529
τοῖς ἀνταίρουσιν ἐπιθήσεσθαι. αὕτη δὲ ἡ ἀγγελία οὐκ εἰς μικρὰν ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλε τοὺς περὶ τὸν Κομνηνόν, εἰ μέλλοιεν ἕξειν τοιοῦτον ἐχθρὸν κατὰ νώτων· διὸ καὶ ἐκαρτέρουν ἐν τῷ χάρακι μαθεῖν τὴν ἀλήθειαν ὀριγνώμενοι. ἀλλ' οἱ μὲν ἦσαν ἐν τούτοις, ὁ δὲ Κεκαυμένος ἔμεινε τὴν οἰκείαν γνώμην φυλάττων τοῖς συνωμόταις, ἐπεῖχε δὲ ἑαυτὸν καὶ ἐβράδυνε διὰ τοιαύτην αἰτίαν. ὅτε τῆς βασιλίδος ἐξ ελθὼν ἀπενόστει ἐπ' οἴκου, γενόμενος ἐν Νικομηδείᾳ καὶ ταχυ δρόμῳ συναντήσας βασιλικῷ μηνύει δι' αὐτοῦ τῷ λογοθέτῃ τοῦ δρόμου Νικήτᾳ τῷ Ξυλινίτῃ, δι' ἀφελῶν καὶ στρατιωτικῶν ῥη μάτων· ὡς οἶδα, ὦ ἀδελφέ, ὁ σὸς κύριος καὶ βασιλεὺς παρ' οὐδὲν λογισάμενος τὸν Κομνηνὸν καὶ ἐμέ, καὶ τὰς δεήσεις ἡμῶν 2.624 ἀποπεμψάμενος, ἀτίμως ἐπ' οἴκου ἀπέπεμψεν. ἀλλ' ἴσθι ὅτι ἡμεῖς ἄπιμεν. ὁ δὲ ἅμα σοί, εἰ ἀπαρέσκεσθε τῇ ἡμετέρᾳ ὑπο χωρήσει, ὑποστρέψαι καὶ ἄκοντας εἰς τοὐπίσω παρασκευάσατε, ἀποστείλαντες δύναμιν. καὶ ταῦτα μὲν εἰπὼν τῷ ταχυδρόμῳ τῆς πορείας συντονώτερον εἴχετο· ἐπειδὴ δὲ οἴκαδε γένοιτο καὶ ὁ Κο μνηνὸς ἠρέμει ὡς τάχα μηδὲν μετέχων τοῦ ἔργου, εἰς ὀρρωδίαν ἐνέπιπτε, καὶ δείματα αὐτὸν ἐτάραττε δεδιότα μή πως ὁ Κομνη νὸς καὶ οἱ τῆς συνωμοσίας μέτοχοι ἑτέρου γενόμενοι σκοποῦ σιγῇ βουληθῶσι καλύψαι τὴν ἐπιβουλήν, καὶ μόνος αὐτὸς εὐθύνας κομίσηται τῆς ἀποστασίας ὡς ἤδη καταφανῆ ἑαυτὸν θεὶς διὰ τοῦ μηνύματος. καὶ ἐσκέπτετο καὶ ἐμελέτα πῶς καὶ τίνα τρόπον ἑαυ τῷ περιποιήσεται τὴν ἀσφάλειαν· οὔτε γὰρ δύναμιν προηυτρεπι σμένην εἶχεν, οὔτε ἡ προσοῦσα ἱκανὴ ἐδόκει ἀντιπαρατάττεσθαι βασιλεῖ Ῥωμαίων, τὸ πλέον δ' ὅτι μηδὲ κοινολογησάμενος τοῖς ἐπιχωρίοις στρατεύμασιν ἦν, μηδὲ πληροφορίαν ἐσχηκὼς εἰ προσ δεχθήσεται. καὶ διὰ τοῦτο ἤργει, καὶ ἀναδύεσθαι ἐδόκει τοῖς μὴ καλῶς ἐστοχασμένοις τῶν κατ' αὐτόν. ἔτυχον γὰρ τῷ τότε καιρῷ δύο τάγματα Φραγγικὰ καὶ Ῥωσικὸν ἓν ἐπιχωριάζοντα τῷ τόπῳ πρὸς παραχειμασίαν· περὶ ὧν πλέον ἐφρόντιζεν, ἵνα μὴ συναισθήσεως γενομένης συλληφθεὶς ὑπ' αὐτῶν ἐκπεμφθείη τῷ βασιλεῖ. ταῦτα πάντα δεδοικὼς ἐπεῖχεν αὐτὸν μέχρις ἂν ἀσφά λειαν περιποιήσηται ἑαυτῷ. ἤδη δὲ μέλλων ἐπιχειρεῖν τῷ ἔργῳ, 2.625 καὶ τοῖς ἑαυτοῦ θεράπουσι καὶ συγγενέσι πρότερον τὴν ἐπιβουλὴν ἀνακαλύψας, καὶ ἤδη χεῖρα περὶ αὐτὸν συστησάμενος ἀνδρῶν χιλίων, λοιπὸν καὶ τῶν οὐ πάνυ βεβαίων ἀποπειρᾶσθαι ἤρχετο, καθ' ἕνα μὲν πρότερον τῶν ἐπισημοτέρων τοῦ τόπου ἁπτόμενος, εἶτα καὶ κατὰ μικρὸν τῶν γενναιοτέρων καὶ τῶν στρατιωτικωτέρων ἀποπειρώμενος. ἐπεὶ δὲ ἠδυνήθη τέως τοὺς ἐπισημοτέρους πρὸς ἑαυτὸν ἐπισπάσασθαι, λοιπὸν ἤρξατο καὶ τοῖς πλήθεσι παρέχειν πεῖραν· γράμματα γὰρ πλασάμενος βασιλικὰ ὡς εἴη προστεταγμέ νον αὐτῷ ἀνειληφότι τὰ τῶν συμμάχων τρία τάγματα καὶ τοὺς δύο τῶν τε Κολωνειατῶν καὶ τῶν Χαλδίων ἀνελθεῖν κατὰ τοῦ Σαμούχ, καὶ τὰ πέντε ταῦτα κατὰ τὴν πεδιάδα τῆς Νικοπόλεως ἀθροισθῆ ναι κελεύσας, οὕτω τὴν πεῖραν προσήγαγεν· ἐφ' ἑκάστῃ γὰρ ἡμέρᾳ ἀδνούμιον πλαττόμενος, πρωΐθεν ἐξιππαζόμενος καὶ πόρρω τῶν ἄλλων ἀφιστῶν, πρῶτον μὲν ἐκάλει τὸν ἡγεμόνα καὶ τὴν βου λὴν ἀνεκάλυπτεν, ὡς ἀνάγκη τοῖν δυοῖν θάτερον πρᾶξαι, ἢ συν θέσθαι τοῖς παρ' αὐτοῦ λεγομένοις ἢ τῆς κεφαλῆς ἀφαίρεσιν ὑπο στήσεσθαι, εἶτα τάξιν μίαν ἐκάλει καὶ πάλιν ἄλλην, καὶ τὸν ἴσον τρόπον ποιῶν πάντας καὶ ἄκοντας ὥρκισε. καὶ πρῶτον μὲν ὑπη γάγετο τὰ δύο Ῥωμαϊκὰ τάγματα, μετ' ἐκεῖνα δὲ καὶ τοὺς οἰκείους, ἔπειτα καὶ τοῖς ἐξ ἐθνῶν προσήγαγε τὰς προσβολάς. ῥᾳδίως δὲ τούτους καταπληξάμενος καὶ ὅρκῳ ἐμπεδωσάμενος καὶ ἤδη ἐν τῷ 2.626 ἀφόβῳ γενόμενος, τοὺς Σεβαστηνοὺς καὶ τοὺς Μελιτηνοὺς καὶ τοὺς ἐκ τῆς Τεφρικῆς καὶ τῶν λοιπῶν Ἀρμενίων ἄρχοντας καὶ στρατιώτας συναθροίσας ἥψατο τῆς πορείας, προάγγελον στείλας πρὸς τὸν Κομνηνόν, ὡς εἴη τε τὰ κατ' αὐτὸν εὖ διαθείς, καὶ ὡς ἤδη κάτεισι μετὰ βαρείας δυνάμεως. αὗται δὲ αἱ ἀγγελίαι θυμη δίας τε καὶ λήματος ἐμπιπλῶσι τὸν Κομνηνόν,