521
ὁ Νικηφόρος ἀνεξερευνήτως κατακριθεὶς ἐξωρίσθη, τῆς οὐσίας αὐτοῦ πρότερον δημευθείσης.
Ὅπως δὲ τῶν Πατζινάκων ἐπικρατέστερα γένηται τὰ Ῥω μαίων ὁ βασιλεὺς φροντίζων, τὸν Κεγένην ἐξάγει τῆς φυλακῆς καὶ ἐς Πατζινάκους ἐκπέμπει, ὑποσχόμενον διασχίσαι τούτους καὶ εὔνους θεῖναι τῷ βασιλεῖ. καὶ τὰ συμμαχικὰ πάντα συναθροίσας ὑφ' ἕν, Φράγγους φημὶ καὶ Βαράγγους, μεταπεμψάμενος δὲ καὶ ἱπποτοξότας ἀπό τε τῆς Τελοὺχ καὶ τοῦ Μαύρου ὄρους καὶ τοῦ Καρκάρου, περὶ τὰς εἴκοσι χιλιάδας, καὶ ἀνδράσιν ἐπισήμοις τῶν γενῶν ἕκαστον ἀναθείς, καὶ ἐπὶ πᾶσιν ἡγεμόνα καταστήσας τὸν 2.603 πατρίκιον Νικηφόρον τὸν Βρυέννιον καὶ ἐθνάρχην τοῦτον κατονο μάσας, τὰς ἐκδρομὰς ἐκπέμπει κωλύειν καὶ ἐπέχειν τῶν Πατζινά κων· οὗτοι γὰρ μετὰ τὴν ἐν Ἀδριανουπόλει μάχην καταφρονήσαν τες ὁλοσχερῶς τῶν Ῥωμαίων ἀδεῶς τήν τε Μακεδονίαν καὶ Θρᾴ κην ἐδῄουν καὶ ἐπυρπόλουν, ἀναιροῦντες ἀνοίκτως καὶ αὐτὰ τὰ θηλάζοντα νήπια, ὡς καὶ μίαν αὐτῶν μοῖραν ἄχρι τῶν Κατασύρ των (ἔγγιστα δὲ οἱ Κατασύρται τῆς βασιλίδος) ἐλθεῖν. ἀλλὰ τούτων μὲν ἡ καταστροφὴ ταχυτάτη ἐγένετο. λαὸν γὰρ ὁ βασι λεὺς ὁπλίσας ἀπό τε τῶν ἐν τῇ αὐλῇ φυλασσόντων καί τινων ἄλλων ἐκ τοῦ παρείκοντος εὑρεθέντων, καὶ Ἰωάννῃ πατρικίῳ ἑνὶ τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος Ζωῆς, ᾧ φιλόσοφος τὸ ἐπώνυμον, ἐγχειρίσας, κατειργάσατο ῥᾳδίως· νυκτὸς γὰρ οὗτος ἐπελθὼν καὶ μεθύοντας καὶ κοιμωμένους πάντας εὑρὼν ἀπέσφαξε, καὶ τὰς κεφαλὰς αὐτῶν ἁμάξαις γεωργικαῖς ἐπιθεὶς κομίζει τῷ βασιλεῖ. Ὁ μὲν οὖν Κεγένης ἐξελθὼν διαπρεσβεύεται τοῖς Πατζινά κοις, καὶ τούτων ὑποσχομένων μεθ' ὅρκου ποιήσειν τὸ αὐτοῦ θέ λημα, πιστεύσας τοῖς ὅρκοις καὶ ἀπελθὼν εὐθὺς ἀναιρεῖται, κα τατμηθεὶς εἰς μικρὰ μέρη καὶ μόρια. ὁ δὲ Βρυέννιος τὰς ἐμπι στευθείσας αὐτῷ παραλαβὼν δυνάμεις καὶ ἐν Ἀδριανουπόλει γενό μενος ἐφρόντιζε τῆς φυλακῆς τῶν χωρίων. στέλλεται δὲ καὶ τοῦ παντὸς ἡγεμὼν στρατοῦ Μιχαὴλ πατρίκιος ὁ Ἀκόλουθος, προσ ταχθεὶς δὲ καὶ αὐτὸς καθολικῆς μὲν μάχης μὴ ἅπτεσθαι, εἴργειν 2.604 δὲ καὶ ἀνακόπτειν τὰς ἐκδρομάς. ὃς ἐξελθὼν καὶ τῷ Βρυεννίῳ ἑνωθεὶς ἔργου ἥπτετο, καὶ πρότερον μὲν ἐν Γολόῃ μιᾷ μοίρᾳ τῶν Πατζινάκων περιτυχὼν καὶ ταύτην τρεψάμενος ἠφάνισεν, εἶτα πάλιν ἐν τῷ Τοπλιτζῷ (φρούριον δὲ οὗτος παρὰ τὸν Ἕβρον κεί μενον) ἑτέραν ἀποσπάδα μοῖραν τῶν Πατζινάκων εὑρὼν ἀπώλεσεν. ὅθεν εὐλαβηθέντες τὰς τοιαύτας οἱ Πατζινάκαι δυνάμεις τὰ μὲν παρὰ τὰς ὑπωρείας τοῦ Αἵμου κείμενα χωρία ληΐζεσθαι ἀπέσχοντο, πᾶσαν δὲ τὴν ὁρμὴν ἐποιήσαντο κατὰ Μακεδονίας. καὶ πᾶν ὅσον ἦν ἄλκιμον διακριθέντες κατέτρεχον τὰ ἐν Μακεδονίᾳ χωρία, καὶ ἤν τις ἐπίῃ πόλεμος, εὐρώστως αὐτὸν προσδέξασθαι ἐμελέτων. ὅπερ μαθόντες ὁ Βρυέννιος καὶ ὁ Μιχαήλ, ἄραντες νυκτὸς ὡς μηδένα συναίσθησιν λαβεῖν ὅποι ἀπίασι, καὶ συντόνῳ χρησάμενοι ὁδοιπορίᾳ ἔρχονται εἰς Χαριούπολιν, καὶ ἐν αὐτῇ εἰσελθόντες μετὰ τοῦ στρατοῦ ἐξεδέχοντο τὸν καιρόν. οἱ δὲ Πατζινάκαι τοὺς ἀγροὺς καὶ τὰ προάστεια ληϊσάμενοι πάντα, καὶ περὶ βουλυτὸν ὑποστρέψαντες ἔγγιστα Χαριουπόλεως, προστίθενται τῇ παρεμβολῇ, ἀγνοοῦντες ὅτι περ ἐπιχωριάζει στράτευμα ὅλως ἐν αὐτῇ· διὸ καὶ ἀδεῶς ἔκειντο ἐν αὐλοῖς καὶ κυμβάλοις κωμάζοντες. νυ κτὸς δ' ἐπιγενομένης οἱ περὶ τὸν Βρυέννιον καὶ τὸν Μιχαὴλ ἐξελ θόντες καὶ κοιμωμένους καὶ ῥέγχοντας εὑρόντες ἀναιροῦσι σύμ παντας. τοῦτο δὲ τὸ ἀτύχημα συστολὴν καὶ δειλίαν ἐνέθηκε τοῖς Πατζινάκοις. διὸ καὶ τὰς ἐκδρομὰς οὐκ ἀνέτως ὡς τὸ πρότερον, ἀλλὰ μετὰ φειδοῦς ἐποιοῦντο, κατά τε τὴν δʹ καὶ εʹ ἰνδικτιῶνα. 2.605 Κατὰ τοῦτον τὸν χρόνον καὶ ἡ Ῥωμανοῦ τοῦ λεγομένου Βοΐλα αἰφνίδιος γέγονεν αὔξησις. οὗτος γὰρ ἐν ταῖς ἑταιρείαις κατατεταγμένος καὶ τὴν γλῶτταν ὑγρὸς ὤν, καὶ δοκῶν κατὰ τοῦτο ἀστεῖος καὶ εὐτράπελος, ἐπεί ποτε εἰς ὄψιν ἦλθε τῷ βασιλεῖ καὶ ὁμιλήσας χαριέστατος ἔδοξε, τὸ ἀπὸ τοῦδε ἀχώριστος ἦν