518
κατονομάζεται) σὺν ἅπαντι τῷ στρατῷ. μήπω δὲ ἐντυχὼν τῷ βασιλεῖ, μηδ' ὅτου μετεκλήθη χάριν μαθών, ἐπιβουλεύεται ταύτῃ τῇ νυκτὶ ὑπὸ Πατζινάκων τριῶν μετὰ ξιφῶν ἐπελθόντων κοιμωμένῳ καὶ πληγὰς ἐπενεγκόν των αὐτῷ, μὴ μέντοι καιρίας· γνωσθέντες γὰρ εὐθὺς ὑπὸ τῶν σωματοφυλακούντων τάς τε πληγὰς ἀσθενεῖς ἐπιφέρουσι, καὶ πρὸς φυγὴν ὁρμήσαντες βοηδρομήσαντος τοῦ πλήθους μετὰ Βαλτζὰρ υἱοῦ τοῦ Κεγένους ἁλίσκονται. ἕωθεν οὖν ὁ Βαλτζὰρ ἐφ' ἁμά ξης τετρατρόχου τὸν ἑαυτοῦ πατέρα θείς, καὶ τοὺς ἐπιβουλεύ σαντας ὄπισθεν τῆς ἁμάξης ἕλκων πεπεδημένους (οὐδὲν γὰρ εἰς αὐτοὺς διαπράξασθαι πλέον ἐτόλμησεν ἐπιβοωμένους τὸν βασιλέα), 2.595 ἅμα παντὶ ἐφίππῳ τῷ στρατῷ, αὐτὸς πεζὸς σὺν τῷ ἀδελφῷ Γου λίνῳ ἑπόμενος τῇ ἁμάξῃ ὑπὸ δυοῖν ἑλκομένῃ ἵππων, ἔρχεται πρὸς τὸν βασιλέα. καὶ κατὰ τὸ ἱπποδρόμιον γενόμενος ταύτην μὲν ἵστησιν ἐκεῖσε, αὐτὸς δὲ εἴσεισι πρὸς τὸν βασιλέα, τῆς φήμης προδραμούσης καὶ προοδοποιησάσης αὐτῷ τὴν εἴσοδον. ὃν εἰσ αχθέντα ὁ βασιλεὺς ἐπήρετο διὰ τί μὴ εὐθὺς τιμωρὸς ἐγένετο τῶν τοῦ πατρὸς φονέων· τοῦ δὲ φήσαντος ὅτιπερ τὸ σὸν ἐπεκαλοῦντο συνεχῶς ὄνομα, εἰς ὑποψίας ἀτόπους ἐνέπεσεν ὁ βασιλεύς, καὶ λόγου θᾶττον ἐκπέμψας ἄγει τοὺς δεσμίους πρὸς ἑαυτόν, καὶ τὴν αἰτίαν ἐπυνθάνετο δι' ἥνπερ ἐπεχείρησαν τὸν πατρίκιον ἀνελεῖν. τῶν δὲ φησάντων ὅτιπερ κακόνους ἦν τῇ βασιλείᾳ σου καὶ τῇ πό λει, ὄρθρου μελετῶν εἰσελθεῖν καὶ πάντας μὲν κατασφάξαι τοὺς ἔνδον, λαφυραγωγῆσαι δὲ καὶ τὴν πόλιν καὶ πρὸς τοὺς Πατζινά κας ἐπαναδραμεῖν, δέον ἐξετάσαι τὰ λεχθέντα καὶ εὑρεῖν τὴν ἀλή θειαν, ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἀλλ' ἀδεσπότοις πιστεύσας συκοφαντίαις καὶ ἀσυστάτοις τὸν μὲν Κεγένην ἄγει πρὸς τὰ βασί λεια καὶ ἐν προσχήματι τάχα θεραπείας καὶ ἰατρείας ἐν τῇ ἐλε φαντίνῃ καθείργνυσι, τοὺς δὲ τούτου υἱοὺς ἐν ἑτέρῳ καὶ ἑτέρῳ τόπῳ διίστησιν ἀπ' αὐτοῦ. τὸ δὲ πλῆθος τῶν Πατζινάκων βρώ μασι καὶ πόμασι παντοίοις πρὸς τὸ δοκεῖν εὐνοεῖν ἀνελάμβανε, σπεύδων, εἰ οἷόν τε, τῶν ἁρμάτων τούτους ἀπογυμνῶσαι καὶ τῶν ἵππων καὶ κατασχεῖν καὶ φρουρῆσαι, τοὺς ἐπιθεμένους τῷ φόνῳ ἀνέτως καὶ ἐλευθερίως, ὅπῃ καὶ ὡς βούλονται, διάγειν κελεύσας. 2.596 καὶ ἐδόκει μὲν ταῦτα διαπραξάμενος λανθάνειν, ἀλλὰ τὸν δῆμον οὐκ ἔλαθε τῶν Πατζινάκων. τήν τε γὰρ τοῦ αὐτῶν καθηγεμόνος κατάσχεσιν καὶ τὴν τῶν ἐκείνου υἱῶν διάζευξιν οὐ χρηστὸν οἰωνὸν ἐλογίζοντο, καὶ σημεῖον κακονοίας προφανὲς ἐνόμιζον τὴν τῶν ἐπιβούλων ἐλευθερίαν. διὸ καὶ τὰ μὲν πεμφθέντα ἐδέξαντο μετ' εὐχαριστίας, καὶ τὸν βασιλέα εὐφήμησαν, καὶ δι' ὧν ἐποίουν ἀποδεχομένοις ἐῴκεσαν τὰ πραχθέντα· νυκτὸς δὲ ἐπι γενομένης, μηδενὸς ὑποτοπάσαντος ἄραντες ἐκ τῆς παρεμβολῆς καὶ συντόνῳ δι' ὅλης νυκτὸς χρησάμενοι τῇ ὁδοιπορίᾳ, τριταῖοι τὸν Αἷμον διαβάντες ἑνοῦνται καὶ αὐτοὶ τῷ πλήθει τῶν Πατζι νάκων. γενόμενοι γοῦν ἅπαντες ὑφ' ἕν, ἤδη δὲ καὶ ὅπλων ἀπο χρώντως ηὐπορηκότες διαπερῶσι τὸν Αἷμον, καὶ παρεμβολὴν μὲν πηγνύουσι κατὰ τὴν Αὐλὴν (φρούριον δὲ ἡ Αὐλὴ κατὰ τὰς ὑπωρείας [κειμένη] τοῦ Αἵμου καὶ οὐ πάνυ πόρρω κείμενον Ἀδριανου πόλεως) καὶ πρὸς λεηλασίαν καὶ λείαν τρέπονται. Ὅπερ μαθὼν ὁ τῆς δύσεως ἄρχων Κωνσταντῖνος μάγιστρος ὁ Ἀριανίτης, καὶ αὐτὸς παρεσκευασμένας ἔχων τὰς ἀμφ' αὐτὸν δυνάμεις, ἄρας ἐξ Ἀδριανουπόλεως ἔρχεται κατ' αὐτῶν. καὶ σποράσι μέν τισιν ἐν τῷ ἀπιέναι περιτυχὼν εὐτύχησεν· εἶτα καὶ παρὰ τὸ λεγόμενον ∆άμπολιν φρούριον συναντήσας τῷ πλήθει καὶ προσβαλὼν ἡττᾶται, πεσόντων ἐν τῷ πολέμῳ Μακεδόνων καὶ Θρᾳκῶν οὐκ ὀλίγων, ἀναιρεθέντων δὲ καὶ Θεοδώρου τοῦ Στρα 2.597 βομύτου καὶ τοῦ Πολῦ, ἀνδρῶν ἐκ γένους λαμπροῦ καὶ ἐπισήμων γενομένων ἐκ τῆς εἰς τὸν Τορνίκιον ἀπιστίας. ὁ μὲν οὖν μάγι στρος ὑπέστρεψεν ἐν Ἀδριανουπόλει, τῷ βασιλεῖ δὲ διὰ γραμμά των ἄγγελος τοῦ ἀτυχήματος γίνεται, δηλοῖ δὲ καὶ ὡς δεῖ στρατοῦ νεαλοῦς· μετὰ γὰρ τῶν παρόντων ἀδύνατον ἀντιπαρατάξασθαι πρὸς τοσαύτην