533
καταδημαγωγεῖται τὸ πλῆθος καὶ πρὸς εὔ νοιαν δεσμεῖται καὶ πίστιν· μείζονα δὲ καὶ ἀρρηκτότερον τὸν δε σμὸν τῆς εὐνοίας ποιῆσαι βουλόμενος, καὶ γραμματεῖον ἐκθέμενος ὅρκοις φρικτοῖς καὶ ἀραῖς παλαμναιοτάταις κατησφαλισμένον, ὡς οὐδέποτε βασιλέα ἢ δεσπότην τὸν Κομνηνὸν ὀνομάσουσιν ἢ τὴν βασιλεῖ πρέπουσαν τιμὴν αὐτῷ προσοίσουσιν, ἕκαστον τῶν συγ κλητικῶν ἠνάγκαζεν ὑπογράφειν ἐν αὐτῷ καὶ τὰ γεγραμμένα κυ ροῦν. καὶ πάντες μὲν τῇ ἐξουσίᾳ πειθαρχοῦντες ἔτι πόρρω τοῦ Κομνηνοῦ διάγοντος ὑπέγραψαν· ὡς δὲ ἐκεῖνος ἤγγισεν εἴς τι χω ρίον Ἀλμέας λεγόμενον, ἔμελλε δὲ τῇ ἐπαύριον ἐν τοῖς παλατίοις αὐλίζεσθαι τοῦ ∆αματρύος, αἰφνίδιον περιστάντες περὶ τὸ περί ορθρον τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ ὁ μάγιστρος [καὶ] Μιχαὴλ ὁ τοῦ Ἀναστασίου υἱός, ὁ πατρίκιος Θεόδωρος ὁ Χρυσήλιος, ὁ 2.635 πατρίκιος Χριστοφόρος ὁ Πυρρός, οἱ τῶν ἑταιρειῶν πάντες ἄρχον τες, καί τινες ἄλλοι τῶν ἀφανεστέρων, κάτωθεν ἔκραζον κατελ θεῖν πρὸς αὐτοὺς τὸν πατριάρχην ὡς μέλλοντες περὶ ἀναγκαίων αὐτῷ πεύσεις προσενεγκεῖν. τοῦ δὲ μὴ καταβῆναι πεισθέντος, ἀλλ' ἀποκλείσαντος τὰς ἑαυτοῦ θύρας καὶ τὴν εἴσοδον τοῦ ἀνά γοντος εἰς τὰ ὑπερῶα τῆς ἐκκλησίας λαβυρίνθου, πεπομφότος δὲ πρὸς τούτους Νικηφόρον καὶ Κωνσταντῖνον τοὺς αὐταδέλφους καὶ ἰδίους ἀνεψιούς, καὶ δι' αὐτῶν τὰς πεύσεις προσενεχθῆναί οἱ κελεύοντος, οἱ συνελθόντες καὶ ἄλλο πλῆθος προσλαβόμενοι οὐκ ὀλίγον (ἤδη γὰρ τῆς φήμης διαδοθείσης συνέτρεχον πανσυδί, οὐ μόνον οἱ τοῖς νεωτερισμοῖς ἐπιχαίροντες, ἀλλὰ καὶ τῶν συνετωτέ ρων οὐκ ὀλίγοι καὶ τῶν συγκλητικῶν πλῆθος, ὅσοι μὴ ἱκανῶς παρὰ τοῦ βασιλέως ἐθεραπεύθησαν) περισχόντες τοὺς τοῦ πατρι άρχου ἀνεψιοὺς ἀπάγξειν ἠπείλουν, εἰ μὴ τάχιον αὐτὸς καταβαίη πρὸς τούτους. ὁ δὲ εἴτε ἄκων, οὐκ οἶδα, εἴθ' ἑκών, ὡς ὁ τῶν πλειόνων εἶχε λόγος, τὴν ἱερατικὴν περιθέμενος διπλοΐδα καὶ τὰ λοιπὰ παράσημα τῆς ἀρχιερωσύνης ἀναλαβὼν κάτεισιν ἀκκιζόμε νος καὶ δεινὰ πάσχοντι ἐοικώς· ἦσαν δὲ ταῦτα πάντα σκηνή, ὡς τὰ πράγματα ἔδειξαν. κατελθόντα γὰρ ἐκεῖνον εὐθέως οἱ ἀνάπται τοῦ πλήθους παρειληφότες, καὶ θρόνον ἐνεγκόντες, ἐπὶ τοῦ δεξιοῦ μέρους καθίζουσι τοῦ ἁγίου βήματος. καὶ πρῶτον μέν, ὡς ἐν προσχήματι τάχα, πρεσβευτὴν αὐτὸν παρεκάλουν ὡς βασιλέα γε 2.636 νέσθαι, ὅπως ἀποδοθείη αὐτοῖς τὸ ὑπογραφὲν παρ' αὐτῶν ἔγ γραφον, ὡς ἤδη τοῦ βασιλέως σπεισαμένου τῷ Κομνηνῷ καὶ βασι λέα ἀνειπόντος αὐτόν. τοῦ γὰρ ἐγγράφου σωζομένου ἀδιαρρή κτου, δυοῖν ἀτόποιν θάτερον ἔφασκον ἐξ ἀνάγκης ἕψεσθαι· ἢ γὰρ εὐφημήσαντες αὐτὸν ὡς βασιλέα ἐπιορκήσουσιν, ἢ ὡς ἐνυβρίσαν τες εἰς βασιλέα κολασθήσονται. ὁ δὲ πρῶτον μὲν ἀνελάμβανεν αὐτούς, καὶ πληρώσειν τὸ αἴτημα τούτων κατεπηγγέλλετο. εἶτα μικροῦ διαλιπόντος καιροῦ πάντων ἀφέμενοι αὐτοκράτορα βασιλέα ἀναγορεύουσι τὸν Κομνηνόν, καὶ τοὺς ὅσοι μὴ τοῦτο βούλονται ἐχθροὺς Ῥωμαίων καὶ ἀποστάτας ὠνόμαζον, καὶ διαρπάζεσθαι τὰς οἰκίας αὐτῶν ὑπὸ τοῦ πλήθους ἐδοκίμαζον, αὐτοῦ τοῦ πατρι άρχου πρώτου διὰ τοῦ τῆς ἐκκλησίας δευτερεύοντος Στεφάνου συμπαρόντος καὶ συνευδοκοῦντος, καὶ Θεοδώρου τοῦ Ἀντιοχείας πατριάρχου τὴν ἀνάρρησιν τῆς εὐφημίας βοήσαντος, καὶ τοὺς οἴκους τῶν ἐν ὑπεροχαῖς, ὅσοι μὴ ἠρέσκοντο τοῖς γινομένοις, ἀνασκάπτειν καὶ διαρπάζειν προτρέποντος. καὶ ταῦτα μὲν ἔπραττεν ἔσωθεν τοῦ θείου καὶ περιωνύμου ναοῦ· ἄγγελον δὲ πρὸς τὸν Κομνηνὸν πέμψας, καὶ πρὸς τὸν γέροντα ἄλλους, ἐκείνῳ μὲν μηνύει σπεύδειν καὶ μὴ βραδύνειν, καὶ μισθὸν ἀπῄτει τῆς συνεργίας ὡς ἤδη τέλος ἐχούσης τῆς αὐτοῦ ἐφέσεως, τούτῳ δὲ κατιέναι τῶν ἀνακτόρων κατ' οὐδὲν αὐτῷ προσηκόντων. κἀκ τούτου τοῖς 2.637 πᾶσιν ἀπροφάσιστος ἐφάνη ὁ πατριάρχης μὴ μόνον μέτοχος ὢν ἀλλὰ καὶ πρωταίτιος τῆς ἀποστασίας. τοῦ δὲ τοὺς πεμφθέντας εἰς αὐτὸν μητροπολίτας ἐρωτήσαντος "καὶ τί μοι ἀντὶ τῆς βασιλείας ὁ πατριάρχης παρέχεται;" ἐκείνων δὲ ἀποκριναμένων "τὴν οὐράνιον βασιλείαν," ἅμα τῷ λόγῳ