510
ἔχων ταύτας μὲν ἠθέτησε, προσέθετο δὲ ἀνδρὶ ἰδιώτῃ καὶ δούλῳ ἀποστάτῃ, ἔπειτα καὶ καταλλάξαι ἀλλήλους παρακαλεῖ. ὃ δὴ καὶ γέγονε τῇ σπουδῇ τοῦ βασιλέως, σπεισαμένων ἀλλήλοις ὥστε τὸν μὲν Παγκράτιον κύριον εἶναι καὶ ἀρχηγὸν πάσης τῆς Ἰβηρίας καὶ Ἀβασγίας, αὐτὸν δὲ μέρους ἄρχοντα τῆς Μεσχίας διὰ βίου κύριον ἐκεῖνον ἔχειν καὶ βασιλέα. καὶ τὰ μὲν κατὰ τὴν Ἀβασγίαν κατήντησεν εἰς τοῦτο. Ἀσὰν δὲ ὁ κατὰ Ῥωμαίων πεμφθεὶς παρὰ τοῦ σουλτά νου, παρελθὼν τὸ Ταβρέζιον καὶ τὸ λεγόμενον Τεφλὶς ἦλθεν εἰς Βαασπρακανίαν, πάντα κείρων καὶ πυρπολῶν καὶ τοὺς προσπί πτοντας ἀναιρῶν, καὶ μηδὲ τῆς παιδικῆς φειδόμενος ἡλικίας. ὁ δὲ τῆς χώρας ἄρχων Ἀαρὼν βέστης, ὁ τοῦ Βλαδισθλάβου 2.574 υἱὸς καὶ τοῦ Προυσιάνου ἀδελφός, μὴ ἀξιόμαχον εἰδὼς ἑαυτὸν μηδὲ δυνάμενον ἀντιστῆναι πρὸς τοσαύτην Τούρκων πληθύν, γράμματα ἐκπέμπει πρὸς τὸν βέστην κατακαλῶν τὸν Κεκαυμένον τὸν Ἀνίου καὶ τῆς Ἰβηρίας κατάρχοντα, καὶ ὁπόση δύναμις παρακαλεῖ βοηθεῖν. ὁ δὲ τὰ γράμματα δεξάμενος, καὶ θᾶττον ἢ λό γος τὸν ἀμφ' αὐτὸν ἀγείρας λαόν, ἄπεισι διὰ ταχέων καὶ ἑνοῦται τῷ Ἀαρών. καὶ συμβουλῆς προτεθείσης πότερον νυκτομαχίᾳ χρηστέον ἢ φανερὰν μάχην ἀναδεκτέον, πρὸς οὐδέτερον ὁ Κεκαυ μένος κατένευεν, ἐγνώκει δὲ τρόπον ἄλλον καταστρατηγῆσαι τοὺς ἐχθρούς· συνεβούλευε γὰρ τὴν παρεμβολὴν καταλιπόντας ὡς εἶχε μετὰ τῶν σκηνῶν καὶ τῶν ὑποζυγίων καὶ τῆς ἄλλης ἀποσκευῆς, λόχους νυκτὸς ἐν ἐπικαιροτάτοις στῆσαι χωρίοις, κἀπειδὰν οἱ Τοῦρκοι ἀφίκωνται καὶ ἔρημον ἀνδρῶν εὑρόντες τὸν χάρακα πρὸς διαρπαγὰς τῶν ἔνδον χωρήσωσι, τότε δὴ τῆς ἐνέδρας ἀπαναστάν τας ἐπιθέσθαι αὐτοῖς. καί γε οὐ διεψεύσθη τοῦ σκοποῦ. ἕωθεν γὰρ ὁ Ἀσὰν ἀναστὰς ἐκ τῆς οἰκείας παρεμβολῆς κατὰ τὸν Στράγνα κειμένης ποταμὸν ἄπεισιν ὡς πρὸς πόλεμον· ὡς δὲ οὐδεὶς ὑπήντα, ἐπλησίασε δὲ καὶ τῷ χάρακι τῶν Ῥωμαίων, καὶ οὔτε φυλακὴν εἶχεν οὔτε φωνὴ ἐξηκούετο, ἀλλὰ κενὸς ἦν πάσης δυνάμεως, τότε δὴ φυγεῖν ὑπονοήσας τοὺς Ῥωμαίους ῥήγνυσί τε διὰ πολλῶν τόπων τὴν παρεμβολὴν καὶ διαρπαγὴν ποιεῖσθαι τῶν λαφύρων κελεύει. οἱ δὲ Ῥωμαῖοι περὶ δείλην ὀψίαν ἀναστάντες τῶν λόχων, ἀσυντάκτοις συντεταγμένοι προσρήγνυνται τοῖς Τούρκοις, καὶ 2.575 παραχρῆμα τρέπουσι τὸ ἀνυπόστατον μὴ ἐνεγκόντας τῆς Ῥωμαϊ κῆς ὁρμῆς. πίπτει μὲν οὖν πρῶτος ὁ Ἀσὰν ἐν τοῖς πρώτοις ἀγω νιζόμενος, πίπτει δὲ καὶ ὅσον ἄλκιμον τοῦ στρατοῦ. οἱ δὲ περι σωθέντες λίαν ὀλίγοι καὶ γυμνοὶ διὰ τῶν ὀρέων ἐς τὰς τῶν Περσαρμενίων διασώζονται πόλεις. Ὁ δὲ σουλτάνος διὰ τῶν ἀποδράντων μεμαθηκὼς τὸ συμβὰν ἀτύχημα εἰς μεγάλην ἐνέπεσεν ἀγωνίαν, καὶ ἐν σπουδῇ ἐποιεῖτο ὅπως ἂν τὴν γενομένην ἐπανορθώσηται ἀκληρίαν. καὶ δὴ λαὸν ἐπίλεκτον συστησάμενος ἔκ τε Τούρκων καὶ Καβείρων καὶ Λιμνι τῶν περὶ τὰς ρʹ χιλιάδας, καὶ Ἀβραμίῳ Ἀλεὶμ τῷ ἑτεροθαλεῖ ἀδελφῷ αὐτοῦ παραδοὺς ταύτας, κατὰ Ῥωμαίων ἐκπέμπει. ἀγ γελθείσης δὲ τῆς ἐφόδου, ἑνωθέντες πάλιν οἱ ἄνωθεν ῥηθέντες ἄρχοντες τῶν στρατευμάτων βουλὴν προετίθεσαν καὶ διεσκοποῦντο τὸ πρακτέον. καὶ τῷ μὲν Κεκαυμένῳ ἐδόκει μετὰ τῆς παρούσης δυνάμεως ὑπαντῆσαι τοῖς Τούρκοις ἔξωθεν τῶν Ῥωμαϊκῶν ὅρων, κἀκεῖσε διαγωνίσασθαι, ἔτι τῶν πλειόνων ἀντιπάλων ἀνίππων ὄν των καὶ τῆς ἄλλης δυνάμεως κεκμηκυίας ἀπὸ τῆς πλείστης ὁδοι πορίας, ἐπιλελοιπότων δὲ καὶ σιδηρίων τοῖς Τούρκοις, οἷς τὰς χηλὰς τῶν ζῴων εἰώθασι περιστέλλειν, ἐπῃρμένων δὲ καὶ τῶν Ῥωμαίων καὶ θαρραλέων ὄντων ἀπὸ τῆς προηγησαμένης νίκης, καὶ προθυμουμένων συμμῖξαι τοῖς πολεμίοις. τοὐναντίον δὲ ὁ Ἀαρὼν ἀπεφαίνετο, ἐπέχων τὰς δυνάμεις, λέγων ὀχυρῶσαί τε τὰς πόλεις καὶ τὰ φρούρια καὶ εἴσω τειχῶν συγκλεῖσαι τὰ πάντα, μηνῦσαί τε τῷ βασιλεῖ καὶ μὴ ἄνευ γνώμης ἐκείνου μετὰ δυνά 2.576 μεως μικρᾶς πρὸς τοσοῦτον πλῆθος πολεμῆσαι βαρβάρων. οὕτω δὲ τῶν στρατηγῶν ἀποφηναμένων ἐνίκησεν ἡ τοῦ Ἀαρὼν γνώμη. καὶ αὐτοὶ μὲν μετὰ τῆς στρατιᾶς ἀπελθόντες ἐν Ἰβηρίᾳ κατά τινα πεδιάδα ἐγχωρίως