528
καὶ τὴν βουλὴν ὡς ἐνῆν 2.621 ἀσφαλισάμενοι, καὶ τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια, ἕκα στος οἴκαδε τῷ δοκεῖν ἀπεφοίτησεν.
Ἄρτι δὲ καὶ ὁ Βρυέννιος τῶν πραγμάτων αὐτῷ καθιστα μένων ὥς πῃ ἐδόκει τῷ βασιλεῖ, διαπερᾷ πρὸς τὴν ἕω, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Ὀψαρᾶν, ἀπεσταλμένον ἐκ βασιλέως μετὰ χρυσίου ἐφ' ᾧ τοῖς στρατιώταις διανεμηθῆναι τὸ σιτηρέσιον. γενόμενος δὲ κατά τινα τόπον ἡπλωμένον καὶ ὕπτιον ἐν τῷ θέματι τῶν ἀνατολικῶν τοῖς Καππαδόκαις διένειμε τὴν φι λοφροσύνην. ἐπαύξων δὲ τὰς δόσεις, καὶ πλείω τῶν τεταγμένων παρέχειν κελεύων, ἀντιπίπτοντα εἶχε τὸν Ὀψαρᾶν καὶ μὴ ὑπακού οντα· ἔφασκε γὰρ οὗτος μὴ τολμᾶν προσθήκας διδόναι τοῖς στρα τιώταις, μηδὲν τοῦ βασιλέως περὶ τούτου προστάξαντος. τοῦ δὲ Βρυεννίου ἀτρέμας ἔχειν εἰπόντος καὶ ποιεῖν σιωπῇ τὸ κεκελευσμέ νον παρεγγυήσαντος, ἀντιτείνοντος δὲ τοῦ Ὀψαρᾶ καὶ θρασυνο μένου, ἀναφθεὶς ἐκεῖνος τῷ θυμῷ τοῦ θρόνου τε ἀνίσταται καὶ κονδύλους τούτῳ προστρίβει. τελευταῖον δὲ καὶ τῶν τριχῶν καὶ τῆς γενειάδος ἁψάμενος καταβάλλει τοῦτον εἰς γῆν, καὶ δεσμὰ περιθεὶς ἐν τῇ ἰδίᾳ ἐφρούρει σκηνῇ, αὐτὸς δὲ τὸ βασιλικὸν χρυ σίον ἀνειληφὼς ἐποιεῖτο τὴν διανομὴν ὡς ἠβούλετο μεθ' ὑπερο χῶν. ἔτυχε δὲ τότε παραστρατοπεδεύων ἐγγὺς ὁ πατρίκιος Λυ κάνθης, καὶ τῶν Πισιδῶν καὶ Λυκαόνων ἡγούμενος. οὗτος τὰ εἰς τὸν Ὀψαρᾶν συμβεβηκότα ἀκουτισθείς, καὶ τυραννίδος ἐπίθε σιν, ὥσπερ ἦν εἰκός, τὴν πρᾶξιν ὑπολαβὼν (ἦν γὰρ τῶν τοῖς ἑῴοις ἄρχουσι βεβουλευμένων ἀμύητος), καθοπλίσας τὰ δύο τῶν 2.622 ἀνατολικῶν τάγματα ἐπιτίθεται τῇ σκηνῇ τοῦ Βρυεννίου, αὐτο κράτορα τὸν Μιχαὴλ εὐφημῶν. καὶ τοῦτον μὲν δεσμεῖ κατασχών, ἀπολύει δὲ καὶ τὸν Ὀψαρᾶν τῶν δεσμῶν, καὶ τὸν Βρυέννιον αὐτῷ παραδοὺς οὕτως ὡς εἶχε κλοιῶν, χρῆσθαι τούτῳ κελεύει ὡς βού λεται. ὁ δὲ ἀνεθεὶς τῆς πέδης καὶ πράττειν ὃ θέλει κύριος γεγο νὼς τοῦ μὲν Βρυεννίου εὐθέως ἐξορύττει τοὺς ὀφθαλμοὺς καὶ ἐς βασιλέα τοῦτον δεσμώτην ἐκπέμπει, μηνύσας καὶ τὴν τολμηθεῖ σαν ἀποστασίαν· ὁ δὲ προσέμενε τῷ τόπῳ ὡς τάχα τὴν εἰς τὸν λοιπὸν λαὸν διενεργήσων διανομήν. καὶ ὁ μὲν Βρυέννιος τοιαύτας ἀπέδωκε δίκας τῆς ἑαυτοῦ προπετείας καὶ αὐθαδείας, ἵνα μὴ λέ γωμεν ἀνοίας· οἱ δὲ κατὰ τὸ θέμα τῶν ἀνατολικῶν τὰς οἰκήσεις ἔχοντες ἄρχοντες, ὁ πρόεδρος Ῥωμανὸς ὁ Σκληρὸς (ἦν γὰρ οὐδ' αὐτὸς ἔξω τῶν ὀμωμοκότων), ὁ Βούρτζης, ὁ Βοτανειάτης, οἱ Βασιλείου τοῦ Ἀργυροῦ παῖδες καὶ ὁ λοιπὸς ὅμιλος, τέως μὲν ἦσαν ἠρεμοῦντες καὶ ἀρχὴν ἀποστασίας ἀλλαχόθεν προσμένοντες, ἐπεὶ δὲ ἐπύθοντο τὰ κατὰ τὸν Βρυέννιον, καὶ οἵαις ἑαυτὸν οὗτος φρενοβλαβῶς καθυπέβαλε τύχαις, ἐντρεχῶς λογισάμενοι ὡς ἐτα ζόμενος οὗτος ἀποφήνειε τὴν συνωμοσίαν καὶ οὐκ εἰς καλὸν τοῖς συνωμόταις τὸ τέλος ἐπενεχθήσεται, ἄραντες ἅπαντες ἀπέρχονται ἐν Παφλαγονίᾳ κατὰ τὴν Κασταμόνα· οἶκος δὲ ἡ Κασταμὼν τοῦ Ἰσαακίου μαγίστρου τοῦ Κομνηνοῦ. καταλαβόντες δὲ καὶ αὐτὸν ἠρεμοῦντα ἔτι ἀνιστῶσι καὶ ἄκοντα, καὶ ἔρχονται μετ' αὐτοῦ κατά τινα τόπον ὁμαλὸν καὶ πλάτος ἱκανὸν ἔχοντα· Γουνάρια ὁ τόπος κατονομάζεται. κἀκεῖσε τοὺς πλησιοχώρους ἀθροίσαντες στρα 2.623 τιώτας, καὶ τοὺς ὅσοι πυθόμενοι τὴν κίνησιν ἐθελονταὶ παρεγέ νοντο, μετὰ πάντων αὐτῶν ἀναγορεύουσι τοῦτον αὐτοκράτορα βασιλέα Ῥωμαίων, ὀγδόην ἄγοντος τότε τοῦ Ἰουνίου μηνός, τῆς ιʹ ἰνδικτιῶνος τοῦ #22φξεʹ ἔτους.
Ἀναγορευθεὶς δὲ βασιλεύς, στρατοπεδείαν ὀχυρὰν πηξά μενος, προσέμενε τῷ τόπῳ, ἐκδεχόμενος ἀθροισθῆναι καὶ τοὺς λοιπούς, ὁπόσοι μετεσχήκασι τῆς συνωμοσίας. πλέον δὲ αὐτὸν καρτερεῖν ἀνέπειθε καὶ μὴ προεξάλλεσθαι ἡ τοῦ Κεκαυμένου βραδύτης· διασκοπουμένῳ γὰρ αὐτῷ καὶ τὸ αἴτιον ζητοῦντι τῆς βραδυτῆτος ἄγγελός τις ἐκ τῆς ἑῴας ἐλθὼν ἀπήγγειλεν ὡς μετα μεληθεὶς ἐκεῖνος τῶν τε δοθέντων ὅρκων ἠλόγησε καὶ τὰ βασιλέως φρονεῖ καὶ λαὸν ἀθροίζει ἐφ' ᾧ