531
φρονοῦντες τὸν Κομνηνὸν 2.629 καταλιπεῖν παρακαλοῦντες, τύραννον ἄνδρα καὶ ἀποστάτην, καὶ τῷ βασιλεῖ προσχωρῆσαι, καὶ μὴ δι' ἐπιθυμίαν καὶ ὄρεξιν ἑνὸς ἀνδρὸς ἐς τοσοῦτον κίνδυνον ἐλθεῖν ὥστε μετὰ μικρὸν μὴ μόνον ἔκπτωσιν στρατιᾶς καὶ περιουσίας ὑποστῆναι, ἀλλὰ καὶ αὐτὸ τὸ γλυκύτατον ἀποβαλεῖν κινδυνεῦσαι τῶν ὀμμάτων φέγγος, ἐκείνων δὲ πάλιν καταλιπεῖν παραινούντων τὸν βασιλέα, ὄνομα μόνον ἔχοντα βασιλέως, τἆλλα ἄνδρα σαπρὸν καὶ κρονόληρον καὶ ἀχρεῖον, ὑπὸ εὐνούχων ἀρχόμενον, καὶ προσρυῆναι τῷ Κομνηνῷ, ἀνδρὶ κατὰ χεῖρα γενναίῳ καὶ λαμπρῷ καὶ διαφανεῖ τοῖς προηγησαμένοις στρατηγήμασιν, ἐφ' ᾧ πᾶσα η τῶν Ῥωμαίων ἰσχὺς ὥσπερ ἐκ κύκλου γραμμαὶ πρὸς αὐτὸν ὡς εἴς τι σημεῖον νενεύκασιν ἐν ἴσῳ καὶ ἀπαραλλάκτῳ βουλήματι. ἀλλὰ ταῦτα λέγοντες οὐκ ἔπειθον ἀλλήλους. τοῦτο δὲ ἐγίνετο ἐξεπίτηδες, τῶν ἀρχηγῶν ἑκατέρων τῶν στρατευμάτων πεμπόντων τινὰς τῶν ἐπιτηδείων εἰς τὸ προ διαλέγεσθαι τοῖς τοῦ ἀντιπάλου στρατεύματος στρατιώταις καὶ καθόσον οἷόν τε τοὺς πειθομένους ἐφέλκεσθαι. ὡς δὲ ἐπὶ χρόνον τινὰ τὴν διάπειραν ἐποιοῦντο καὶ οὐδεὶς προσεῖχε τοῖς λεγομένοις τὸν νοῦν, μετὰ πλείστης δὲ φειδοῦς καὶ ὁ Κομνηνὸς τὰς ξυλείας καὶ τὰς χορτολογίας ποιεῖσθαι παρηγγύα καὶ μὴ πόρρω τῆς στρα τοπεδείας ἀφίστασθαι, τότε δὴ οἱ περὶ τὸν δομέστικον, καὶ μᾶλ λον οἱ Μακεδόνες, ὑπόπτωσιν καὶ δειλίαν εἶναι τὴν ὑποστολὴν οἰηθέντες πολεμητέον εἶναι ἐδόκουν. οἷς καὶ ἄκοντες πεισθέντες στρατοπεδεύονται κατὰ τὸν λεγόμενον Πετρόην, οὐ πάνυ πόρρω 2.630 κείμενον τῆς ἐναντίας παρεμβολῆς, ἀλλ' ὅσον ἀπὸ σταδίων πεντε καίδεκα. οὕτω δὲ τῶν δυνάμεων ἔγγιστα γενομένων ἀλλήλαις, καὶ τοὺς στρατηγοὺς βιαζομένων ἐξάγειν καὶ μὴ κωλύειν, ἀναπεί θεται μὲν ὁ Κομνηνὸς καὶ τὰς οἰκείας ἐκβάλλει φάλαγγας καὶ πρὸς παράταξιν ἵστησι, τοῦ μὲν εὐωνύμου κέρατος κατάρχειν προ χειρίσας τὸν Κεκαυμένον, τὸ δεξιὸν ἔχοντος Ῥωμανοῦ τοῦ Σκλη ροῦ, αὐτὸς δὲ ἐν μέσοις ἐτάττετο, ἀναπείθεται δὲ καὶ ὁ δομέστι κος σὺν τῷ Ἀαρών, καὶ τὸν οἰκεῖον ἐξαγαγὼν λαὸν ἀντιμέτωπον ἵστησι τοῖς ἐναντίοις. τοῦ μὲν οὖν δεξιοῦ κέρως ἄρχων ἦν Βασί λειος ὁ Ταρχανιώτης, στρατηλάτης τότε τυγχάνων τῆς δύσεως καὶ πάντων τῶν Μακεδόνων ὢν ἐξοχώτατος ὡς καὶ γένει καὶ φρο νήσει καὶ ἐμπειρίᾳ διαπρεπέστατος· τὸ δὲ εὐώνυμον ἐγκεχείριστο ὁ μάγιστρος Ἀαρών, ἔχων στρατηγοὺς τὸν Λυκάνθην καὶ τὸν Πνυέμιον καὶ Ῥανδοῦλφον πατρίκιον τὸν Φράγγον. τοῦτον δὲ τὸν τρόπον γενομένης τῆς παρατάξεως κατά τινα τόπον Ἅιδην παρὰ τῶν ἐγχωρίων ὀνομαζόμενον, ὡς ἐδόθη τὸ τοῦ πολέμου σύνθημα καὶ προσέρραξαν ἀλλήλαις αἱ δυνάμεις, τρέπεται μὲν ὁ Ἀαρὼν τὸ δεξιὸν μέρος καὶ μέχρις αὐτοῦ διώκει τοῦ χάρακος, κατασχὼν ζωγρίαν καὶ Ῥωμανὸν τὸν Σκληρόν· καὶ τάχα ἂν ἀπηνέγκατο καθαρὰν τὴν νίκην, εἰ μὴ λίαν ἐγένετο εὐλαβὴς καὶ τοῦ σκυλεῦσαι ἀπέσχετο τὴν παρεμβολήν, ἤδη καὶ τοῦ Κομνηνοῦ κατασεισθέν τος καὶ φυγεῖν εἰς Νίκαιαν ἀποβλέποντος. ὁ δὲ Κεκαυμένος τὸ 2.631 κατ' αὐτὸν τρεψάμενος ἀκριβῶς οὐκ ἐπέσχε τὴν δίωξιν, ἀλλ' ἄχρις αὐτοῦ τοῦ χάρακος φθάσας αὐτόν τε ῥήγνυσι, καὶ εἴσω γενόμενος καὶ τὰς σκηνὰς διαρπάσας καὶ τοῖς ξίφεσι ταύτας κατα τεμὼν εἰς γῆν ἔρριψεν. ὅπερ θεαθὲν τοῖς πόρρω (ἔκειτο γὰρ ἡ παρεμβολὴ ἐπὶ τόπου δίαρμα ἔχοντος) θάρσος μὲν ἐνέβαλε τοῖς ἀμφὶ τὸν Κομνηνόν, δειλίαν δὲ τοῖς περὶ τὸν Ἀαρών· σεσυλημέ νον γὰρ ἰδόντες τὸν χάρακα οἱ μὲν ἀνηλάλαξαν, οἱ δὲ πρὸς φυγὴν ὥρμησαν. καὶ πίπτει μὲν ἀπὸ τοῦ μέρους τοῦ βασιλέως λαὸς πολύς, κατ' ἐξαίρετον δὲ Μακεδόνες, οὐ μόνον ἀπὸ τοῦ στρατιω τῶν ἀλλὰ καὶ στρατηγοὶ πολλοί, ὁ Μαυροκατακαλών, ὁ Πνυέμιος, ὁ Κατζαμούντης καὶ ἄλλοι οὐκ ὀλίγοι, ἑάλωσαν δὲ καὶ πολλῷ πλείους τῶν ἀναιρεθέντων.
Ἐν ταύτῃ τῇ μάχῃ φασὶν ὅτι τῶν περὶ τὸν βασιλέα τραπέν των Ῥανδοῦλφος ὁ Φράγγος ἐς μέσους περιπλανώμενος τούς τε φεύγοντας καὶ τοὺς διώκοντας ἐζήτει