526
ἐκέκτητο τοῦ ἀξιώματος ἀναχθέντα καθέδραν, τὸ αὐτὸ δὲ καὶ πρὸς τοὺς ἄλλους τῶν εὐγενῶν ποιήσας, μηδενὸς δὲ θελήσας ἐκ πληρῶσαι βούλησιν, μηδ' εἰς τὸ τῶν προέδρων ἀξίωμα τὸν Κομνηνὸν καὶ τὸν Κεκαυμένον, ὡς ᾐτοῦντο, ἀναγαγεῖν κατανεύσας, ἀλλὰ καὶ πάντων τὰς δεήσεις ἀπράκτους ἀποπεμψάμενος, ἅπαν 2.616 τας ἠρέθισε κατ' αὐτοῦ. καὶ πρὸς μὲν τοὺς ἑῴους στρατηγοὺς διετέθη οὕτως. Τὸν δὲ Βρυέννιον τῆς ὑπερορίας μεταπεμψάμενος καὶ ἄρχειν τάξας Καππαδοκῶν στρατηγὸν αὐτοκράτορα προχειρίζεται τῶν Μακεδονικῶν ταγμάτων καὶ κατὰ Τούρκων ἐκπέμπει· Τοῦρκος γάρ τις τὴν κλῆσιν Σαμούχ, τὸ γένος οὐκ ἐπίσημος, πρὸς δὲ τὰ πολεμικὰ γενναῖος καὶ ἐνεργός, τῷ σουλτάνῳ συστρατευσάμενος ὁπηνίκα τὴν δευτέραν εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, ἐκείνου ὑποστρέψαντος ἐν Περσίδι αὐτὸς τῷ τόπῳ παρέμεινε μετὰ τρισχι λίων ἀνδρῶν, καὶ περιπλανώμενος ἐν ταῖς πεδιάσι καὶ τοῖς ὑπτίοις τόποις τῆς μεγάλης Ἀρμενίας, καὶ αἰφνιδίους ποιούμενος ἐκδρο μάς, κακῶς διετίθει τὰ Ῥωμαίων καὶ ἐληΐζετο. ἀλλ' οὐδὲ τοῦ τον θεραπεῦσαι ἴσχυσεν ὁ βασιλεύς· ἦν γὰρ ἀφυέστατος εἰς τὸ θωπεῦσαι καὶ καταδημαγωγῆσαι ἀνθρώπους περιυβρισθέντας καὶ λανθάνοντα κότον ἐν τῇ ψυχῇ περιφέροντας. τοῦ γὰρ Βρυεννίου λιπαρῶς ἱκετεύοντος ἀποδοθῆναί οἱ καὶ τὰ χρήματα ὁπόσα ἀφεί λετο ἀπ' αὐτοῦ Θεοδώρα ἡ βασιλίς, οὐκ ἐπήκουσεν, ἀλλ' ἐκτενῶς δυσωποῦντα περὶ τούτου καὶ ἱκετεύοντα, τὸ δημῶδες τοῦτο καὶ κατημαξευμένον εἰπὼν μόνον "δεικνύων ἔργα ἀπαίτει μισθούς," ἀπεπέμψατο. οὕτω δὲ παροραθεὶς καὶ ὁ Βρυέννιος ἀπῄει δεινὰ στρέφων ἐν ἑαυτῷ καὶ καιρὸν ζητῶν ἐκδικήσεως.
Παραπλησίως δὲ διετέθη καὶ πρὸς Ἐρβέβιον τὸν Φραγγόπωλον, ἄνδρα συστρατευσάμενόν τε τῷ Μανιάκῃ ἐν Σικελίᾳ καὶ 2.617 μεγάλα τρόπαια στήσαντα καὶ ἀπ' ἐκείνου καὶ ἕως τούτου Ῥω μαίοις εὔνουν φαινόμενον. παρακαλοῦντα γὰρ καὶ αὐτὸν καὶ ἱκε τεύοντα τῆς τῶν μαγίστρων τιμῆς τυχεῖν οὐ μόνον οὐκ ἠξίωσε λόγου, ἀλλὰ καὶ πολλὰ χλευάσας καὶ μυκτηρίσας ἀπεπέμψατο. καὶ οὕτως ἦν ἀφυὴς καὶ δυσπρόσοδος περὶ τὰς ἐντεύξεις. ὁ δὲ Ἐρβέβιος, οἷα βάρβαρος καὶ τὴν ὀργὴν ἀκατάσχετος, οὐ μετρίως ἐνεγκὼν τὴν ὕβριν, ἀγνοῶν δὲ καὶ τὴν μελετωμένην παρὰ τῶν Ῥωμαίων συσκευήν, οὐκ ἐκαρτέρησεν, ἀλλὰ σπουδάζων ἀμύνα σθαι τὸν ὑβριστήν, ἐξαιτησάμενος ἐπ' οἴκου πορευθῆναι καὶ ἀφε θείς, τῷ βασιλεῖ προσειπὼν τὰ ἐξιτήρια, ἐξῆλθεν εὐθύς, καὶ πρὸς τὴν ἑῴαν περαιωθεὶς ἀνῆλθεν ἐν τῇ κατὰ τὸν Ἀρμενιακὸν οἰκίᾳ αὐτοῦ, τῇ ∆αβαράμῃ. καὶ κοινολογησάμενός τισι τῶν Φράγγων ἐκεῖσε τότε διεσπαρμένοις οὖσιν εἰς παραχειμασίαν, καὶ τριακοσίους ἄνδρας ἐκ τούτων ὑποφθείρας, ἀπῆρεν ἐκεῖθεν, καὶ ἀνελθὼν ἐν Μηδίᾳ κοινοπραγεῖ τῷ Σαμούχ, ἐκεῖσε ἐνδιατρίβοντι, ὥστε πολεμεῖν Ῥωμαίοις. καὶ χρόνον μέν τινα ἀσάλευτος ἔμεινεν ἡ ὁμολογία· προσκρούσματος δέ τινος μεταξὺ τῶν Φράγγων γενο μένου καὶ Τούρκων, καὶ ἐκ τούτου ἐπιβουλευόντων ἀλλήλοις τῶν γενῶν, ὁ μὲν Σαμοὺχ προσεποιεῖτο τηρεῖν τὰ συντεθειμένα, ὁ δὲ Ἐρβέβιος διὰ παντὸς ἦν ἐν ὑπονοίαις καὶ αἰφνίδιον προσεδόκα ἐπίθεσιν, καὶ τοὺς Φράγγους παρεκάλει μὴ ἀνέτως ἀλλ' ἐπὶ τῶν ὅπλων καθεύδειν. τοῦτο δὲ ἐποίει κρυφίως, μηδεμίαν συναίσθη σιν διδοὺς τῷ Σαμούχ, ἕως ἐκεῖνος λανθάνειν οἰηθεὶς ἀνακαλύ 2.618 πτει τὸ βούλευμα, καὶ περὶ μίαν ἡμέραν ἐξοπλίσας πάντας οὓς εἶχε Τούρκους ἐπιτίθεται ἀριστοποιουμένοις τοῖς Φράγγοις. οἱ δὲ κατὰ τὸ παράγγελμα τοῦ στρατηγοῦ τοὺς ἵππους ἐν τοῖς χαλινοῖς ἔχοντες, ὡς ᾔσθοντο τὴν ἐπέλευσιν τῶν Τούρκων, ταχεῖς τε ἔπο χοι γίνονται καὶ ἐρχομένοις τούτοις προσυπαντῶσι. καὶ γίνεται μάχη καρτερά, καὶ πρὸς μικρὸν ἀντισχόντες οἱ Τοῦρκοι τρέπον ται. καὶ πίπτουσι μὲν οἱ πλείους, οἱ δὲ λοιποὶ διεσώθησαν πρὸς τὸ Χλέατ πεζοὶ καὶ γυμνοί. ὁ δὲ Ἐρβέβιος ὑποστρέψας ἀπὸ τοῦ διωγμοῦ μετὰ τῶν Φράγγων κατασκηνῶσαι ἐν τῇ παρεμβολῇ συνε βούλευεν. ἐνέκειντο δὲ οἱ Φράγγοι ἀναγκάζοντες εἰσελθεῖν ἐν τῇ πόλει τοῦ Χλέατ,