523
τῆς παρεμβολῆς ὑπεχώρουν. τοῦτο δὲ οὐκ ἔλαθε τὸν Τυράχ, ἀλλὰ μαθὼν ὡς βούλονται φεύγειν, λαὸν ὅτι πλεῖστον τοῦ χάρακος ἐξαγαγὼν ἐν ταῖς διόδοις ἐκπέμπει, ὅπου περ ἔμελλον οἱ Ῥωμαῖοι διέρχεσθαι. 2.608 αὐτὸς δὲ ἐξελθοῦσιν εὐθὺς ἐπιτίθεται. καὶ γίνεται τροπὴ τῶν Ῥωμαίων φρικτή, καὶ οἱ μὲν ὑπὸ τῶν κατόπιν καταλαμβανόμενοι ἀπεσφάττοντο, οἱ δὲ ὑπὸ τῶν προκατειληφότων τὰς δυσχωρίας εἰργόμενοι ἀνηλίσκοντο. ἔπεσεν οὖν πλῆθος πολύ, πίπτει δὲ καὶ αὐτὸς ὁ σύγκελλος, οἱ δὲ λοιποὶ σὺν τῷ Μιχαὴλ ἐν Ἀδριανουπόλει διασώζονται. περιαλγὴς οὖν ὁ βασιλεὺς γενόμενος ἐπὶ τῷ ἀτυχή ματι τούς τε ἐκ τῆς τροπῆς διασωθέντας ἀνελάμβανε καὶ λαὸν ἕτερον ἐστρατολόγει καὶ μισθοφόρους συνέλεγε, καὶ ἀβίωτον ἡγεῖτο τὸν βίον, εἰ μὴ ἄρδην ἀφανίσει τὸ γένος τῶν Πατζινάκων. ἀλλ' ἐκεῖνοι δι' αὐτομόλου τοῦτο πυθόμενοι διαπρεσβεύονται πρὸς τὸν βασιλέα, εἰρήνην αἰτοῦντες. καὶ προσδεξάμενος οὗτος τὴν πρεσβείαν σπένδεται μετ' αὐτῶν τριακοντούτεις σπονδὰς θέμενος. Μοναστήριον δὲ οἰκοδομῶν ὁ βασιλεὺς κατὰ τὰ λεγόμενα Μάγγανα ἐπ' ὀνόματι τοῦ ἁγίου μεγάλου μάρτυρος Γεωργίου, καὶ ἀφειδῶς τὰ δημόσια καταναλίσκων ἐν ταῖς οἰκοδομαῖς χρήματα, νῦν μὲν οἰκοδομῶν νῦν δὲ καταστρέφων, εἰς μεγάλην ἤλασεν ἔν δειαν, ὡς πᾶσαν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους καὶ σεσοφισμένας εἰσπράξεις ἐφευρηκέναι· δημοσίους τε γὰρ προεχει ρίζετο φροντιστὰς ἀσεβεῖς καὶ ἀλάστορας, καὶ δι' αὐτῶν χρήματα ἐξ ἀδίκων πόρων συνήθροιζε. κατέλυσε δὲ καὶ τὸν Ἰβηρικὸν στρα τὸν ἀμφὶ τὰς πεντήκοντα χιλιάδας ἀριθμούμενον διὰ Λέοντος τοῦ Σερβλίου, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἐπορίζετο ἀπὸ τῶν χωρίων ἐκείνων· καὶ ἄλλας πλείους εἰσπράξεις ἐπενοήσατο πονηρὰς καὶ ἀθέσμους, ἃς καὶ καταλέγειν αἰσχύνη. ὃ δὲ εἰπεῖν 2.609 ἐστὶν ἀναγκαῖον, τοῦτο δὴ λέξω, ὅτι περ ἐξ ἐκείνου τοῦ βασιλέως καὶ τῆς ἐκείνου ἀσωτίας καὶ σαλακωνίας τὰ Ῥωμαίων ἤρξατο φθίνειν πράγματα, καὶ ἔκτοτε καὶ μέχρι τῆς δεῦρο κατὰ μικρὸν εἰς τὸ κατόπιν χωροῦντα ἐς παντελῆ κατήντησε τὴν ἀσθένειαν· τὸ γὰρ ἐλευθέριον ἀτέχνως διώκων εἰς ἄκραν ἐληλάκει τὴν ἀσωτίαν. οὐ μήν γε καὶ παντάπασι πράξεων ἀγαθῶν ἐστέρητο, ἀλλὰ φέρον ται καί τινα ἔργα αὐτοῦ ἱστορικῆς μνήμης ἐπάξια. τό τε γὰρ ῥηθὲν μοναστήριον καὶ τὰ ἐν αὐτῷ γηρωτροφεῖα καὶ οἱ ξενῶνες καὶ τὰ πτωχοτροφεῖα ἐπαίνων οὐκ ἀμοιροῦσι, καὶ τὸ γενόμενον ἔργον εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ἐγκωμίων οὐκ ἀπολείπεται. ἕως ἐκείνου γὰρ ἐν μόναις ταῖς ἐπισήμοις ἑορταῖς ἐν ταύτῃ, ἔτι δὲ καὶ τοῖς σάββασι καὶ ταῖς κυριακαῖς ἡμέραις ἡ ἀναίμακτος τῷ θεῷ ἐπετελεῖτο ἱερουργία, ἐν δὲ ταῖς λοιπαῖς οὐδαμῶς ἡμέραις. τοῦτο δὲ ἐγίνετο διὰ προσόδου ἔνδειαν, ἣν οὗτος δαψιλῶς ἀφορίσας καὶ ἀποχρώντως καθ' ἑκάστην τελεῖσθαι τὴν ἱερὰν παρεσκεύασε λει τουργίαν· ὃ καὶ κρατεῖ γινόμενον μέχρις ἡμῶν. καὶ σκεύη δὲ τὰ τῇ ἱερᾷ ἀνειμένα σπονδείᾳ τῇ τοιαύτῃ ἀνέθετο ἐκκλησίᾳ, ἐκ χρυ σοῦ καὶ πολυτίμων μαργάρων καὶ λίθων κατεσκευασμένα, μακρῷ παρελάσαντα τὰ λοιπὰ μεγέθει καὶ κάλλει καὶ τιμαῖς. καὶ λοιποῖς ἄλλοις κειμηλίοις οὐκ ὀλίγοις ταύτην ἐφαίδρυνε. καὶ τὰ μὲν ἐκεί νου ταῦτα. Ἐνέσκηψε δὲ καὶ λοιμικὴ νόσος τῇ βασιλίδι κατά τε τὴν ζʹ καὶ ηʹ ἰνδικτιῶνα, ὡς μὴ ἐξισχύειν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας. ἠνέχθη δὲ κατὰ τὸ θέρος τῆς ζʹ ἰνδικτιῶνος μέγιστόν 2.610 τι χρῆμα χαλάζης, καὶ πολλὰ ὑπ' αὐτοῦ οὐ ζῷα μόνον ἀλλὰ καὶ ἄνθρωποι διεφθάρησαν. ὁ δὲ βασιλεὺς κατεχόμενος ὑπὸ τῆς συνήθους νόσου τῆς ποδάγρας ἔκειτο ἐν τῇ παρ' αὐτοῦ νεουργη θείσῃ μονῇ τῶν Μαγγάνων. ἐπεὶ δὲ καὶ ἕτερον ἐπηκολούθησε σύμπτωμα καὶ ἤδη ὁ θάνατος ἤγγιζεν, ἐσκέπτοντο οἱ τὰ πρῶτα ἐν βασιλείοις φέροντες, ὁ λογοθέτης Ἰωάννης, ὃν ὁ βασιλεὺς παραδυναστεύοντα εἶχε, παρωσάμενος τὸν Λειχούδην, ὁ πρωτο νοτάριος τοῦ δρόμου ὁ Κωνσταντῖνος, ὁ ἐπὶ τοῦ κανικλείου Βασί λειος, καὶ οἱ λοιποὶ οἱ ἄλλως αὐτῷ προσῳκειωμένοι, τίνα δὴ ἐς τὸν βασίλειον καθιδρύσουσι θρόνον. ἔδοξεν οὖν ἅπασιν