522
αὐτοῦ διὰ παντός, καὶ τούτῳ ἐχρῆτο καὶ συμβούλῳ καὶ διακόνῳ καὶ ὑπουργῷ πρὸς πᾶσαν ὑπηρεσίαν· ὃν κατὰ μικρὸν ταῖς τιμαῖς προ βιβάζων εἰς μέγα ἐξῆρε καὶ ὕψωσεν, ὡς τὰ πρῶτα φέρειν ἐν βα σιλείοις. οὗτος ὁ ἀνὴρ εὐμήχανος ὢν καὶ ποικίλος, καὶ τῆς βα σιλείας ἐρῶν ἀεί ποτε, ἀπεπειρᾶτο τῶν ὅσοι τῶν συγκλητικῶν προσκεκρουκότες ἦσαν τῷ βασιλεῖ, καὶ τὸ μυστήριον ἀνεκάλυψε. καὶ τούτων ὁπόσοι μὲν ἔτυχον προσδεχόμενοι τοὺς λόγους τῆς ἐπι βουλῆς, ἠρέμα καὶ προσηνῶς ἀνελάμβανε καὶ ὅρκοις ἐξησφαλί ζετο· τοὺς ὅσοι δὲ καὶ πρὸς μόνην ἀπεδυσπέτουν τὴν ἀκοήν, ἀπο δέχεσθαι προσεποιεῖτο καὶ θαυμάζειν τῆς εἰς τὸν βασιλέα εὐνοίας, καὶ τὰ λεχθέντα δοκιμασίας ἔλεγε ῥηθῆναι χάριν, καὶ ὑπερλαλῆ σαι τούτων ἐς τὸν βασιλέα ἐπώμνυτο. τελευταῖον δὲ πολλοὺς διαφθείρας τῶν πολιτῶν καὶ ἐπιβουλὴν ἐξαρτύων ἐφωράθη. καὶ οἱ μὲν ἄλλοι πάντες οἱ αὐτῷ συνομόσαντες κακῶς ἔπαθον ἐτασθέν τες καὶ τῶν οἰκείων ὑπάρξεων γυμνωθέντες καὶ ὑπερορίαις παρα πεμφθέντες, ὁ δὲ Ῥωμανὸς οὐδὲν πέπονθε φαῦλον· κατὰ μικρὸν γὰρ ἀποστραφέντος αὐτὸν τοῦ βασιλέως, πάλιν συνεχωρήθη καὶ τὴν προτέραν εἶχε κατάστασιν. 2.606 Ὁ δὲ σουλτάνος ἐγκοτῶν, ὡς ἐρρέθη, Ἀβραμίῳ τῷ ἀδελφῷ καὶ διὰ παντὸς ἐπιβουλεύων τῇ τούτου ζωῇ, ἐμελέτα διηνεκῶς ἀνελεῖν αὐτόν. ὅπερ προγνοὺς ἐκεῖνος ἀπέδρα πρὸς Κουτλουμοῦς τὸν ἑαυτοῦ ἀνεψιόν, καὶ ἅμα ἐκείνῳ τὸν κατὰ τοῦ σουλτάνου ἀνα δέχεται πόλεμον. οἷς συμβαλὼν κατὰ τὸ λεγόμενον Πάσαρ ἐκεῖ νος τρέπεται, καὶ τὸν μὲν Ἀβράμιον ἀναιρεῖ κατασχεθέντα· ὁ δὲ Κουτλουμοῦς φυγὼν μετὰ χιλιάδων ʹ καὶ Μέλεχ τοῦ υἱοῦ τοῦ Ἀβραμίου διαπρεσβεύεται πρὸς βασιλέα, ἱκετεύων προσδεχθῆναι καὶ σύμμαχος καὶ φίλος γενέσθαι Ῥωμαίων. καὶ ἐλθὼν πρὸς τὴν Περσαρμενίαν καὶ τὸ λεγόμενον Κάρσε προσέμενε τὰς τῆς πρεσβείας ἀποκρίσεις· ἐν τῷ μεταξὺ δὲ πολιορκήσας τὸ Κάρσε, πλὴν τῆς ἀκροπόλεως, παρειλήφει τὴν πόλιν. κατόπιν δὲ τούτου διώκων ὁ σουλτάνος ἦλθε μετὰ τῶν αὐτοῦ δυνάμεων ἐν Ἰβηρίᾳ· ὅπερ μαθὼν ὁ Κουτλουμοῦς ἔφυγε πρὸς τὰ Σαβᾶ καὶ τὴν εὐδαί μονα Ἀραβίαν. ὁ δὲ σουλτάνος ἐν Ἰβηρίᾳ γενόμενος ἐληΐζετο τὰ παρατυχόντα καὶ ἐπυρπόλει. διὸ καὶ κατὰ σπουδὴν ὁ βασιλεὺς τὸν Ἀκόλουθον Μιχαὴλ μεταπεμψάμενος ἐκ τῆς ἑσπέρας ἐς Ἰβηρίαν ἐκπέμπει· ὃς ἐκεῖ γενόμενος καὶ τοὺς διεσπαρμένους ἔν τε Χαλδίᾳ καὶ Ἰβηρίᾳ Φράγγους καὶ Βαράγγους ἀγηοχώς, κωλύειν ἠπείγετο τὸν ἐνόντα τρόπον τὰς ἐκδρομὰς τοῦ σουλτάνου. ἀλλ' ἐκεῖνος τὴν ὀξεῖαν ἔφοδον τούτου μαθών, καὶ ὅτι λαὸν ἀθροίσας σπεύδει τούτῳ συμπλέκεσθαι, λογισάμενος ὅπερ ἦν εἰκός, τὸ ἑκατέρωθεν τοῦ πράγματος ἄδοξον, καὶ ὅτι νικήσας μὲν δοῦλον 2.607 ἔσται βασιλέως νενικηκώς, νικηθεὶς δὲ οὐ μικρὰν αἰσχύνην ἀποί σεται, ἄρας παντὶ τῷ στρατῷ ἀνέζευξε πρὸς τὸ Ταβρέζιον.
Τότε δὴ καὶ Μιχαηλᾶς ὁ τοῦ Στεφάνου υἱός, καὶ Τριβαλ λῶν καὶ Σέρβων μετὰ τὸν πατέρα καταστὰς ἀρχηγός, σπένδεται τῷ βασιλεῖ, καὶ τοῖς συμμάχοις καὶ φίλοις τῶν Ῥωμαίων ἐγγρά φεται, πρωτοσπαθάριος τιμηθείς. ἐπέμφθη δὲ τῷ βασιλεῖ καὶ ἐξ Αἰγύπτου, παρὰ τοῦ ταύτης ἀρχηγοῦ, ζῷον ἐλέφας καὶ καμη λοπάρδαλις. βουλόμενος δὲ ὁ βασιλεὺς τελέως ἀπώσασθαι τοὺς Πατζινάκας, τὰς ὁθενδήποτε δυνάμεις ἀθροίσας ἐκ τῆς ἑῴας καὶ τῆς ἑσπέρας καὶ Μιχαὴλ παραδοὺς τῷ Ἀκολούθῳ, καὶ τὸν σύγ κελλον δὲ Βασίλειον τὰ Βουλγαρικὰ στρατεύματα ἀνειληφέναι κελεύσας, καὶ ἄμφω κατὰ τῶν Πατζινάκων ἐκπέμπει. ὅπερ ἐκεῖ νοι πυθόμενοι χάρακα ἐπήξαντο κατὰ τὴν μεγάλην Περισθλάβαν, τάφρῳ βαθείᾳ καὶ σταυρώμασι ταύτην κατοχυρώσαντες. ἀφι κομένων οὖν τῶν Ῥωμαίων συγκλείσαντες ἑαυτοὺς ἔνδον τῆς τά φρου ἐπολιορκοῦντο. ἐπεὶ δὲ τοῖς Ῥωμαίοις τηνάλλως ὁ καιρὸς ἐτρίβετο, μηδὲν ὅ τι καὶ λόγου ἄξιον διαπράττουσι, κατέσχε δὲ αὐτοὺς καὶ σπάνις τῶν ἀναγκαίων, βουλὴν προυτίθεσαν περὶ τοῦ πρακτέου, καὶ δόξαν ἅπασιν ὑποστρέψαι, ἀωρὶ τῶν νυκτῶν σιγὴν παραγγείλαντες καὶ τὰς πύλας ἀναπετάσαντες