532
συμπλακῆναί τινι τῶν ὀνο μαστῶν. ἐπεὶ δὲ μάθοι ὡς Νικηφόρος δίεισιν ὁ Βοτανειάτης, τοὺς ἄλλους καταλιπὼν ἀπῄει πρὸς ἐκεῖνον, πόρρωθεν κράζων καὶ μένειν παρεγγυώμενος, δηλῶν καὶ τοὔνομα ὅστις εἴη καὶ ἐφ' ᾧ προσκαλεῖται. ὅπερ γνοὺς ὁ Βοτανειάτης ἵστησι τὸν δρόμον, καὶ ἐγγίσαντι τῷ Ῥανδούλφῳ προσμίγνυται, καὶ παίει μὲν ἐκεῖνος τῷ ξίφει τὴν ἀσπίδα τοῦ Ῥανδούλφου καὶ τέμνει διχῇ, παίει δὲ ὁ Ῥανδοῦλφος αὐτὸν κατὰ τῆς κόρυθος, διολισθῆσαν δὲ τὸ ξίφος 2.632 οὐκ ἔβλαψε· διὸ καὶ συνδραμόντες πρὸς τὸν Βοτανειάτην ἕτεροι χειροῦνται ζωγρίαν τὸν ἄνδρα καὶ ἐς τὸν Κομνηνὸν ἀπάγουσιν. ἔπεσον δὲ καὶ τῶν ἐκ τοῦ Κομνηνοῦ στρατηγὸς εἷς, Λέων ὁ Ἀν τίοχος, καὶ στρατιῶται τινές. Γενομένης δὲ τῆς ἥττης καὶ τῶν ἐκ τῆς τροπῆς καὶ τοῦ πο λέμου διασωθέντων ἐς τὸν βασιλέα ἐλθόντων ἅμα τῷ δομεστίκῳ καὶ τῷ Ἀαρών, αὐτὸς μὲν ἀπεγνώκει τὰ πράγματα καὶ ἤδη προσ δόκιμος ἦν τῶν πάντων ἀφέμενος καταφυγὴν καὶ σωτηρίαν ζητεῖν· ἀλλ' οἱ περὶ αὐτὸν οὐ συνεχώρησαν τοῦτο ποιῆσαι, ἀλλὰ μένειν παρεκάλουν καὶ τελευτᾶν εὐγενῶς, εἰ δεήσει, περὶ τῆς βασιλείας. πάλιν μὲν οὖν στρατολογεῖν καὶ πρὸς δευτέρας ἀντιπαρατάξεις χω ρεῖν ὀχληρὸν καὶ ἀσύμφορον ἐνομίζετο, ᾤετο δὲ περιέσεσθαι, εἰ τὴν τῶν πολιτῶν εὔνοιαν ἐπισπάσοι· ὅθεν καὶ τούτους περιεῖπε καὶ δώροις συνεῖχε καὶ φιλοτιμήμασιν. ὁ δὲ Κομνηνὸς τὰ ἐναντία θραύσας στρατεύματα καὶ διασκεδάσας, ἀπαναστὰς ἐκ Νικαίας τριταῖος εἰς Νικομήδειαν ἔρχεται. ἐκεῖσε δὲ αὐτῷ γενομένῳ φθά νουσι καὶ πρεσβευταὶ βασιλέως, ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λει χούδης, ὁ πρόεδρος Θεόδωρος ὁ Ἀλωπός, Κωνσταντῖνος ὁ Ψελ λὸς ὁ τῶν φιλοσόφων ὕπατος. οὗτοι γὰρ οἱ τρεῖς ἄνδρες ἐπὶ σο φίᾳ καὶ λόγου δυνάμει τῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἀνθρώπων διαφέρειν δοκοῦντες, καὶ ἀσυγκρίτως ὁ Ψελλός, ἐξελέγησαν εἰς τὸ πρεσβεῦσαι· καὶ προσεδόκησεν ὁ βασιλεὺς μεγάλα καταπρά 2.633 ξασθαι διὰ τῆς ἐκείνων εὐστομίας καὶ χάριτος. ὑπισχνεῖτο δὲ ἡ πρεσβεία καταθέμενον τὰ ὅπλα τὸν Κομνηνὸν αὐτὸν μὲν υἱοθετη θῆναι παρὰ τοῦ βασιλέως καὶ Καίσαρα ἀναρρηθῆναι, πᾶσι δὲ τοῖς συναπαχθεῖσιν αὐτῷ ἀμνηστίαν κακῶν καὶ ἄφεσιν τῶν πε πλημμελημένων. ὡς δὲ λέγουσιν οὐδεὶς προσέσχεν αὐτοῖς, ἐπαν ελθόντες δ' ὡς βασιλέα καὶ ἑτέραν πρεσβείαν εἰληφότες ἐπανέρχον ται, καὶ καταλαμβάνουσιν ἐρχόμενον τὸν Κομνηνὸν εἰς τὸ χωρίον τὰς Ῥέας. ἐδήλου δὲ ἡ πρεσβεία ἀναγορευθῆναι μὲν τὸν Κομνη νὸν βασιλέα υἱοθετηθέντα, πᾶσι δὲ τοῖς συστρατευσαμένοις αὐτῷ βεβαιωθῆναι τὰς παρὰ τοῦ Κομνηνοῦ τιμὰς γράμμασι βασιλικοῖς. ἀγγελθείσης δὲ τῆς ἐκ βασιλέως ὑποσχέσεως αὐτὸς μὲν ὁ Κομνη νὸς καὶ πάντες οἱ σὺν αὐτῷ ἄρχοντες ἐπευφήμησαν, καὶ τὰς ὑπο σχέσεις χρυσοβουλλείῳ γραφῇ βεβαιωθῆναι ἠξίουν, μόνος δὲ ὁ Κεκαυμένος ἀπηρέσκετο πρὸς πάντα καὶ καταλιπεῖν ἐνέκειτο τὸν γέροντα τὴν βασιλείαν καὶ ὑποχωρῆσαι, μὴ εἶναι ἄξιον λέγων τοῦτον μὲν ἤδη καθαιρεθέντα καὶ ἀποκηρυχθέντα ὅρκοις φρικω δεστάτοις αὖθις συγχωρηθῆναι βασιλεύειν Ῥωμαίων· τοῦτο γὰρ καὶ θεοῦ ὀργὴν ἔλεγε κινήσειν διὰ τὴν ἐπιορκίαν, καὶ οὐδὲ αὐτοῖς ἔσεσθαι συμφέρουσαν τὴν τῶν ὅπλων κατάθεσιν· αὐτός τε γὰρ υἱοθετηθεὶς φαρμάκοις κατεργασθεὶς οἰχήσεται θᾶττον, καὶ ἕκα στος τῶν συμπραξάντων αὐτῷ τὼ ὀφθαλμὼ διορυγήσεται. λέγε ται δὲ ὅτι καὶ οἱ πρεσβευταὶ παραπρεσβεύσαντες, ἄλλοτε ἄλλος 2.634 λάθρᾳ τῷ Κεκαυμένῳ προσιόντες, παρεκάλουν ἔχεσθαι τῆς ἐν στάσεως καὶ μηδ' ὅλως ἐνδοῦναι. τοῦτο δὲ αὐτὸν ποιῆσαι καὶ οἱ καλῶς εἰδότες ἐπληροφόρουν, ἄνδρες οὐχ οἷοί τε ψεύδεσθαι, καὶ εἰς αὐτὸν τὸν Κομνηνὸν πληροφοροῦντες ἐνωμότως ὡς ἅπαν τὸ ἀστικὸν πλῆθος περικαῶς εἰς αὐτὸν ἔχει, καὶ ὡς εἰ μόνον ἐγγίσει τῇ πόλει, τὸν γέροντα ἐξωθήσαντες μετ' ἐπινικίων καὶ ὕμνων αὐτὸν προσδέξονται. καὶ ταῦτα μὲν γενέσθαι λέγεται ἐπὶ στρα τοπέδου. Ὁ δὲ γέρων συνέσφιγγε μὲν εἰς αὐτὸν τῶν πολιτῶν εὔνοιαν καὶ δωρεαῖς καὶ χρήμασι καὶ ἀξιωμάτων ὑπεροχαῖς καὶ τοῖς τοιού τοις οἷς θέλγεται καὶ