534
τὴν πορφύραν ἀποβαλὼν καὶ τὰ κοκκοβαφῆ πέδιλα, καὶ ἰδιωτικὴν ἐσθῆτα ἀμφιασάμενος, κάτεισι. τοῦτο δὲ πάντως ἐγένετο ἂν ὡς ἐκεῖνός τε ἐβούλετο καὶ οἱ μητροπολῖται ὑπέσχοντο, εἰ ἅμα τῇ ἀποστασίᾳ ᾤχετο λιπὼν τὰ βασίλεια· ἐγκαρτερήσας δὲ ἄχρι πολέμου, καὶ ἀνασχόμενος τοσαύτην πτῶσιν ἰδεῖν ἀνδρῶν ὁμοφύλων, εἶτα θραυσθεὶς καὶ κατασεισθεὶς ὑπὸ τῶν πολιτῶν καὶ ἄκων τῆς βασιλείας ὑπεξερχόμενος, οὐκ οἶδα εἰ ἀντιμισθίαν κομιεῖται τῆς ἐπιγείου βασιλείας τὴν ἐπουράνιον. ἀλλὰ τοῦτο μέν, ὅπῃ τῷ θεῷ φίλον, γενήσεται. τοῦ δὲ κατὰ τὴν ἐν τῇ ἀκροπόλει οἰκίαν αὐτοῦ γενομένου ἡμέρᾳ τετράδι, τριακοστὴν πρώτην ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς δεκάτης ἐπινεμήσεως, εἰσέρχεται ὁ Κεκαυμένος κουροπαλάτης ὑπὸ τοῦ Κομνηνοῦ τιμηθεὶς μετά τινων οὐκ ὀλίγων εὐπατριδῶν τῇ εʹ πρωΐας διὰ δρόμωνος, καὶ εἰσελθὼν κρατεῖ τὰ ἀνάκτορα. ἔρχεται δὲ περὶ δείλην ὀψίαν καὶ ὁ Κομνηνός, καὶ εἴσεισιν ἐν αὐτοῖς, καὶ τῇ ἐπαύριον, πρώτην ἄγοντος τοῦ Σεπτεμβρίου μηνός, τῆς ιαʹ ἐπινεμήσεως, τοῦ #22φξʹ ἔτους, δημοσίαν ποιησάμενος 2.638 πρόοδον ἄπεισιν εἰς τὴν μεγάλην ἐκκλησίαν, κἀκεῖσε ἄνωθεν τοῦ ἄμβωνος διὰ τῶν χειρῶν τοῦ πατριάρχου τῷ βασιλικῷ ταινιοῦται διαδήματι καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται.