516
διαβάσεως. ἐπεὶ δὲ ἐν τῷ αἰγιαλῷ ἐγένοντο, μηδὲν πλέον εἰπὼν ὁ Καταλεὶμ ἀλλ' ἢ μόνον "ἑπέσθω ὁ βουλόμενος αὐτόν τε περιεῖναι καὶ πάν τας τοὺς Πατζινάκας" τὸν ἵππον μυωπίσας εἴσεισιν εἰς τὴν θά λασσαν. τοῦτο καὶ ἄλλος ἰδὼν ἐποίησε, καὶ ἐπ' ἐκείνῳ ἄλλος, καὶ εὐθὺς τὸ πλῆθος ἅπαν· καὶ διανηξάμενοι περαιοῦνται κατὰ τὸν ἅγιον Ταράσιον, οἱ μὲν αὐτοῖς ἅρμασιν, οἱ δὲ πρότερον τὰ ἅρματα ἀπορρίψαντες. καὶ περαιωθέντες καὶ τὴν πορείαν ἐπι τείναντες ἴσχυσαν διασωθῆναι πρὸς τοὺς οἰκείους κατὰ τὴν Τρια δίτζαν, μηδενὸς ἀντιστῆναι ἢ κωλῦσαι τολμήσαντος· τὸ γὰρ αἰ φνίδιον τῆς ἐφόδου εὔκολον αὐτοῖς τὴν πορείαν εἰργάσατο. ἑνω θέντες οὖν τοῖς ἐν Τριαδίτζῃ Πατζινάκαις διακηρυκεύονται καὶ πρὸς τοὺς ἐν ταῖς ἄλλαις χώραις καθιδρυμένους. γενόμενοι οὖν οἱ πάντες ἄθροισμα ἕν, καὶ ἀνθ' ὅπλων ἀξίνας γεωργικὰς καὶ δρέπανα καὶ ἄλλα σιδήρια λαμβάνοντες ἀπὸ τῶν ἀγρῶν καθοπλί ζονται, καὶ ἐν Φιλιππουπόλει γενόμενοι καὶ τὸν Αἷμον διαβάντες τὸ μὲν πλῆθος ἅπαν περὶ τὸν λεγόμενον Ὄσμον ποταμὸν κατεσκή νωσεν ἐν τῇ παριστρίῳ πεδιάδι, μόνος δὲ ὁ Σελτὲ ἐν τῷ Λοβιτζῷ 2.590 προσμείνας διανεπαύετο. ἄρτι δὲ καὶ τὰς Μακεδονικὰς ἀθροίσας δυνάμεις ὁ Ἀριανίτης καταδιώκει ὄπισθεν αὐτῶν. καὶ καταλα βὼν ἐν τῷ Λοβιτζῷ τὸν Σελτὲ κατεσκηνωμένον, τοῦτον μὲν κρα τῆσαι οὐχ ἴσχυσεν (ἔφθασε γὰρ διαδράς), τὴν δὲ πᾶσαν αὐτοῦ στρατοπεδείαν κατασχὼν ὑπέστρεψε. καὶ τὰ μὲν τῆς ἑσπέρας τοῦτον ἔσχε τὸν τρόπον. Ὁ δὲ σουλτάνος, ὡς εἴπομεν, βαρυθυμήσας διὰ τὴν τῶν αὐτοῦ καταφρόνησιν πρέσβεων καὶ τὴν τῶν θελημάτων ἀστοχίαν, ἄρας μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως ἔξεισι κατὰ τῆς ὑπηκόου Ῥωμαίοις· καὶ κατελθὼν ἄχρι τοῦ λεγομένου Κωμιοῦ, καὶ μηδὲν ὅ τι καὶ λόγου ἄξιον διαπράξασθαι δυνηθεὶς (ἔφθασαν γὰρ οἱ τῆς χώρας προασφαλίσασθαι ἑαυτούς τε καὶ τὰ αὐτοῖς ἀναγκαιό τατα ἐν τοῖς φρουρίοις· γέμει δὲ ἡ Ἰβηρία φρουρίων ἐρυμνοτά των), προσωτέρω δὲ προβῆναι μὴ θαρρήσας τῷ πυθέσθαι τὰς Ῥωμαϊκὰς ἐν Καισαρείᾳ δυνάμεις ἀθροίζεσθαι, ὑπέστρεψε τῷ θυμῷ φλεγμαίνων καὶ μέγα τι ζητῶν κατεργάζεσθαι. γενόμενος δὲ κατὰ τὸ Βαασπρακάν, καὶ παραπλησίως κἀκεῖ τὰ πάντα τει χήρη εὑρών, ἐπέβαλε ταῖς πολιορκίαις, καὶ ἀπεπειράσατο πρότε ρον τοῦ λεγομένου Μαντζικίερτε· πόλις δὲ τὸ Μαντζικίερτε ἐν γῇ ὁμαλῇ μὲν κειμένη, τείχεσι δὲ τρισὶ στεφανουμένη καὶ ὕδασι πολ λοῖς ἔνδον κατάρρυτος πηγιμαίοις· τότε δὲ καὶ ἔτυχεν ἀφθόνως εἰσκομίσασα τὰ ἀναγκαῖα. ταύτην οἰηθεὶς ὁ σουλτάνος ῥᾳδίως ἐκπολιορκῆσαι τῷ ἐν εὐεπιβουλεύτῳ ἱδρύσθαι τόπῳ, χάρακα πηξάμενος ἔγγιστα ἐπεχείρει πολιορκεῖν, καὶ διέμεινεν ἐπὶ τριά 2.591 κοντα ἡμέρας ταύτην ἀνενδότως πολιορκῶν, ποικίλαις ἑλεπόλεσι χρώμενος καὶ παντοίοις εἴδεσι μηχανημάτων. εὐρώστως δὲ τῶν ἔνδον ἀποκρουομένων τὰς προσβολὰς ἐμπειρίᾳ καὶ συνέσει τοῦ στρατηγοῦ (ἦν δὲ Βασίλειος πατρίκιος ὁ ἀπὸ Κάπης), ἐπείπερ ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἐβουλεύσατο λῦσαι τὴν πολιορκίαν καὶ ὑποστρέψαι. ἀνέκοψε δὲ τῆς ὁρμῆς αὐτὸν Ἀλκὰν ὁ τῶν Χωρασμίων ἡγεμών, αἰτησάμενος μίαν ἔτι προσμεῖναι ἡμέραν καὶ αὐτῷ ἐπιτρέψαι τὸν κατὰ τῆς πόλεως πόλεμον. ἡσθεὶς δὲ τῷ αἰτήματι ἐπέσχε τὴν ἀναζυγήν. ἕωθεν οὖν ὁ Ἀλκὰν τὸν ἀμφ' αὐτὸν ἀθροίσας ἅπαντα λαόν, καὶ θεωρὸν ἐπί τινος γεωλόφου κατὰ τὴν ἑῴαν στήσας πύλην τὸν σουλτάνον αὐτὸν καὶ τοὺς ὅσοι τῶν Τούρκων ἦσαν ἐπισημότατοι, τὰς ἑλεπόλεις λαβὼν ἄπεισιν εἰς τὴν εἰρημένην πύλην· ἐκεῖσε γὰρ ἐδόκει τὰ τείχη τῆς πόλεως ταπεινότερά τε καὶ ἀσθενέστερα, καὶ ὁ τόπος ἀνάστημα ἔχων καὶ τῇ πολιορκίᾳ προσβοηθῶν, ἄνωθεν διδοὺς βάλλεσθαι τοὺς εἴσω τοῦ τείχους ὑπὸ τῶν ἔξω. διελὼν οὖν διχῇ τὴν δύναμιν, καὶ τὴν μὲν στήσας ἐπὶ τοῦ ἀναστήματος ἐπιμόνῳ χρῆσθαι κελεύει τῇ τοξείᾳ, αὐτὸς δὲ σκηνὰς ἐκ λύγων ἔχων πεπλεγμένας, βοείαις βύρσαις ἄνωθεν ἐσκεπασμένας καὶ τροχοὺς ἐχούσας ὑπὸ τὰς τῶν βασταζόντων κιόνων βάσεις (λέσσας τὰς τοιαύτας κατονομάζουσι μηχανάς), λαοῦ πλήσας δικέλλας φέροντος καὶ σκαπάνας καὶ ἄλλα