524
ἐπιτή δειος εἰς τοῦτο Νικηφόρος ὁ Πρωτεύων. καὶ δὴ πέμπεται ταχυ δρόμος ἐν Βουλγαρίᾳ, ἄξων αὐτὸν ἐκεῖθεν· ἔτυχε γὰρ τότε τὴν τῆς Βουλγαρίας περιεζωσμένος ἀρχήν. ἀλλὰ τοῦτο γνόντες οἱ τῇ Θεοδώρᾳ τῇ βασιλίδι ὑπηρετούμενοι (ἡ Ζωὴ γὰρ ἤδη προκατέ στρεψε τὴν ζωήν), ὅ τε Νικήτας ὁ Ξυλινίτης, Θεόδωρος καὶ Μανουήλ, δρόμωνι αὐτὴν ἐμβιβάσαντες ἄγουσιν εἰς τὰ τοῦ μεγά λου παλατίου ἀνάκτορα καὶ αὐτοκράτορα ἀναγορεύουσι. καὶ ὁ μὲν βασιλεὺς ἀποθανὼν κατὰ τὴν ιαʹ τοῦ Ἰανουαρίου μηνός, τῆς ηʹ ἰνδικτιῶνος, τοῦ #22φξγʹ ἔτους, ἐν τοῖς Μαγγάνοις ταφῆς ἔτυχε τῆς τυχούσης, οἱ δὲ περὶ τὴν βασιλίδα πέμψαντες ἐπέσχον τὸν Πρωτεύοντα ἐν Θεσσαλονίκῃ, κἀκεῖθεν ἀπάγουσιν εἰς τὸ Θρᾳκή σιον ἐν τῇ μονῇ τοῦ Κουζηνοῦ, κἀκεῖσε περιορίζουσι.
Τὴν προγονικὴν δὲ παραλαβοῦσα βασιλείαν ἡ Θεοδώρα εὐ θὺς μὲν μέτεισι τοὺς ὅσοι βασιλεῦσαι τὸν Πρωτεύοντα ἐβουλεύ 2.611 σαντο, τῶν ὑπαρχόντων ψιλώσασα καὶ ὑπερορίσασα. προβιβάζει δὲ καὶ τοὺς εὐνούχους αὐτῆς ἅπαντας εἰς τὰς μεγίστας ἀρχάς, δομέστικον μὲν τῶν σχολῶν τῆς ἀνατολῆς τὸν Θεόδωρον προβαλο μένη, καὶ εἰς τὴν ἑῴαν ἐκπέμψασα ἐφ' ᾧ τὰς ἐκδρομὰς τῶν Τούρκων κωλύειν, τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνὸν μετακινήσασα τῆς στρατοπεδαρχίας. ἔτυχε γὰρ ὁ Μονομάχος διαπε ραιωσάμενος πάσας ἐν ἑῴᾳ τὰς Μακεδονικὰς δυνάμεις, ἀρχηγοὺς ἐχούσας ἅπαντας Μακεδόνας, ὧν εἷς ἦν καὶ ὁ Βρυέννιος· ἐφέρετο γὰρ ἐν Τούρκοις λόγος ὡς εἴη πεπρωμένον καταστραφῆναι τὸ Τούρκων γένος ὑπὸ τοιαύτης δυνάμεως ὁποίαν ὁ Μακεδὼν Ἀλέξανδρος ἔχων κατεστρέψατο Πέρσας. προεβάλετο δὲ καὶ λογο θέτην τοῦ δρόμου τὸν Νικήταν, καὶ δρουγγάριον τῆς βίγλας τὸν Μανουήλ. προσελάβετο δὲ διὰ πολυπειρίαν εἰς τὸ τὰ κοινὰ διοι κεῖν τὸν σύγκελλον Λέοντα τὸν λεγόμενον Στραβοσπόνδυλον, τὸν πάλαι τῷ βασιλεῖ Μιχαὴλ ὑπουργήσαντα. καὶ τὰ μὲν τῆς πόλεως ἐφέρετο τῇδε, ὁ δὲ Βρυέννιος τὸν τοῦ βασιλέως ἐνωτισθεὶς θάνα τον, ἄρας μετὰ τῶν Μακεδόνων, κάτεισιν ἐν Χρυσουπόλει. καὶ τοῦτον μὲν ἡ βασιλίς, ὅτι ἀσυντάκτως ὑπεχώρησε, κατασχοῦσα δημεύει καὶ εἰς ἐξορίαν ἐκπέμπει, τὸν δὲ λαὸν ὑποστρέψαι εἰς τοὐπίσω παρασκευάζει. ὅλην οὖν τὴν θʹ ἰνδικτιῶνα τοῦ #22φξδʹ 2.612 ἔτους βιώσασα ἡ βασιλίς, καὶ περὶ τὰ τέλη τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ἰνδικτιῶνος εἰλεῷ νοσήματι περιπεσοῦσα ἀπέθανεν. Οἱ δὲ ταύτης εὐνοῦχοι σὺν τῷ συγκέλλῳ Λέοντι ἀναβιβά ζουσιν εἰς τὸν τῆς βασιλίδος θρόνον, ἔτι ψυχορραγούσης ἐκείνης, Μιχαὴλ πατρίκιον τὸν Στρατιωτικόν, ἄνθρωπον ἐκ Βυζαντίου μὲν ὁρμώμενον, ἀφελῆ δὲ καὶ ἀποίκιλον καὶ μόνοις τοῖς στρατιω τικοῖς ἐκ παίδων ἀπασχοληθέντα καὶ πλέον ἄλλο εἰδότα μηδέν, καὶ ἤδη παρηβηκότα καὶ τῆς πρεσβυτικῆς ἁψάμενον ἡλικίας, ᾗ τινὶ συμφέρειν τὴν ἀπραγμοσύνην Ἀρχίλοχος ὁ ποιητὴς ἀπεφή νατο. τοῦτο δὲ πεποιήκασιν, ἵνα σχῆμα μόνον καὶ ὄνομα αὐτὸς ἔχῃ τῆς βασιλείας, αὐτοὶ δὲ διεξάγωσιν ὡς βούλονται τὰ κοινὰ καὶ πάντων τυγχάνωσι κύριοι, ἐπομοσαμένου πρότερον καὶ αὐτοῦ μηδέν τι πρᾶξαί ποτε τῆς ἐκείνων δίχα γνώμης τε καὶ θελήσεως. Ἀναρρηθέντος δὲ τοῦ Μιχαὴλ αὐτοκράτορος κατὰ τὴν λαʹ ἡμέραν τοῦ Αὐγούστου μηνός, τῆς θʹ ἐπινεμήσεως, Θεοδόσιος πρόεδρος ὁ τοῦ πατραδέλφου τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου υἱός, πυθόμενος τὴν ἀνάρρησιν καὶ δεινοπαθήσας, καὶ μὴ βουλευσάμενος μηδὲ λογισάμενος τὴν τοῦ ἔργου δυσχερείαν καὶ ἀπότευξιν, μηδ' οἷον κύβον μέλλει ἀναρριπτεῖν, ἀνειληφὼς τοὺς οἰκογενεῖς καὶ δούλους καὶ τοὺς ἄλλως ὑπηρετουμένους αὐτῷ, πολλοὺς δὲ καὶ τῶν γειτόνων καί τινας τῶν συνήθων, ὅσοι περ ἦσαν τὰς φρένας κουφότεροι, ἄρας περὶ δείλην ὀψίαν ἐκ τῆς 2.613 οἰκίας (κεῖται δὲ αὕτη περὶ τὸ λεγόμενον Λεωμακέλλιον) προῄει διὰ τῆς πλατείας ὡς εἰς τὸ παλάτιον, ἀγανακτῶν καὶ δυσχεραί νων, καὶ τὴν ἀδικίαν ὡς ἂν τὰ ἔσχατα ἠδικημένος πρὸς τοὺς πα ρατυχόντας ἐπιβοώμενος, καὶ τὴν βασιλείαν