὸν ἐπιστήσας αὐτῇ ἀδελφόπαιδα Ἀσὰν τὸν λεγόμενον κωφόν, ἐπισκήψας τὴν ταχίστην ἀφικέσθαι καὶ εἰ προχωροίη προσκτήσασθαι αὐτῷ τὴν Μηδίαν. καὶ ταῦτα μὲν ἐπράττετο ἐν Περσίδι. Παγκράτιος δὲ ὁ τῆς Ἰβηρίας ἀρχηγός, ἀκόλαστος ἄνθρω πος, ἐς τοῦ Λιπαρίτου τὴν κοίτην ἐξυβρίσας (ἦν δὲ ὁ Λιπαρίτης υἱὸς τοῦ ἐπὶ τοῦ βασιλέως Βασιλείου ἐν τῷ πρὸς τὸν Γεώργιον πολέμῳ ἀναιρεθέντος Ὁρατίου τοῦ Λιπαρίτου, ἐπὶ συνέσει τε καὶ ἀνδρίᾳ βεβοημένος καὶ μεγάλα μετὰ τὸν Παγκράτιον δυνάμενος ἐν τοῖς Ἴβηρσιν) ἠνάγκασε τοῦτον ἐπὶ τῷ γεγονότι δεινοπαθή σαντα ὅπλα κατ' αὐτοῦ κινῆσαι. καὶ πολέμῳ τοῦτον τρεψάμενος εἰς τὰ Καυκάσια καὶ τὴν ἔνδον ἀπελαύνει Ἀβασγίαν, ἐν τοῖς βα 2.573 σιλείοις τε γενόμενος τῇ ἑαυτοῦ μίγνυται πρὸς βίαν δεσποίνῃ, τῇ μητρὶ τοῦ Παγκρατίου, καὶ τῶν ὅλων τῆς Ἰβηρίας πραγμάτων κύριος γίνεται. γράμματά τε εἰς τὸν βασιλέα πέμψας φίλος καὶ σύμμαχος ἐξαιτεῖ γενέσθαι Ῥωμαίων· οὗ τὴν πρεσβείαν δεξάμενος οὗτος κοινοπραγεῖται μετ' αὐτοῦ. μετὰ δέ τινα χρόνον καὶ ὁ Παγκράτιος διὰ τοῦ Φάσιδος ποταμοῦ καὶ Σουάνων καὶ Κόλχων ὁδοιπορήσας ἔρχεται εἰς Τραπεζοῦντα, κἀκεῖθεν ἀγγέλους ἐκπέμ πει πρὸς βασιλέα, δηλῶν ὡς ἔφεσιν ἔχει εἰσελθεῖν ἐν τῇ βασιλίδι καὶ αὐτῷ ἐντυχεῖν.
Προσταχθεὶς οὖν εἴσεισι, καὶ τῷ βασιλεῖ ἐν τυχὼν πρῶτον μὲν ὀνειδίζει πολλὰ ὅτιπερ βασιλεὺς ὢν καὶ πρὸς ἀρχηγὸν οὐ μικρᾶς χώρας τῆς Ἀβασγίας σπονδὰς