1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

2

διαφόροις τρόποις τε καὶ ὀνόμασι τῆς κατὰ τὸν νοῦν θεωρίας ἓν ὑφη γεῖται διδασκαλίας εἶδος ἡμῖν, τὸ μὴ δεῖν πάντως παραμένειν τῷ γράμματι ὡς βλαπτούσης ἡμᾶς ἐν πολλοῖς εἰς τὸν κατ' ἀρετὴν βίον τῆς προχείρου τῶν λεγομένων ἐμφάσεως, ἀλλὰ μεταβαίνειν πρὸς τὴν ἄϋλόν τε καὶ νοητὴν θεωρίαν, ὥστε τὰς σωματικωτέρας ἐννοίας μεταβληθῆναι πρὸς νοῦν καὶ διάνοιαν κόνεως δίκην τῆς σαρκωδεστέρας ἐμφάσεως τῶν 6.7 λεγομένων ἐκτιναχθείσης. καὶ διὰ τοῦτό φησιν ὅτι Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, ὡς πολλαχῇ τῆς ἱστορίας, εἴπερ ἐπὶ ψιλῶν σταίημεν τῶν πραγμάτων, οὐκ ἀγαθοῦ βίου παρεχομένης ἡμῖν τὰ ὑποδείγματα· τί γὰρ ὠφελεῖ πρὸς ἀρετὴν τὸν ἀκούοντα Ὡσηὲ ὁ προφήτης ἐκ πορνείας παιδοποιούμενος καὶ Ἠσαΐας εἰσιὼν πρὸς τὴν προφῆτιν, εἰ μέχρι τῆς λέξεώς τις στήσειε τὸ λεγόμενον; ἢ τί πρὸς τὸν ἐνάρετον συντελεῖ βίον τὰ περὶ τοῦ ∆αβὶδ διηγήματα, μοιχείας καὶ φόνου κατὰ ταὐτὸ περὶ τὸ ἓν συνδεδραμηκότων ἄγος; εἰ δέ τις εὑρεθείη λόγος ὁ τὸ διὰ τούτων οἰκονομούμενον ἐπιδεικνύων ἀνεύθυνον, τότε ἀλη θεύων ὁ τοῦ ἀποστόλου λόγος ἐπιδειχθήσεται ὅτι Τὸ γράμμα ἀποκτείνει (πονηρῶν γὰρ ἔχει πραγμάτων ἐν ἑαυτῷ ὑπο δείγματα), τὸ δὲ πνεῦμα ζωοποιεῖ· μετατίθησι γὰρ τὴν ἀπεμφαίνουσάν τε καὶ διαβεβλημένην ἔννοιαν εἰς θειοτέρας ἐμφάσεις. οἴδαμεν δὲ καὶ αὐτὸν τὸν λόγον τὸν παρὰ πάσης κτίσεως προσκυνούμενον, ὅτε ἐν ὁμοιώματι ἀνθρώπου καὶ σχήματι διὰ σαρκὸς παρεδίδου τὰ θεῖα μυστήρια, οὕτως 6.8 ἀνακαλύπτοντα ἡμῖν τὰ τοῦ νόμου νοήματα, ὥστε τοὺς δύο ἀνθρώπους, ὧν ἀληθής ἐστιν ἡ μαρτυρία, ἑαυτὸν καὶ τὸν πατέρα λέγειν εἶναι· καὶ τὸν χαλκοῦν ὄφιν τὸν ἐπὶ τοῦ ὕψους ἀνατεθέντα, ὃς ἦν τῷ λαῷ τῶν θανατηφόρων δηγμάτων ἀλεξητήριος, εἰς τὴν διὰ τοῦ σταυροῦ γενομένην ὑπὲρ ἡμῶν οἰκονομίαν μεταλαμβάνοντα· καὶ αὐτῶν δὲ τῶν ἁγίων αὐτοῦ μαθητῶν τὴν ἀγχίνοιαν διὰ τῶν ἐπικεκαλυμμένων τε καὶ ἐπικεκρυμμένων λόγων διαγυμνάζοντα ἐν παραβολαῖς, ἐν ὁμοιώμασιν, ἐν σκοτεινοῖς λόγοις, ἐν ἀποφθέγμασι, τοῖς δι' αἰνιγμάτων προφερομένοις, ὑπὲρ ὧν κατὰ μόνας μὲν ἐποιεῖτο τὰς ἐξηγήσεις ἐπιλύων αὐτοῖς τὴν ἀσάφειαν, ἔστι δὲ ὅπου, εἰ μὴ κατελήφθη παρ' αὐτῶν ἡ τῶν λεγομένων διά νοια, διεμέμφετο αὐτῶν τὸ βραδύνουν καὶ περὶ τὴν σύνεσιν ἄτονον· ὅτε γὰρ ἀπέχεσθαι τῆς Φαρισαϊκῆς αὐτοῖς ἐνεκελεύετο ζύμης, οἱ δὲ μικροψύχως πρὸς τὰς πήρας ἀπέβλεπον, ἐν αἷς τὸν ἐκ τῶν ἄρτων ἐπισιτισμὸν οὐκ ἐπήγοντο, τότε καθάπτεται τῶν μὴ συνιέντων, ὅτι διδασκαλία ἦν τὸ διὰ 6.9 τῆς ζύμης δηλούμενον. καὶ πάλιν τράπεζαν αὐτῷ τῶν μαθητῶν παρατιθέντων ἀποκρινόμενος ὅτι Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε, ὑπονοησάντων αὐτῶν περὶ σωματικῆς αὐτὸν λέγειν τροφῆς ὡς ἑτέρωθεν αὐτῷ προσε νεχθείσης, ἑρμηνεύει τὸν ἑαυτοῦ λόγον ὅτι βρῶσίς ἐστιν αὐτῷ πρέπουσα καὶ κατάλληλος ἡ τοῦ σωτηρίου θελήματος ἀποπλήρωσις. καὶ μυρία τοιαῦτα ἐκ τῶν εὐαγγελικῶν φωνῶν ἔστιν ἀναλέξασθαι, ἐφ' ὧν ἄλλο μὲν ἔστι τὸ ἐκ τοῦ προχείρου νοούμενον, ἕτερον δὲ πρὸς ὃ βλέπει ἡ τῶν λεγομένων διάνοια· οἷον τὸ ὕδωρ ὃ τοῖς διψῶσι κατεπηγγείλατο δι' οὗ πηγαὶ ποταμῶν γίνονται οἱ πιστεύοντες, τὸν ἄρτον τὸν ἐκ τῶν οὐρανῶν καταβαίνοντα, τὸν ναὸν τὸν λυόμενον καὶ διὰ τριῶν ἡμερῶν ἐγειρόμενον, τὴν ὁδόν, τὴν θύραν, τὸν λίθον τὸν παρὰ τῶν οἰκοδόμων ἐξουθενημένον καὶ τῇ ἐπιγωνίῳ κεφαλῇ ἁρμοζόμενον, τοὺς δύο τοὺς ἐπὶ κλίνης μιᾶς, τὸν μυλῶνα, τὰς ἀληθούσας, τὴν παραλαμβανομένην, τὴν καταλιμπανομένην, τὸ πτῶμα, τοὺς ἀετούς, τὴν συκῆν τὴν ἁπαλυνομένην καὶ τοὺς κλάδους ἐκφύουσαν. ἅπερ πάντα καὶ ὅσα τοιαῦτα γένοιτο ἂν εἰς προτροπὴν ἡμῖν τοῦ χρῆναι 6.10 διερευνᾶν τὰς θείας φωνὰς καὶ προσέχειν τῇ ἀναγνώσει καὶ κατὰ πάντα τρόπον ἀνιχνεύειν, εἴ πού τις εὑρεθείη λόγος τῆς προχείρου κατανοήσεως ὑψηλότερος ἐπὶ τὰ θειότερά τε καὶ ἀσώματα χειραγωγῶν τὴν διάνοιαν. τούτου χάριν τὸ ἀπηγορευμένον τῇ βρώσει ξύλον οὐχὶ συκῆν, ὥς τινες ἀπεφήναντο, οὔτε ἄλλο τι τῶν ἀκροδρύων εἶναι πειθόμεθα· εἰ γὰρ τότε