519
πληθὺν ἤδη τὰ νῶτα τρεψάντων. ὁ δὲ βασιλεὺς καὶ πρὸ τῶν ἐκείνου γραμμάτων τὸ συμβὰν μὴ ἀγνοήσας, τὸν μὲν Τυρὰχ καὶ τοὺς ἐν τῇ πόλει κατεχομένους ἄρχοντας τῶν Πατζι νάκων δωρεαῖς καὶ χάρισιν ὑποποιησάμενος ὑποσχομένους μεθ' ὅρκων ἐξημερῶσαι τὸ γένος ἐκπέμπει, γράμμασι δὲ αὐτὸς τὰ ἑῷα ἅπαντα μεταπέμπεται τάγματα. ὧν ἐλθόντων καὶ διὰ τῆς Ἀβύ δου περαιωθέντων καὶ Χρυσοπόλεως στρατηγὸν αὐτοκράτορα χει ροτονήσας τὸν ῥαίκτωρα Νικηφόρον ἐκπέμπει κατὰ τῶν Πατζινά κων. συνεξέπεμψε δὲ αὐτῷ καὶ Κατακαλὼν τὸν Κεκαυμένον, στρατηλάτην τῆς ἀνατολῆς προβαλόμενος, καὶ Ἐρβέβιον τὸν Φραγγόπωλον, ἄρχοντα τῷ τότε τῶν ὁμοεθνῶν, κελεύσας συν εῖναι τῷ ῥαίκτωρι καὶ τῆς αὐτοῦ γνώμης ἔχεσθαι καὶ τοῖς ἐκείνου προστάγμασι καὶ θελήμασιν ἕπεσθαι. ὃς ἀναλαβὼν τὰς δυνάμεις καὶ τὸν Αἷμον διαπεραιωθεὶς διὰ τῆς λεγομένης Σιδηρᾶς ἀπῄει κατὰ τῶν Πατζινάκων, ἐλθὼν δὲ κατεσκήνωσεν ἔν τινι χώρῳ οὐ μακρὰν ἀπέχοντι τῶν Ἑκατὸν βουνῶν, τῷ λεγομένῳ ∆ιακενέ. κἀκεῖσε χάρακα πηξάμενος ὀχυρὸν τῇ ἐπαύριον ἐμελέτα τὴν μὲν ἀποσκευὴν ἐκεῖσε λιπεῖν καὶ τὰ περιττὰ τοῦ στρατοῦ, αὐτὸς δὲ εὔ 2.598 ζωνος ἀπελθεῖν καὶ συμμῖξαι τοῖς ἐναντίοις. ᾤετο γὰρ αὐτοβοεὶ ἀφρόνως τούτους αἱρήσειν, καὶ ἐδεδίει καὶ φροντίδα ἐτίθετο μή τις λαθὼν διαδράσειε, καὶ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ ὁ σύμπας στρατός· ἐπεφέροντο γὰρ καὶ καλώδια καὶ λώρους πρὸς τὸ δεσμεῖν τοὺς ἁλισκομένους. τοῦτο δὲ ἐδίδου τούτοις ὑπονοεῖν τὸ κατ' ἀρχὰς ἐπιγενόμενον εἰς αὐτοὺς ἐπὶ τοῦ Κεγένους πτῶμα. ἀμέλει καὶ συναίσθησιν λαβόντων τῶν Πατζινάκων τῆς ἐπελεύσεως τῶν Ῥωμαίων (ἤδη γὰρ καὶ ὁ Τυρὰχ καὶ οἱ σὺν αὐτῷ τῆς πόλεως ἀπολυθέντες ἄρχοντες ἑνωθέντες ἦσαν αὐτοῖς καὶ τὰ συμφέροντα τούτοις ἐσπούδαζον, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς τὸν Μονο μάχον ὑποσχέσεσι) καὶ προδραμόντων τῶν ἀλκιμωτέρων, καὶ τοῦ Κεκαυμένου μέγιστον ἀναβοῶντος καὶ παρακαλοῦντος νῦν εἶναι καιρὸν συμπλοκῆς, ὁπηνίκα σποράδες εἰσὶ καὶ διεσπαρμένοι, καὶ μὴ περιμένειν τὸ ἅπαν ἄθροισμα, οὐκ ἐπῄνει μὲν καὶ τὸ λοιπὸν πλῆθος τῶν Ῥωμαίων τοὺς ἐκείνου λόγους, ὁ δὲ ῥαίκτωρ καὶ προ φανῶς κατεγέλα, "παῦσαι" λέγων, "ὦ στρατηλάτα, καὶ ἐμοῦ στρατηγοῦντος αὐτὸς μὴ παραστρατήγει· οὐ χρὴ γὰρ διεσπαρ μένοις ἐπιθήσεσθαι τοῖς Πατζινάκοις, μή πως πτυρέντες ὑπο δύσωνται τὰς λόχμας. ἐμοὶ δὲ ἀκολουθοῦντι, ὦ τᾶν, οὐ παρέ πονται θηρατικοὶ κύνες, οἵτινες ῥινηλατοῦντες ἐξάξουσιν αὐτοὺς τῶν καταφυγῶν." καὶ τὰ μὲν τῶν Ῥωμαίων ἦσαν ἐν τούτοις, οἱ δὲ πρόδρομοι τῶν Πατζινάκων πλησίον γενόμενοι τῆς παρεμβο 2.599 λῆς τῶν Ῥωμαίων, μικρὸν ἐκκλίναντες, στρατοπεδεύουσι καὶ αὐ τοὶ καὶ τοῖς ὄπισθεν δηλοῦσιν ἥκειν τὴν ταχίστην. πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, τῇ ἐπαύριον ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαϊκὰς δυνάμεις ἀντιπαρατάττονται καὶ αὐτοί, καὶ τοῖς ὄπισθεν ἔτι δηλοῦσιν ἥκειν τὴν ταχίστην. πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, ὡς ἔφαμεν, ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥω μαϊκὰς δυνάμεις, εἶχε μὲν τῆς Ῥωμαϊκῆς φάλαγγος αὐτὸς τὸ μέ σον ὁ ῥαίκτωρ, τοῦ δεξιοῦ δὲ κέρατος ἦρχεν ὁ Κεκαυμένος, θα τέρου δὲ ὁ Φραγγόπωλος. συμβολῆς δὲ γενομένης οὐκ ἔμενον οἱ Ῥωμαῖοι, τῶν στρατηγῶν πρώτων ἐκκλινάντων πρὸς τὴν φυγήν.
Αὐτοὶ μὲν γὰρ μηδὲ τὸν κτύπον, ὥς φασιν, τῶν ποδῶν τῶν ἵπ πων ἐνεγκόντες ἐτράπησαν, μόνος δὲ ὁ Κεκαυμένος μετὰ τῶν ἑαυ τοῦ στὰς θεραπόντων καὶ τινῶν συγγενῶν ὀλιγοστῶν καὶ ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσε μετὰ πάντων τῶν σὺν αὐτῷ. τοῦτον μὲν οὖν οὐκ ἐτόλμησαν διῶξαι οἱ Πατζινάκοι ἐνέδρας πτοηθέντες, καὶ παρὰ τοῦτο διασωθῆναι ἴσχυσαν ἀσινεῖς οἱ Ῥωμαῖοι· τέως δὲ τοὺς πεσόντας σκυλεύσαντες, καὶ πολλῶν ἁρμάτων γενόμενοι κύ ριοι καὶ αὐτῆς τῆς Ῥωμαϊκῆς παρεμβολῆς σὺν τῇ ἀποσκευῇ, κα τασκηνοῦσιν ὑπὸ τὴν Ῥωμαϊκὴν τάφρον. καί τις δὲ Πατζινάκος τὴν κλῆσιν Γαλῖνος, εἰδὼς τὸν Κεκαυμένον οἷός ἐστιν ἐξ ὅτου περ ἦρχε