512
Αὕτη δὲ καταλαβόντος ἤδη καὶ τοῦ Λιπαρίτου καταβᾶσα ἀπὸ τοῦ ῥηθέντος ὀχυρώματος ἔκειτο ἐν τῇ πεδιάδι κατὰ τοὺς πρόποδας τοῦ βουνοῦ ἔνθα περ ἵδρυται τὸ Καπετροῦ φρούριον. ἐρχομένων οὖν τῶν Τούρκων σποράδην, συνεβούλευε πάλιν ὁ Κε καυμένος συμβαλεῖν αὐτοῖς διεσπαρμένοις οὖσι καὶ ἀσυντάκτοις ἔτι. ἀλλ' ὁ Λιπαρίτης οὐκ ἤθελε διὰ τὴν ἡμέραν· ἦν γὰρ σάβ βατον, ιηʹ ἄγοντος τοῦ Σεπτεμβρίου μηνός, τῆς βʹ ἐπινεμήσεως, 2.579 ἐν ταῖς ἀποφράσι δὲ τῶν ἡμερῶν τῷ Λιπαρίτῃ τὸ σάββατον ἐνο μίζετο, ὅπερ ἀποτροπιαζόμενος ἀνεδύετο πολεμεῖν. καὶ τὰ μὲν τῶν Ῥωμαίων ἐν τούτοις, ὁ δὲ Ἀβράμιος διὰ τῶν προδρόμων μαθὼν ὅποι τε οἱ Ῥωμαῖοι ηὐλίζοντο καὶ ὅτι ἠρεμοῦσι, συντάξας τὰς ἑαυτοῦ δυνάμεις ἤρχετο συντεταγμένος πρὸς μάχην. τοῦτο δὲ καὶ ἡ ἀντίπαλος δύναμις ἰδοῦσα ἀκουσίως καὶ αὐτὴ ἀντιπαρε τάττετο, τὸ μὲν δεξιὸν ἔχοντος κέρας τοῦ Κεκαυμένου, τοῦ δὲ Ἀαρὼν τὸ εὐώνυμον, ἐν τοῖς μέσοις δὲ ὁ Λιπαρίτης ἐτάττετο. ἦν δὲ καὶ ἡ ὥρα περὶ βουλυτόν. τῷ μὲν οὖν Κεκαυμένῳ ἀντι μέτωπος ἦν ὁ Ἀβράμιος, τῷ δ' Ἀαρὼν Χωροσανίτης ἅτερος στρατηγός, καταντικρὺ δὲ τοῦ Λιπαρίτου Ἀσπὰμ Σελάριος ὁ τοῦ Ἀβραμίου ἑτεροθαλὴς ἀδελφός. συμπλοκῆς δὲ γενομένης ὁ μὲν Κεκαυμένος καὶ ὁ Ἀαρὼν τὰ κατ' αὐτοὺς ἐτρέψαντο κέρατα καὶ μέχρι φωνῆς ἀλεκτρυόνων ἐδίωκον, ὁ δὲ Λιπαρίτης, πεσόντος αὐτῷ τοῦ ἀνεψιοῦ δεινοπαθήσας καὶ μεθ' ὁρμῆς βιαίας ἐλάσας, τοῦ ἵππου αὐτοῦ τρωθέντος καὶ πεσόντος ἁλίσκεται. καὶ ὁ μὲν ἦν ἐν τούτοις, οἱ δὲ Ῥωμαῖοι παυθέντες ἐκ τῆς διώξεως καὶ τῶν ἵππων ἀποβάντες καὶ τῷ θεῷ δόντες ὕμνους ἐπινικίους, ἐν μιᾷ φωνῇ βοήσαντες τὸ τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν, προσέμε νον τὸν Λιπαρίτην, ἐλπίζοντες καὶ αὐτὸν διώκειν ὄπισθεν τῶν ἐχθρῶν. ἐπεὶ δὲ ἐφαίνετο οὐδαμοῦ, ἐν ἀμηχανίᾳ ἦσαν, δια ποροῦντες ὅ τι καὶ γένοιτο. οὕτω δὲ διαπορουμένοις αὐτοῖς ἔρ χεταί τις στρατιώτης τῶν ὑπ' ἐκείνῳ ταττομένων, καὶ μηνύει τοῖς στρατηγοῖς τὴν ἐκείνου τροπὴν καὶ τὴν ἅλωσιν, καὶ ὅπως ὁ Ἀβρά 2.580 μιος ἐκ τῆς φυγῆς ἐπανελθὼν καὶ τῷ οἰκείῳ ἑνωθεὶς ἀδελφῷ (ὁ γὰρ Ἀσὰν ἔπεσεν ἐν τῷ πολέμῳ) ἀναλαβόντες τὸν Λιπαρίτην καὶ τοὺς ἁλόντας τῶν Ἰβήρων ὑπενόστησαν εἰς τὸ λεγόμενον Καστροκώμιον, σπουδαίαν τὴν ὁδοιπορίαν ποιούμενοι. ἀπεπάγησαν πρὸς τὴν ἀκοὴν οἱ ἄρχοντες τοῦ στρατοῦ. ὅμως διανυκτερεύ σαντες ἄγρυπνοι, ἐπείπερ ἡμέρα ἐπέλαμψε καὶ βουλὴ προετέθη καὶ τοῖς πᾶσι συμφέρον ἐνομίσθη ἕκαστον οἴκαδε ἀπελθεῖν, ὁ μὲν Ἀαρὼν τὸν οἰκεῖον ἀνειληφὼς λαὸν ἄπεισιν εἰς τὸ Ἴβαν (μητρόπολις δὲ αὕτη τοῦ Βαασπρακάν), ὁ δὲ Κεκαυμένος μετὰ τῶν ἰδίων ἐπανῆλθεν εἰς τὸ Ἀνίον. ὁ δὲ Ἀβράμιος τῇ τοῦ Λιπαρίτου ἀρκεσθεὶς ἁλώσει, καὶ ὀλβιώτερον ἑαυτὸν κρίνας παντὸς ἀνθρώ που διὰ τὸ παρὸν εὐτύχημα, μηδὲν ἕτερον πολυπραγμονήσας, ἀλλ' ἐπιτείνας τὴν ὁδοιπορίαν, διὰ πέντε ἡμερῶν παραγίνεται εἰς τὸ λεγόμενον Ῥέ, κἀκεῖθεν ἄπεισιν εἰς τὸν σουλτάνον προπέμψας τὰ εὐαγγέλια καὶ τὴν τοῦ Λιπαρίτου μηνύσας κατάσχεσιν. ὁ δὲ τῷ δοκεῖν μὲν ηὐφράνθη καὶ ἠγαλλιάσατο ἐπὶ τῇ ἁλώσει τοῦ Λι παρίτου, ἐφθόνησε δὲ τῷ ἀδελφῷ τοιούτου καταξιωθέντι τοῦ εὐ τυχήματος, καὶ διὰ παντὸς ἐμελέτα καὶ πρόφασιν ἐζήτει τοῦτον ποιήσασθαι ἐκποδών. Τὸν μὲν οὖν Λιπαρίτην, ὡς ἐπύθετο τὴν τούτου κατάσχε σιν ὁ βασιλεύς, ὅλος ἐγένετο ἀναρρύσασθαι, καὶ δῶρα πολυτελῆ καὶ λύτρα πέμψας τῷ σουλτάνῳ διὰ Γεωργίου τοῦ λεγομένου ∆ρόσου (ὑπογραμματεὺς δὲ ἦν ὁ ∆ρόσος τοῦ Ἀαρὼν) ἐξαιτεῖται τὴν ἐλευθερίαν καὶ σπονδὰς εἰρήνης. ὁ δὲ σουλτάνος τὰς πρε 2.581 σβείας δεξάμενος, καὶ μεγαλοπρεπὴς θέλων εἶναι βασιλεὺς μᾶλ λον ἢ κάπηλος ἀνελεύθερος, ἀποδίδωσι τοῦτον δῶρον τῷ βασιλεῖ, λαβὼν μὲν τὰ λύτρα, πάντα δὲ τῷ Λιπαρίτῃ παρεσχηκώς, καὶ μεμνῆσθαι τῆς παρούσης ἡμέρας διὰ παντὸς παρεγγυησάμενος, καὶ μηδέποτε ὅπλα θελῆσαι τὸ ἀπὸ τοῦδε κινῆσαι κατὰ τῶν Τούρκων. ἀνεπλήρωσε δ' αὐτῷ τὴν πρὸς τὸν βασιλέα πρεσβείαν ὁ λεγόμενος παρ' αὐτοῖς σέριφος· δύναται δὲ τοῦτο τὸ