514
ὑποσχόμενος αὐτός τε τὸ ἅγιον δέξασθαι βάπτισμα, παραπεῖσαι δὲ καὶ τοὺς συνόντας αὐτῷ τοῦτο ποιῆσαι, 2.584 εἰς πατρικιότητά τε ἀνήχθη, καὶ φρούρια τρία ἀπὸ τῶν ἐν ταῖς ὄχθαις ἱδρυμένων τοῦ Ἴστρου εἰλήφει καὶ γῆς πολλὰ στάδια, καὶ τοῦ λοιποῦ τοῖς φίλοις ἐνεγράφη καὶ συμμάχοις Ῥωμαίων. τὸ πλέον δ' ὅτι καὶ ὡς ὑπέσχετο ἀνεδέξατο τὸ ἅγιον βάπτισμα αὐτός τε καὶ οἱ σὺν αὐτῷ, Εὐθυμίου τινὸς εὐλαβοῦς μοναχοῦ πεμφθέν τος, τοῦ τὰ τοῦ θείου λουτροῦ παρὰ τῷ Ἴστρῳ ποταμῷ ἐκτελέ σαντος καὶ πᾶσι μεταδόντος τοῦ ἁγίου βαπτίσματος. Γενόμενος δὲ ἐν τῷ ἀσφαλεῖ, καὶ τὰς αἰφνιδίους ἐφόδους ἀσφαλισάμενος, πρὸς ἄμυναν ἐτράπετο τοῦ ἐχθροῦ, καὶ περαιού μενος τὸν Ἴστρον νῦν μὲν σὺν χιλίοις, εἶτα σὺν δισχιλίοις καὶ αὖ σὺν πλείοσιν ἢ ἐλάττοσι, καὶ ἐξ ἐφόδου προσπίπτων, τὰ μέγιστα ἐκάκου καὶ ἐλυμαίνετο τοὺς περὶ τὸν Τυρὰχ Πατζινάκας, ἄνδρας μὲν τοὺς προσπίπτοντας ἀναιρῶν, γύναια δὲ καὶ παῖδας ἀνδρα ποδιζόμενος καὶ πωλῶν τοῖς Ῥωμαίοις. ταύτας δὲ τὰς λαθραίας ἐπιθέσεις τοῦ Κεγένους μὴ φέρων ὁ Τυρὰχ διαπρεσβεύεται πρὸς τὸν βασιλέα, μηνύσας ὡς ἔδει τὸν μέγαν βασιλέα, σπονδὰς ἔχοντα μετὰ τοῦ γένους τῶν Πατζινάκων, μηδὲ προσδέξασθαι ὅλως τὸν ἀποστάτην αὐτῶν, ἐπεὶ δὲ προσεδέξατο, κωλύειν μὴ διαπερᾶν καὶ τοὺς ὑποσπόνδους λυμαίνεσθαι· ἢ οὖν κωλυθήτω ὁ ἀνὴρ τὰ τοιαῦτα πράττειν, ἢ μηδεμιᾶς τυχέτω συμμαχίας, ἢ γινωσκέτω ὁ βασιλεὺς ὡς καθ' ἑαυτοῦ τε καὶ τῆς ἑαυτοῦ χώρας ἐφέλκεται βαρύτατον πόλεμον. καὶ ταῦτα μὲν τὰ μηνύματα τοῦ Τυράχ, 2.585 ὁ δὲ βασιλεὺς τὰς ἀγγελίας δεξάμενος πρὸς ταύτας μὲν καὶ ἐπε κάγχασεν, εἰ διὰ Πατζινάκου ἀπειλὰς προδότης γένοιτο τοῦ εἰς αὐτὸν προσφυγόντος, καὶ κωλύειν τοῦ μὴ κακοῦν τοὺς κακώσαν τας, τοὺς δὲ πρεσβευτὰς ἀπράκτους ἐξέπεμψε. γράμματα δὲ πρός τε Μιχαὴλ τὸν ἄρχοντα τῶν παριστρίων πόλεων, ἔτι δὲ καὶ πρὸς αὐτὸν τὸν Κεγένην ἐκπέμπει, φυλάττειν ἀκριβῶς τὰς ὄχθας τοῦ ποταμοῦ· εἰ δέ τις ἐπίῃ βαρεῖα δύναμις, γράμμασι μηνύειν, ἵνα καὶ ἀπὸ τῶν δυτικῶν ταγμάτων ἐκπεμπόμενά τινα σὺν αὐτοῖς εἴργωσι τοῖς Πατζινάκαις τὴν τοῦ ποταμοῦ διάβασιν. ἔπεμψε δὲ καὶ τριήρεις ἑκατόν, ἐπισκήψας παραπλεῖν τὸν Ἴστρον καὶ πει ρωμένους διακωλύειν τοὺς Πατζινάκας περᾶν. ἐπανηκόντων δ' ἀπράκτων τῶν αὐτοῦ πρέσβεων, ὁ Τυρὰχ ἐχαλέπαινε καὶ ὠργί ζετο καὶ θᾶττον ηὔχετο καταλαβεῖν τὸν χειμῶνα. ἤδη δὲ τῆς φθινοπωρινῆς ληγούσης ὥρας καὶ τοῦ χειμῶνος ἐπιστάντος, τοῦ ἡλίου ὄντος ἐπὶ τὸν αἰγοκέρωτα, ἄνεμος ἔπνευσεν ἀπαρκτίας πο λύς, ὡς ἀποκρυσταλλωθῆναι μέχρι πεντεκαίδεκα πήχεων ἐς βάθος τὸν ποταμόν. πάσης οὖν φυλακῆς σχολασάσης, δραξάμενος ἀδείας ἧς ἐπιτυχεῖν ηὔχετο ὁ Τυρὰχ διαπερᾷ τὸν Ἴστρον μετὰ πάντων τῶν Πατζινάκων, ὄντων, ὡς ἐλέγετο, χιλιάδων ὀκτακοσίων, καὶ ἐς τὴν περαίαν ἱδρύετο, κείρων καὶ ἀφανίζων τὰ παραπίπτοντα. γράμματα δὲ πρὸς τὸν βασιλέα ἐστέλλετο βοηθεῖν δεόμενα τὴν ταχίστην. ὁ δὲ μηδ' ὅλα τὰ γράμματα ἀναγνοὺς τῷ δουκὶ Ἀδρια 2.586 νουπόλεως γράφει (ἦν δὲ Κωνσταντῖνος μάγιστρος ὁ Ἀριανίτης) τὰς Μακεδονικὰς εἰληφότι δυνάμεις, ἔτι δὲ καὶ πρὸς Βασίλειον Μοναχὸν τὸν ἡγεμόνα τῆς Βουλγαρίας τὴν Βουλγαρικὴν εἰληφότα χεῖρα ἀφικέσθαι καὶ ἑνωθῆναι τῷ Μιχαὴλ καὶ τῷ Κεγένῃ καὶ μετ' αὐτῶν πρὸς τοὺς Πατζινάκας διαγωνίσασθαι. ὧν κατὰ τὸ βασι λικὸν ποιησάντων ἐπίταγμα καὶ πάντων ὑφ' ἓν γενομένων, ἀνα λαβὼν ὁ Κεγένης τὰς Ῥωμαϊκὰς φάλαγγας ἐν τοῖς ὑπαίθροις στρατοπεδεύεται, καὶ καθ' ἑκάστην ἐπιὼν ἐξ ἐφόδου οὐ μικρὰ τοὺς Πατζινάκας ἐλύπει. τούτοις γὰρ ἅμα τῇ τοῦ ποταμοῦ δια βάσει ἀφθονίαν ζῴων εὑροῦσι πολλὴν καὶ οἴνου καὶ τῶν ἐκ μέλιτος κατασκευαζομένων πομάτων, ὧν οὐδὲ ἀκοὴν ἔσχον πώποτε, καὶ ἀνέδην τῶν τοιούτων ἐμφορουμένοις νόσος ἐσπίπτει κοιλιακὴν διά θεσιν ἔχουσα, καὶ ἀπώλλυντο ἑκάστης ἡμέρας ἀναρίθμητα πλήθη. ὅπερ πυθόμενος ὁ Κεγένης διά τινος αὐτομόλου, καὶ καιρὸν ἐπι τήδειον κρίνας τοῦτον εἶναι τοῖς ἐχθροῖς ἐπιθήσεσθαι, ὁπότε καὶ χειμῶνι καὶ νόσῳ