527
κοινοπραγίαν ἔχοντες καὶ ὅρκους μετὰ τοῦ ἀμη ρεύοντος ἐν αὐτῇ, εὐπαθείας τέ τινος καὶ λουτροῦ μετασχεῖν καὶ τὸν ἐκ τοῦ πολέμου ἀποπλύνασθαι λύθρον. ὁ δὲ πολὺς ἦν ἐγκεί μενος καὶ καθικετεύων τὸν τοιοῦτον ἀποτινάξασθαι λογισμὸν καὶ μὴ πάνυ τι πιστεύειν ὅρκῳ ἀλλοπίστων καὶ ἀλλοφύλων ἀνθρώπων, καὶ εὐσεβεῖν ἀναπεπεισμένων εἰ θανάτου πολλοῖς Χριστιανοῖς αἴτιοι γένοιντο. ὡς δὲ λέγων οὐδένα τὸν προσέχοντα εἶχεν, ἀλλὰ πάντες μιᾶς γενόμενοι γνώμης ἀπαραίτητον τὴν εἴσοδον ἐλογίζοντο, ἄρας καὶ αὐτὸς εἴσεισι σὺν αὐτοῖς, πολλὰ πρότερον θεοκλυτήσας καὶ διαμαρτυράμενος καὶ παραγγείλας διὰ παντὸς προσέχειν καὶ ἐν χεροῖν κατέχειν τὰ ὅπλα. εἰσελθόντες οὖν οἱ Φράγγοι, καὶ τῶν τοῦ στρατηγοῦ παραγγελμάτων καταφρονήσαντες, ἐν λουτροῖς καὶ πότοις καὶ εὐωχίαις ἦσαν. ὁ δὲ ἀμηρᾶς Ἀπονάσαρ ἅμα τῷ Σα μοὺχ καὶ τοῖς ἐν τῇ πόλει Σαρακηνοῖς βουλευσάμενος, καὶ παραγ 2.619 γείλας τοῖς ξενοδόχοις, ὅτε τὸ σύνθημα δοθῇ, κατέχειν τοὺς ἐπι ξενωθέντας καὶ δεσμεῖν ἢ τούτου φαινομένου ἀδυνάτου ἀποσφάτ τειν, τέως μὲν ἠρέμει, ἐπεὶ δὲ ἅλις εἶχε τοῖς Φράγγοις ἡ ἡδυπά θεια καὶ πρὸς ὕπνους ἐτράπησαν, δοὺς τὸ σύνθημα ἐπιτίθεται. καὶ οἱ μὲν τῶν Φράγγων εὐθὺς ἀποσφάττονται, οἱ δὲ κατεσχέθη σαν, τινὲς δὲ καὶ ἀπὸ τοῦ τείχους ῥιπτοῦντες ἑαυτοὺς ἔξω διασω θῆναι ἴσχυσαν. ἑάλω δὲ καὶ ὁ Ἐρβέβιος καὶ πεδηθεὶς ἐφυλάτ τετο. ὁ δὲ ἀμηρᾶς διαπραξάμενος ταῦτα διακηρυκεύεται πρὸς τὸν βασιλέα ὡς τάχα εὔνους [ὢν] αὐτῷ καθεστὼς καὶ τοὺς ἐπιβου λεύοντας τοῖς αὐτοῦ πράγμασι διαφθείρας καὶ τὸν τούτων ἀρχηγὸν κατασχών. καὶ τὰ μὲν περὶ τὸν Φραγγόπωλον συνηνέχθη ὧδε. Οἱ δὲ τῆς ἑῴας στρατηγοὶ ἀποπεμφθέντες, ὡς ἔμπροσθεν εἴρηται, παρὰ τοῦ βασιλέως δευτέραν ἔγνωσαν πεῖραν προσαγα γεῖν, καὶ δὴ τῷ πρωτοσυγκέλλῳ Λέοντι τῷ Στραβοσπονδύλῳ προσελθόντες τὰ κοινὰ διοικοῦντι τῷ τότε μεσίτην ἐς τὸν βασιλέα τοῦτον προυβάλλοντο, καὶ μὴ παρὰ τοὺς ἄλλους περιοφθῆναι ἱκέτευον μηδ' ἀτίμως ἀπορριφῆναι, καὶ ἄλλα προβαλλόμενοι δί καια, τελευταῖον δὲ ἐπαγαγόντες μηδ' ἄξιον εἶναι τοὺς μὲν πολί τας τῶν βασιλικῶν εὐμοιρῆσαι τιμῶν, μήτε παρ' ἔπαλξιν στάν τας μήτε πρὸς πολεμίους διαγωνισαμένους ποτέ, αὐτοὺς δὲ τοὺς ἐκ παίδων προπολεμοῦντας καὶ ἀγρυπνοῦντας, ἵν' ἀδεῶς οὗτοι καθεύδοιεν, παροραθῆναι καὶ τῆς βασιλικῆς φιλοτιμίας διεκπε σεῖν. ἀλλ' οὗτος στρυφνὸς ὢν καὶ δυσπρόσιτος οὐ μόνον οὐκ 2.620 ἐδέξατο ἠπίως τὴν προσαγομένην ἱκεσίαν, ἀλλὰ καὶ μεθ' ὕβρεων ἀπεπέμψατο τοὺς ἱκέτας, ἐκφαυλίσας οὐκ ὀλίγα καὶ ἐς ἕκαστον τῶν ἀνδρῶν. οἱ δὲ καὶ δεύτερον ἤδη παρῳνημένοι, πᾶσαν ἐλπίδα ἀποσεισάμενοι ἐσφάδαζον καὶ διεπρίοντο τῷ θυμῷ. καὶ κατ' ἀρχὰς μέν, ὥς πῃ ἕκαστος ἔτυχεν, ἐν ταῖς ὁμιλίαις ὑποτονθορύ ζοντες ἐλοιδοροῦντο τῷ βασιλεῖ, καὶ μὴ πράως ἐνεγκεῖν ἕκαστον παρεκάλουν ἑκάστην παροινίαν, ἀλλὰ διαναστῆναι παρώρμουν πρὸς δικαίαν ἐκδίκησιν. ἔπειτα καὶ ὑφ' ἓν ἐν τῇ μεγάλῃ γενόμενοι ἐκκλησίᾳ, καὶ ὅρκους δόντες καὶ λαβόντες μὴ σιωπῆσαι μηδ' ἀνασχέσθαι ἀλλὰ τοὺς ἐνυβρίσαντας τιμωρήσασθαι, δεσμοῖς, ὅ φασιν, ἀδαμαντίνοις ἠσφαλίσαντο τὴν ἐπιβουλήν. τῷ δὲ Κεκαυ μένῳ ἐδόκει καὶ τὸν Βρυέννιον προσλαβέσθαι συνωμότην, λαοῦ τε πολλοῦ ἄρχειν τεταγμένον τῶν Μακεδονικῶν ταγμάτων καὶ μέγα μέρος ἔσεσθαι μέλλοντα τοῦ σπουδάσματος. ὡς δὲ καὶ οὗτος πείρας αὐτῷ προσενεχθείσης ταχέως ὑπήκουσε, λοιπὸν τίνα διε σκοποῦντο εἰς ἔργον προχωροῦντος αὐτῶν τοῦ βουλεύματος ἀνει πεῖν βασιλέα. καὶ πᾶσιν ἁπλῶς ἐφαίνετο τοῖς συνωμόταις ὡς καὶ γήρᾳ καὶ ἀνδρίᾳ καὶ ἐμπειρίᾳ τῶν ἄλλων προύχων ὁ Κεκαυ μένος ἄξιος εἰς τοῦτο. ὁ δὲ ἀφ' ἑαυτοῦ τὸ βάρος ἀποσείσασθαι σπεύδων συντόμῳ λόγῳ διέλυσε τὰς πολυλογίας· ἀναστὰς γὰρ εὐθέως βασιλέα Ῥωμαίων ἀνεῖπε τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνόν, τοῦτο δὲ αὐτὸ ποιῆσαι καὶ τοὺς λοιποὺς παρεσκεύασεν. οὕτω δὲ καταδεσμήσαντες ἀλλήλους,