513
ὄνομα πρὸς τὸν παρ' αὐτοῖς χαλυφᾶν, ὅπερ ὁ παρ' ἡμῖν σύγκελλος πρὸς τὸν πατριάρχην πάλαι ἐδύνατο· ἐκείνου γὰρ ἀποθανόντος αὐτὸς εὐθὺς εἰς τὸν τούτου θρόνον ἐγκαθίδρυται. οὗτος τοίνυν ὁ σέριφος εἰσελθὼν ἐν τῇ βασιλίδι καὶ ἐς πρόσωπον ἐλθὼν τῷ βα σιλεῖ καὶ ὁμιλίαν, πολλά τε μεγαλαυχήσας καὶ φρυαξάμενος, καὶ τελευταῖον ὑπόφορον θέσθαι σπεύσας τὴν Ῥωμαίων τῷ ἑαυτοῦ σουλτάνῳ, ἐπεὶ μὴ εὗρε τὸν βασιλέα ἐπικλινῆ, ἄπρακτος ὑπε χώρησε πρὸς τὸν πέμψαντα. καὶ ὁ βασιλεὺς τὸ ἀπ' ἐκείνου ἐκ δεχόμενος πόλεμον ἀπὸ τοῦ σουλτάνου, καθ' ὅσον οἷόν τε ἦν, τὰ ὁμοροῦντα τῇ Περσῶν γῇ πέμψας κατησφαλίσατο. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, καὶ ἡ τῶν Πατζινάκων ἐπισυνέβη κίνησις· πῶς δὲ καὶ τίνα τρόπον, λεκτέον. Τὸ ἔθνος τῶν Πατζινάκων Σκυθικὸν ὑπάρχον, ἀπὸ τῶν λεγομένων βασιλείων Σκυθῶν, μέγα τέ ἐστι καὶ πολυάνθρωπον, πρὸς ὃ οὐδὲ ἓν αὐτὸ καθ' ἑαυτὸ Σκυθικὸν γένος ἀντιστῆναι δύνα ται. διῄρηται δὲ εἰς τρισκαίδεκα γενεάς, αἵτινες καλοῦνται μὲν πᾶσαι τῷ κοινῷ ὀνόματι, ἔχουσι δὲ ἑκάστη καὶ ἴδιον ἀπὸ τοῦ αὐ 2.582 τῆς προγόνου καὶ ἀρχηγοῦ τὴν προσηγορίαν κληρωσαμένη. νέμον ται δὲ τὰς πέραν Ἴστρου ἀπὸ τοῦ Βορυσθένους ποταμοῦ καὶ μέχρι Παννονίας ἡπλωμένας πεδιάδας, νομάδες τε ὄντες καὶ τὸν σκηνί την διὰ παντὸς ἀσπαζόμενοι βίον. τούτου τοῦ γένους ἀρχηγὸς ἦν τῷ τότε Τυρὰχ ὁ τοῦ Κιλτὲρ υἱός, εὐγενείας ἥκων ἐς τὸ ἀκρό τατον, ἀμβλὺς δὲ ἄλλως καὶ τὴν ἡσυχίαν φιλῶν. ἦν δὲ καὶ ἄλ λος τις ἐν τῷ ἔθνει τὴν κλῆσιν Κεγένης, υἱὸς τοῦ Βαλτζάρ, τὸ μὲν γένος ἄσημος καὶ σχεδὸν ἀνώνυμος, περὶ δὲ τὰ πολεμικὰ καὶ τὰς στρατηγίας κάρτα δραστηριώτατος, ὃς καὶ πολλάκις ἐπιόντας κατὰ τῶν Πατζινάκων τοὺς Οὔζους (γένος δὲ Οὐννικὸν οἱ Οὖζοι) ὑποστὰς ἐτρέψατο καὶ ἀπώσατο, τοῦ Τυρὰχ οὐχ ὅπως ἀντεπεξελ θεῖν μὴ θαρρήσαντος, ἀλλὰ καὶ καταδύντος εἰς τὰ παρὰ τῷ Ἴστρῳ ἕλη καὶ τὰς λίμνας.
Τὸν μὲν οὖν Τυρὰχ οἱ Πατζινάκαι ἐτίμων διὰ τὸ γένος, τὸν δὲ Κεγένη ἠσπάζοντο διαφερόντως διὰ τὸ τῆς ἀνδρίας ὑπερβάλλον καὶ τὴν ἐν τοῖς πολέμοις δεινότητα. ἅπερ ἀκούων καὶ βλέπων ὁ Τυρὰχ ἐδάκνετο τὴν ψυχήν, δεδιὼς περὶ τῆς ἀρχῆς, καὶ τρόπον ἐζήτει ὅπως ἂν τὸν Κεγένην ἀποσκευά σηται. ἐφίστησιν οὖν αὐτῷ λόχους πολλάκις, ἐγίνοντο δὲ πάντες ἀργοί. ἐπεὶ δὲ πολλάκις ἐπιχειρήσας κρυφίως ἠστόχησεν, ἔγνω δεῖν μὴ διαμέλλειν ἀλλ' ἐπιχειρεῖν φανερῶς. διὸ καὶ πλῆθος πέμψας καταλαβεῖν ἐκέλευσε τὸν ἄνδρα καὶ ἀνελεῖν. ὁ δὲ προ γνοὺς τὴν ἐπιβουλὴν φυγὰς πρὸς τὰ ἕλη γίνεται τοῦ Βορυσθένους, καὶ οὕτω διαφυγγάνει τὸν ὄλεθρον. ἐκεῖθεν δὲ κρυπτόμενος καὶ 2.583 λάθρᾳ πέμπων μηνύματα πρός τε τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὴν φυλήν, ἠδυνήθη τήν τε ἰδίαν γενεὰν ἀποστῆσαι τῆς τοῦ βασιλέως εὐνοίας (ἦν δὲ ἡ Βελεμαρνὶς) καὶ πρὸς ταύτῃ καὶ ἄλλην τὴν Παγουμανίδα· καὶ δύναμιν προσλαβόμενος ἀντιπαρατάττεται μετὰ τῶν δύο γενεῶν πρὸς τὸν Τυρὰχ τὰς ιαʹ ἔχοντα. καὶ ἐπὶ πολλὰς μὲν ἀντισχὼν ὥρας, ὅμως ὑπὸ τοῦ πλήθους καταπονη θεὶς τρέπεται. περιπλανώμενος δὲ ἐν τοῖς ἕλεσι καὶ σωτηρίαν ζητῶν μίαν ἔγνω ἑαυτοῦ τε καὶ τῶν σὺν αὐτῷ, τὴν εἰς τὸν βασιλέα τῶν Ῥωμαίων καταφυγήν. διὸ καὶ πρὸς τὸ ∆ορόστολον ἀφικό μενος, καὶ ἔν τινι ποταμίᾳ νησίδι περικλείσας ἑαυτὸν διὰ τὸ ἀνε πιβούλευτον μετὰ τῶν σὺν αὐτῷ (ἦσαν δὲ ἀμφὶ τὰς κʹ χιλιάδας), διαμηνύεται τῷ τῆς χώρας ἄρχοντι (ἦν δὲ Μιχαὴλ ὁ τοῦ Ἀνα στασίου υἱὸς) καὶ γνωρίζει ὅστις τε εἴη καὶ οἵας διαδιδράσκων τύχας ἀφῖκται, καὶ ὅτι αὐτόμολος βούλεται γενέσθαι τῷ βασιλεῖ, ὑπισχνούμενος δὲ καὶ εἰ προσδεχθείη, εἰς μεγάλην ὄνησιν ἔσεσθαι τοῖς τούτου πράγμασιν. ὁ δὲ τὰ μηνύματα λόγου θᾶττον πρὸς τὸν βασιλέα διαπορθμεύσας διὰ ταχέων κελεύεται τὸν ἄνδρα μετὰ τῶν συνόντων αὐτῷ προσδέξασθαι, καὶ τούτοις μὲν τὰ ἐπιτήδεια χορηγεῖν, αὐτὸν δὲ ἐνδόξως ἐς τὸ Βυζάντιον πεπομφέναι. καὶ ὁ μὲν ὡς ἐκελεύσθη διεπράξατο, ὁ δὲ Κεγένης εἰς τὴν βασιλίδα φοι τήσας καὶ ἐς λόγους ἐλθὼν τῷ βασιλεῖ φιλοφρόνως τε καὶ μεγαλο πρεπῶς ὑπεδέχθη, καὶ