1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

18

νυμφίου πρὸς αὐτὴν διαλέγονται τὸν τρόπον τῆς τῶν προσόντων ἀγαθῶν ἀσφαλείας διὰ συμβουλῆς ὑφηγούμενοι. ἔστι δὲ κεκαλυμμένος δι' ἀσαφείας καὶ ὁ παρ' ἐκείνων λόγος· ἔχει γὰρ οὕτως ἡ λέξις Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων. τούτων δὲ τῶν ῥημάτων ἡ μὲν διάνοια πρόδηλος ἐκ τῆς τῶν ἐξετασθέντων ἀκολουθίας ἐστίν, ἡ δὲ σύνταξις δοκεῖ πως τὴν ἀσάφειαν ἔχειν. τίς οὖν ἐστιν ἡ διάνοια; ἀσφαλέστατόν ἐστι φυλακτήριον ἡμῶν τὸ ἑαυτὸν μὴ ἀγνοῆσαι μηδέ τι ἄλλο τῶν περὶ αὑτὸν βλέποντα ἑαυτὸν οἴεσθαι βλέπειν. ὅπερ δὴ πάσχουσιν οἱ ἑαυτῶν ἀνεπίσκεπτοι· ἰσχὺν ἢ κάλλος ἢ δόξαν ἢ δυναστείαν ἤ τινα πλούτου περιουσίαν ἢ τῦφον ἢ ὄγκον ἢ σώματος μέγεθος ἢ μορφῆς εὐμοιρίαν ἢ 6.64 ἄλλο τι ἐν ἑαυτοῖς τοιοῦτον ὁρῶντες τοῦτο ἑαυτοὺς εἶναι νομίζουσιν. διὰ τοῦτο σφαλεροὶ φύλακές εἰσιν ἑαυτῶν τῇ περὶ τὸ ἀλλότριον σχέσει ἀφύλακτον περιορῶντες τὸ ἴδιον. πῶς γὰρ ἄν τις φυλάξειέ τι, ὃ μὴ ἐπίσταται; οὐκοῦν ἀσφαλε στάτη φρουρὰ τῶν ἐν ἡμῖν ἀγαθῶν τὸ ἑαυτοὺς μὴ ἀγνοῆσαι καὶ τὸ γνῶναι ἕκαστον ἑαυτὸν ὅπερ ἐστὶ καὶ ἀκριβῶς ἑαυτὸν ἀπὸ τῶν περὶ αὑτὸν διακρίνειν, ὡς ἂν μὴ λάθοι φυλάσσων ἀνθ' ἑαυτοῦ τὸ ἀλλότριον· ὁ γὰρ πρὸς τὴν ἐν τῷ κόσμῳ τούτῳ βλέπων ζωὴν καὶ τὰ ἐνταῦθα τίμια φυλακῆς ἄξια κρίνων οὐκ οἶδε τὸ ἴδιον διακρῖναι τοῦ ἀλλοτρίου· οὐδὲν γὰρ τῶν παρερχομένων ἐστὶν ἡμέτερον. πῶς γὰρ ἄν τις κρατήσειε τοῦ παροδικοῦ τε καὶ ῥέοντος; ἐπεὶ οὖν ἓν μόνον ὡσαύτως ἔχει, ἡ νοητή τε καὶ ἄϋλος φύσις, ἡ δὲ ὕλη παρέρχε διὰ ῥοῆς τινος καὶ κινήσεως πάντοτε ἀλλοιουμένη, ἀναγκαίως ὁ τοῦ ἑστῶτος χωριζόμενος τῷ ἀστατοῦντι πάντως συμπαραφέρεται καὶ ὁ τὸ παρερχόμενον διώκων καὶ τὸ ἑστὼς καταλείπων ἀμφοτέρων διαμαρτάνει τὸ μὲν 6.65 ἀφιείς, τὸ δὲ κατασχεῖν μὴ δυνάμενος. διὰ τοῦτό φησιν ἡ τῶν φίλων τοῦ νυμφίου συμβουλὴ τὰ εἰρημένα ὅτι Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων. τοῦτο δέ ἐστι τί; ὅτι ὁ ἑαυτὸν ἀγνοήσας ἐκπίπτει μὲν τῆς τῶν προβάτων ἀγέλης, σύννομος δὲ γίνεται τοῖς ἐρίφοις, ὧν ἡ στάσις ἐπὶ τὸ σκαιὸν ἀπεώσθη, οὕτω τοῦ καλοῦ ποιμένος ἐκ δεξιῶν μὲν τὰ πρόβατα στήσαντος, ἀφορίσαντος δὲ τῆς κρείττονος λήξεως ἐπὶ τὸ ἀριστερὸν τὰ ἐρίφια. τοῦτο τοίνυν ἐκ τῆς τῶν φίλων τοῦ νυμφίου συμβουλῆς παιδευόμεθα τὸ δεῖν εἰς αὐτὴν βλέπειν τὴν τῶν πραγμάτων φύσιν καὶ μὴ πεπλανημένοις ἴχνεσι τῆς ἀληθείας παραστοχάζεσθαι. Σαφέστερον δὲ χρὴ τὸν περὶ τούτων ἐκθέσθαι λόγον. πολλοὶ τῶν ἀνθρώπων οὐκ αὐτοὶ κρίνουσιν ὅπως ἔχει τὰ πράγματα φύσεως, ἀλλὰ πρὸς τὴν συνήθειαν τῶν προβεβιω κότων ὁρῶντες τῆς ὑγιοῦς τῶν ὄντων κρίσεως ἁμαρτάνουσιν οὐκ ἔμφρονά τινα λογισμὸν ἀλλὰ συνήθειαν ἄλογον τοῦ καλοῦ κριτήριον προβαλλόμενοι· ὅθεν εἰς ἀρχάς τε καὶ δυναστείας ἑαυτοὺς εἰσωθοῦσι καὶ τὰς ἐν τῷ κόσμῳ τούτῳ περιφανείας καὶ τοὺς ὑλικοὺς ὄγκους περὶ πολλοῦ ποιοῦνται, ἄδηλον ὄν, εἰς ὅ τι τούτων ἕκαστον καταλήξει μετὰ τὸν τῇδε 6.66 βίον· οὐ γὰρ ἀσφαλὴς τῶν μελλόντων ἐγγυητὴς ἡ συνήθεια, ἧς τὸ πέρας ἐρίφων εὑρίσκεται πολλάκις οὐχὶ προβάτων ἀγέλη. νοεῖς δὲ πάντως τὸν λόγον ἐκ τῆς τοῦ εὐαγγελίου φωνῆς. ὁ δὲ πρὸς τὸ ἴδιον τῆς ἀνθρωπίνης φύσεως βλέπων (τοῦτο δέ ἐστιν ὁ λόγος) καταφρονήσει μὲν τῆς ἀλόγου συνηθείας, οὐδὲν δὲ ὡς καλὸν αἱρήσεται, ὃ μὴ τῇ ψυχῇ φέρει τι κέρδος. οὐκοῦν οὐ χρὴ πρὸς τὰ ἴχνη τῶν βοσκημάτων βλέπειν, ἃ τῷ γεώδει βίῳ διὰ τῶν πτερνῶν ἐνσημαίνονται οἱ προωδευκότες τὸν βίον· ἀφανὴς γὰρ ἐκ τῶν φαινομένων ἡ τοῦ προτιμοτέρου κρίσις, ἕως ἂν ἔξω τοῦ βίου γενώμεθα κἀκεῖ γνῶμεν, τίσιν ἠκολουθήσαμεν. ὁ τοίνυν μὴ ἐξ αὐτῶν τῶν πραγμάτων διακρίνων τὸ καλὸν ἐκ τοῦ χείρονος ἀλλὰ τοῖς ἴχνεσι τῶν προωδευκότων ἑπόμενος τὴν παρελθοῦσαν τοῦ βίου συνήθειαν διδάσκαλον τῆς ἰδίας ζωῆς προβαλλόμενος λανθάνει πολλάκις κατὰ τὸν καιρὸν τῆς δικαίας κρίσεως ἔριφος ἀντὶ προβάτου