520
τῶν παρὰ τῷ Ἴστρῳ φρουρίων καὶ ἀνεμίγνυντο ἀλλήλοις τὰ γένη, εὑρὼν αὐτὸν ἐν τοῖς νεκροῖς κείμενον καὶ σκυλεύων, ἐπεὶ περιστρέψας αὐτὸν ἐς τὸ ὕπτιον ἀπὸ τοῦ προσώπου ἐγνώρισε καὶ 2.600 κατέλαβεν ἔτι ἐμπνέοντα, ἐπιθεὶς εἰς ἵππον (ἔκειτο γὰρ ἄφωνος διὰ τὸ καιρίας λαβεῖν πληγάς, μίαν μὲν κατὰ γυμνοῦ τοῦ κρανίου, πεσόντος τοῦ κράνους αὐτοῦ, διήκουσαν ἀπὸ κορυφῆς ἄχρι τῶν ὀφρύων, ἑτέραν δὲ ἀπὸ τοῦ τραχήλου, ἔνθα περ ἡ γλῶσσα ἐρρί ζωται, καὶ διατεμοῦσαν τὸν τράχηλον καὶ εἰς τὸ στόμα πεσοῦσαν, καὶ ἔξαιμος γενέσθαι) ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ σκηνήν, καὶ ἐπι μελείας καὶ φροντίδος ἀξιώσας περιεποίησε. καὶ οἱ μὲν Πατζι νάκοι οὕτω ῥᾳδίως τὴν ἐπελθοῦσαν ἀποσκευασάμενοι δύναμιν, ἀδεῶς τὸ ἀπὸ τοῦδε τὴν Ῥωμαίων γῆν ἐληΐζοντο· ὁ δὲ βασιλεὺς διὰ τῶν φυγόντων μαθὼν τὸ ἀτύχημα ἤλγησε μὲν ὡς εἰκός, ἤθροιζε δὲ πάλιν δυνάμεις, ἀνελάμβανε δὲ καὶ τὰς πεσούσας, καὶ εἰς τὸ ἐπιὸν ἔτος τὴν γενομένην ἧτταν ἐπανορθώσασθαι ἔσπευδε. τῆς δὲ τρίτης ἰνδικτιῶνος ἐπιστάσης τοῦ #22φνηʹ ἔτους, τὸν ἑταιρειάρχην Κωνσταντῖνον στρατηγὸν αὐτοκράτορα προχει ρισάμενος ὁ βασιλεὺς ἐκπέμπει κατὰ τῶν Πατζινάκων. καὶ ὃς τάς τε νεωστὶ περαιωθείσας ἐξ ἑῴας δυνάμεις ἀνειληφὼς καὶ τὰς ἐν τῇ ἑσπέρᾳ παραχειμαζούσας ἀθροίσας ἐν Ἀδριανουπόλει γίνε ται, κἀκεῖσε χάρακα πηξάμενος βαθὺν ἔκειτο διασκοπούμενος μετὰ τῶν ἀρίστων πόθεν ἂν ποιήσηται τὴν εἰς τὸ πρόσω πορείαν. ἐν ᾧ δὲ οὗτος διενοεῖτο, αἰφνίδιον κατὰ τὴν ὀγδόην τοῦ Ἰουνίου μηνὸς οἱ Πατζινάκοι τὸν Αἷμον διαβάντες ἐπιφαίνονται τῇ Ἀδρια νουπόλει. καὶ διὰ τῶν σκοπῶν μηνυθείσης τῷ Κωνσταντίνῳ τῆς τούτων ἐφόδου, βουλὴ προετέθη εἰ πολεμητέον αὐτοῖς εἴτε μή. 2.601 ἀλλὰ τῶν ἀρίστων ἐν τῇ σκηνῇ τοῦ ἑταιρειάρχου περὶ τῶν πρα κτέων βουλευομένων, Σαμουὴλ πατρίκιος ὁ Βούρτζης, ἀνὴρ αὐθάδης καὶ θρασύς, ἄρχων τότε τῶν πεζικῶν ὑπάρχων δυνά μεων καὶ τὴν τοῦ χάρακος ἐπιστασίαν πᾶσαν ἐπιτετραμμένος, μὴ προσδεξάμενος τὸ τοῦ ἄρχοντος σύνθημα, τὴν τάξιν λιπὼν καὶ διαλύσας τὸν χάρακα ἔξεισι μετὰ τῶν πεζῶν καὶ τοῖς Πατζινάκοις προσρήγνυται. ὧν ῥαγδαίως ἐπιβρισάντων ἤρξαντο κάμνειν οἱ πεζοί. διὸ καὶ θαμὰ πέμπων πρὸς τὸν ἑταιρειάρχην ὁ Σαμουὴλ βοήθειαν ἐζήτει, ὡς ἐπαναγκασθέντα τοῦτον καὶ ἀκουσίως δοῦναι τὸ σύνθημα τοῦ πολέμου. ἐξελθόντος οὖν παντὸς τοῦ στρατοῦ κατὰ τὴν λεγομένην βασιλικὴν Λιβάδα, καὶ καθολικῆς συμπλοκῆς κροτηθείσης, διὰ τὸ αἰφνίδιον καὶ ἀσύντακτον καὶ τὸ προηττῆσθαι τοὺς πεζοὺς ἀναθαρσῆσαι δὲ τοὺς Πατζινάκους γίνεται τροπὴ τῶν Ῥωμαίων, καὶ φόνος ἐγένετο οὐ πολὺς αὐτῶν, συνεκλείσθησαν δὲ αἰσχίστως εἰς τὸν χάρακα, ἔπεσέ τε Μιχαὴλ πατρίκιος ὁ ∆οκειανός, ἔλαβε δὲ καιρίαν κατὰ τῶν σπλάγχνων καὶ ὁ μάγιστρος Κωνσταντῖνος ὁ Ἀριανίτης, καὶ τριταῖος ἀπέθανε. πεπτώκασι δὲ καὶ ἄλλοι τινὲς τῶν ἀσήμων ὀλιγοστοί. τὸ δὲ λοιπὸν ἅπαν στράτευμα συγκλεισθὲν ἀγεννῶς εἰς τὸν χάρακα ἐπολιορκεῖτο παρὰ τῶν Πατζι νάκων, χωννύντων τὴν τάφρον λίθοις καὶ κλάδοις, καὶ πρὸς βίαν ἑλεῖν ἐπειγομένων τὸν χάρακα. καὶ τάχα ἂν ἐγένετο τοῦτο, εἰ μὴ καταπελτικῷ βέλει βληθεὶς ὁ Σουλτζοῦς διεπεραιώθη σὺν τῷ ἵππῳ 2.602 καὶ εἰς ἔκπληξιν μεγάλην ἤγαγε τοὺς θεασαμένους Πατζινάκους. ἐξῆλθε δὲ καὶ τῆς Ἀδριανουπόλεως Νικήτας πρωτοσπαθάριος ὁ Γλαβᾶς, τοποτηρητὴς ὢν τοῦ τάγματος τῶν σχολῶν, εἰς βοή θειαν· καὶ ἰδόντες τοῦτον, καὶ προσδοκήσαντες τὸν σύγκελλον Βασίλειον μετὰ τῶν Βουλγαρικῶν ἀφικέσθαι δυνάμεων (προσεδο κᾶτο γὰρ καὶ οὗτος ἐλθεῖν) καὶ δειλιάσαντες οἱ Πατζινάκοι σπο ράδες ἄλλος ἀλλαχοῦ φεύγοντες ὑπεχώρησαν, καὶ πανσυδὶ ἂν ἀπολώλει ὁ τῶν Ῥωμαίων στρατός. Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ τυραννίδος διαβολὴ κατά τινων ἀρχόντων πολιτῶν, ὧν ἔξαρχοι ἐτύγχανον Νικηφόρος καὶ Μιχαὴλ οἱ παῖδες τοῦ Εὐθυμίου καὶ ἄλλοι τινὲς τῶν εἰς τὸ αὐτὸ γένος ἀναφερόντων. ἀλλ' οἱ μὲν ἄλλοι πάντες διεσώθησαν, μόνος δὲ