525
ἀνακαλούμενος ὡς κληρονομιαῖον τάχα κτῆμα καὶ αὐτῷ προσῆκον ὡς μᾶλλον τῶν ἄλλων ἐγγύτατα ἔχοντι αἵματος πρὸς τὸν ἀπελθόντα βασιλέα. ὡς δὲ ἐγένετο κατὰ τὸ πραιτώριον, διαρρήξας τὰς πύλας τῆς φυλακῆς ἐξάγει τοὺς καθειργμένους, ἐλπίσας οἶμαι δι' αὐτῶν μέγα τι δια πράξασθαι καὶ γενναῖον. τὸ δὲ αὐτὸ τοῦτο καὶ ἐν Χαλκῇ φθάσας ἐποίει. ἀλλὰ τῆς ἐπαναστάσεως τοῖς ἐν τοῖς βασιλείοις γνωσθεί σης εὐνούχοις, ταχὺ μὲν οἱ φυλάσσοντες ἐν τῷ παλατίῳ στρατιῶ ται Ῥωμαῖοί τε καὶ Βάραγγοι (γένος δὲ Κελτικὸν οἱ Βάραγγοι μισθοφοροῦντες Ῥωμαίοις) καθοπλίζονται, ταχὺ δὲ καὶ οἱ ἐν ταῖς βασιλικαῖς ὑπηρετοῦντες τριήρεσιν ἠγείροντο. καὶ χεὶρ ἱκανὴ συνηθροίσθη καὶ κατὰ τοῦ Θεοδοσίου ἔμελλε πέμπεσθαι. ὁ δὲ τοῦτο πυθόμενος, ἐκκλίνας τοῦ πρὸς τὸ παλάτιον ἀπιέναι, ὑπο στρέφει πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν· ἤλπισε γὰρ ὡς εἰσελθόντα τοῦτον ἐν αὐτῇ ὁ πατριάρχης τε καὶ ὁ κλῆρος προσ δέξεται, καὶ λαὸς ἀθροισθήσεται πλεῖστος, καὶ βασιλέα ἀναγο ρεύσουσι. ταῦτα δὲ πάντα αὐτῷ εἰς τοὐναντίον ἀπέβη. ὅ τε γὰρ πατριάρχης καὶ ὁ τῆς ἐκκλησίας κλῆρος ἐρχομένῳ τὰς ταύτης ἀποκλείουσι πύλας, καὶ οἱ συνήθως ἐν τοῖς τοιούτοις χαίροντες καὶ συντρέχοντες ἦσαν οὐδαμοῦ, καὶ οἱ παρεπόμενοι τούτῳ μέχρις ἐκείνου τοῦ τόπου, μαθόντες τὴν μέλλουσαν πέμπεσθαι δύναμιν 2.614 κατ' αὐτῶν, κατὰ μικρὸν ὑπορρέοντες ἐσκεδάσθησαν, καὶ λοιπὸν ἔρημος πάντων καταλειφθεὶς ἱκέτης ἐλεεινὸς μετὰ τοῦ παιδὸς πρὸς τὴν ἐκκλησίαν καθίζει· ὃν εὐθὺς ἀποστείλαντες ἐξάγουσι τῆς ἐκ κλησίας καὶ ἐξορίζουσιν ἐν Περγάμῳ. τὸ δ' αὐτὸ τοῦτο καὶ εἰς τοὺς ἐμφανεστέρους τῶν αὐτῷ συναπαχθέντων ἐποίησαν. καὶ τὸ ἀπὸ τούτου ὁ Μιχαὴλ ἀναμφισβητήτως ἀνηγορεύετο αὐτο κράτωρ. Παραλαβὼν δὲ τὰς ἡνίας τῆς βασιλείας πάντας μὲν τοὺς λογάδας τῆς συγκλήτου εἰς βαθμοὺς ἀξιωμάτων ὑψηλοτέρους ἀνήγαγε, καὶ τὸν δῆμον ὑποσχέσεσιν ὑπεποιεῖτο πολλῶν ἀγαθῶν· ὡς ὢν δὲ κάρτα γέρων καὶ πολλῶν μεμνημένος ἀρχαίων, ἐπεβάλ λετο καὶ πολλὰ τῶν παλαιῶν σχολάσαντα ἐθίμων ἐπανακτήσασθαι, μηδὲν πρὸς λυσιτέλειαν συντελοῦντα τῆς βασιλείας ἢ τοῦ κοινοῦ. τό τε γὰρ λεγόμενον στρατήγιον ἀνακαθαίρεσθαι ἐκέλευσε, πρὸς ὅπερ ἀποσκώπτοντες οἱ πολῖται ἔφασκον ὡς τὸν οἰκεῖον ἀστράγα λον ἀναζητῶν, ὃν ἐκεῖσε παίζων ἀπώλεσεν, ἐκκαθαίρει τὸν χοῦν, καὶ τὰς τῶν πολιτῶν κεφαλὰς σκέπεσθαι μὴ δι' ἀγραμμάτων, ὡς νῦν, ἀλλὰ διὰ μεγαλογράμμων ὀθονίων ἐκ βυσσοῦ πορφυρᾶς ἐξυ φασμένων· καὶ δημοσίους φροντιστὰς οὐ συγκλητικοὺς προεβάλ λετο, ἀλλά τινας τῶν ἐν ἑκάστῳ ἀρχείῳ ἐναυξηθέντων ταχυγρά φων. καὶ ἄλλα πολλὰ τοιαῦτα, ὧν τὸ καθ' ἕκαστον καταλέγειν θελήσας προσκορὴς γενήσομαι τοῖς ἀκροαταῖς. ἐπεὶ δὲ ὁ καιρὸς ἐπέστη τῆς βασιλικῆς φιλοτιμίας, ἣν διανέμειν ἐτησίως κατὰ τὸν 2.615 καιρὸν τοῦ πάσχα πρὸς τὴν σύγκλητον εἰώθασιν οἱ βασιλεῖς, καὶ πάντες εἰσῆλθον οἱ τοῦ στρατοῦ ἡγούμενοι καὶ γένει καὶ ἀνδρίᾳ ὠνομασμένοι, -ἦσαν δὲ ὅ τε μάγιστρος Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ὁ μάγιστρος Κατακαλὼν ὁ Κεκαυμένος (δοὺξ δὲ οὗτος ἦν Ἀντιοχείας, καὶ παραλυθέντα τοῦτον τῆς ἀρχῆς διεδέξατο Μιχαὴλ ὁ τοῦ βασιλέως ἀνεψιός, ὃν ἅμα τῇ ἀναρρήσει Οὐρανὸν κατονο μάσας ὡς δῆθεν εἰς τὸν παλαιὸν Οὐρανὸν ἀναφέροντα τὸ γένος, καὶ μάγιστρον Ἀντιοχείας, ὥσπερ ἦν ἐκεῖνος, τιμήσας διάδοχον ἐκπέμπει τῷ Κεκαυμένῳ), Μιχαήλ τε βεστάρχης ὁ Βούρτζης, Κωνσταντῖνος καὶ Ἰωάννης οἱ ἐκ τοῦ γένους τῶν ἑῴων τοῦ δουκὸς καταγόμενοι, καὶ οἱ λοιποὶ λογάδες τῶν ἀρχόντων. συνέδραμον δὲ πάντες, ἵνα καὶ τὸν νέον βασιλέα θεάσωνται καὶ τῶν ἀπ' αὐ τοῦ τύχωσι φιλοτιμιῶν· διεδόθη γὰρ πρὸς ἅπαντας τὸ προετικὸν ἐκείνου καὶ πρὸς τὰς εὐεργεσίας μεγαλοπρεπές τε καὶ ἐλευθέριον. ἐς λόγους δ' ἐλθὼν ὁ βασιλεὺς τῷ Κομνηνῷ καὶ τῷ Κεκαυμένῳ, καὶ ἐπαινέσας μὲν αὐτοὺς καὶ στρατηγοὺς γενναίους καὶ ἀγαθοὺς ὀνομάσας, καὶ μᾶλλον τὸν Κεκαυμένον ὡς μὴ ἐκ πατέρων μηδ' ἐκ προσπαθείας τινὸς ἀλλ' ἐξ οἰκείων ἀνδραγαθημάτων πρὸς ἣν