530
καὶ ἕως ἐκείνου ἀτολμότατος καὶ κατεπτηχὼς ὑπάρχων τολμηρότερος ἀπ' ἐκείνου καὶ θαρραλεώτερος γίνεται. ὅμως προσέμενε τὴν ἐκείνου παρου σίαν. ὁ δὲ ἐν τῷ κατιέναι καὶ τὸ τάγμα τῶν Ἀρμενιακῶν καὶ ἆκον ὑπαγαγόμενος καὶ τοὺς τοῦ θέματος κορυφαίους, οὓς μὲν ἑκόντας οὓς δὲ ἄκοντας, καὶ τὴν πορείαν ἐπιτείνας, ἐλθὼν ἑνοῦ ται τῷ Κομνηνῷ. τότε οὖν ἐκεῖνος ἐν τῷ ἀσφαλεῖ τὰ κατ' αὐτὸν εἶναι νομίσας, τὴν μὲν γυναῖκα καὶ ὃν εἶχε πλοῦτον Ἰωάννῃ τῷ αὐταδέλφῳ παραδοὺς ἐκπέμπει πρὸς τὸ φρούριον τὴν Πημόλισσαν (πέτρα δὲ ἡ Πημόλισσα παρὰ τὸ χεῖλος κειμένη τοῦ Ἅλυος ποτα μοῦ), αὐτὸς δὲ ἄρας μετὰ παντὸς τοῦ στρατοῦ, καὶ τὸν Σαγγά ριον περαιωθεὶς ποταμόν, ἀπήρχετο σχολῇ καὶ βάδην πρὸς Νί καιαν, ὑμνούμενός τε καὶ ἀνευφημούμενος· ἐγνώκει γὰρ ταύτην παραστησάμενος ὁρμητήριον ἔχειν πρὸς τὰ τῆς τύχης ἀβούλητα καὶ οὕτως ἐπὶ τὰ πρόσω χωρεῖν. ἐδίδου δὲ καὶ καιρὸν ἀναχω ρήσεως τοῖς στρατεύμασι καὶ τοῖς στρατηγοῖς τοῖς ὅσοι πίστιν ἐτήρουν τῷ βασιλεῖ. καὶ γὰρ δὴ καὶ μαθόντες οὗτοι τὴν πρὸς 2.627 Νίκαιαν ἔλευσιν αὐτοῦ ὑπεχώρουν ἠρέμα καὶ διελύοντο, οἱ μὲν στρατιῶται οἴκαδε ἕκαστος ἀπιὼν οἷα περὶ γυναικὸς καὶ παίδων καὶ τῶν ἄλλων δεδιὼς ἀναγκαιοτάτων· οἱ δὲ στρατηγοὶ ἀπῄεσαν πρὸς βασιλέα, ἄγγελοι τῆς ἀφίξεως τοῦ Κομνηνοῦ τούτῳ γινόμε νοι. ἦσαν δὲ Λυκάνθης τε ὁ τῶν ἀνατολικῶν κατάρχων ταγμά των, Θεοφύλακτος ὁ Μανιάκης καὶ Πνυέμιος ὁ Ἴβηρ τῆς φάλαγ γος τῶν Χαρσιανιτῶν ἡγεμονεύοντες, καὶ ἄλλοι πολλοὶ οὐ λίαν ἔχοντες τὸ ἐπίσημον. Ἤδη δὲ καὶ ὁ βασιλεὺς γνωσθείσης αὐτῷ τῆς ἀποστασίας, καὶ ὅτι περ ἡ πᾶσα ἑῴα Ῥωμαϊκὴ χεὶρ πλὴν ὀλίγων κεκίνηται κατ' αὐτοῦ, πρέσβεις μὲν περὶ εἰρήνης οὐκ ἐδοκίμαζε πέμπειν, ἀρχὴν δὲ τῆς ἀποστασίας ἔτι ἐχούσης καὶ φλεγμονὴν τῶν πρα γμάτων ηὐτρεπίζετο καὶ αὐτός, καὶ πρὸς ἀντιπαράταξιν τὸν ἐνόντα τρόπον ὡπλίζετο.
Μεταστειλάμενος γὰρ τὰς δυτικὰς ἁπάσας δυνάμεις, καὶ ἄρχειν τούτων ἀπὸ τῶν Μακεδόνων τάξας τοὺς ἐκ γένους λαμπροῦ καὶ ἐκ προηγησαμένων ἀριστευμάτων εὐδοκίμους φανέντας, ἀξιώμασί τε καὶ δώροις καὶ διανομαῖς χρημάτων ἀφθόνως φιλοφρονησάμενος καὶ τοὺς ἡγεμόνας καὶ τοὺς στρατιώτας, τὰ παραπλήσια δὲ ποιήσας καὶ πρὸς τὰ μὴ συναπαχθέντα ἑῷα τά γματα τῷ Κομνηνῷ ἤτοι τοὺς ἀνατολικοὺς καὶ τοὺς ἐκ τοῦ Χαρ σιανοῦ, καὶ στρατηγὸν αὐτοκράτορα καὶ ἄρχοντα αὐτῷ προβαλό μενος τὸν δομέστικον τῆς ἀνατολῆς Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας εὐνοῦχον, παραδοὺς αὐτῷ καὶ συνάρχοντα καὶ σύμβου 2.628 λον, ὡς ἂν ἐν πολλοῖς ἀγωνίσμασι κατηθλημένον ἄνδρα καὶ ἀδελ φὸν ὑπάρχοντα τῆς γυναικὸς τοῦ Κομνηνοῦ, τὸν μάγιστρον Ἀα ρὼν καὶ ∆ούκαν, ἐκπέμπει πρὸς ἀντιπαράταξιν τῷ Κομνηνῷ. ἀναλαβόντες οὖν οὗτοι οἱ δύο τὰς εἰρημένας δυνάμεις, καὶ διὰ τῆς ἀντιπόρθμου τῇ πόλει Χρυσουπόλεως περαιωθέντες, ἀπῆλθον ἐν Νικομηδείᾳ. ἐκεῖσέ τε γενόμενοι πέμψαντες καθαιροῦσι τὴν τοῦ Σαγγάρεως ποταμοῦ γέφυραν, ὅπως μὴ εὔκολος εἴη τῷ Κο μνηνῷ ἡ εἰς αὐτοὺς ἔφοδος, ἀλλὰ διὰ περιόδου γινομένη μὴ λαν θάνῃ. ἐκεῖθέν τε ἀπαναστάντες ἀνῆλθον εἰς τὸ ὄρος τὸν Σό φωνα, κἀκεῖσε στρατοπεδείαν πηξάμενοι ὀχυρὰν τὰ ἐς τὸν πόλεμον ἐξηρτύοντο. Καὶ ὁ Κομνηνὸς δὲ ἁπανταχοῦ σκοποὺς ἐκπέμπων καὶ κατο πτῆρας, ὥστε μηδὲν τῶν γινομένων ἀγνοηθῆναι αὐτῷ, ἐπείπερ ἔμαθε τὰς ἀκρωρείας τοῦ Σόφωνος ἤδη κατασχεῖν τοὺς περὶ τὸν δομέστικον, καὶ αὐτὸς ταχυπορήσας καταλαμβάνει τὴν Νίκαιαν. καὶ ταύτης ἐξ ἐφόδου κύριος γεγονώς, καὶ ὅσαπερ εἶχε χρήματα ἐν αὐτῇ ἀποθεὶς καὶ τὰ περιττὰ τῆς ἀποσκευῆς, καὶ ἀσφαλισάμε νος, πήγνυται παρεμβολὴν κατὰ τὸ ἀρκτῷον μέρος τῆς πόλεως Νικαίας, ὅσον ἀπὸ σταδίων δώδεκα, κἀκεῖσε αὐλίζεται. ἐξερχό μενοι οὖν ἀφ' ἑκατέρων τῶν στρατοπέδων ἐπὶ χορτολογίαν οἵ τε τοῦ Κομνηνοῦ στρατιῶται καὶ οἱ τοῦ ἀντιθέτου μέρους, καὶ ἀλ λήλους ἐπιμιγνύμενοι οἷα ὁμόφυλοι καὶ συγγενεῖς καὶ φίλοι, προε τρέποντο ἀλλήλους, οἱ μὲν τὰ βασιλέως