1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

64

τούτων ἐστὶ πληρουμένη τοῖς τῆς ἐκκλησίας χείλεσιν ἡ εὐπρέπεια, ὅταν καὶ ἡ πίστις τῆς ὁμολογίας προλάμπῃ καὶ ἡ ἀγάπη τῇ πίστει συμπλέκηται. καὶ εἰ χρὴ ὥσπερ ὁρισμῷ τινι περιλαβεῖν τὸ ὑπόδειγμα, οὕτω τὸ ῥηθὲν ὁριούμεθα· κόκκινον σπαρτίον ἐστὶ Πίστις δι' ἀγάπης ἐνεργουμένη, ὡς τῇ πίστει μὲν δηλοῦσθαι τὸ κόκκινον, τῇ δὲ ἀγάπῃ τὸ σπαρτίον διερμηνεύεσθαι. τούτοις κεκοσμῆσθαι τὰ χείλη τῆς νύμφης μαρτυρεῖ ἡ ἀλήθεια. ἡ δὲ ὡραία λαλιὰ θεωρίας τινὸς λεπτοτέρας ἢ ἑρμηνείας ἄλλης οὐκ ἐπιδέεται· φθάσας γὰρ διεσάφησεν ὁ ἀπόστολος ὅτι ἡ λαλιὰ αὕτη τὸ ῥῆμα τῆς πίστεώς ἐστιν ὃ κηρύσσομεν, λέγων Ἐὰν ὁμολογήσῃς τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖ εἰς σωτηρίαν. αὕτη ἐστὶν ἡ ὡραία λαλιά, δι' ἧς τὰ χείλη τῆς ἐκκλησίας κατὰ τὸ κόκκινον ἐκεῖνο σπαρτίον εὐπρεπῶς ἐπανθίζεται. Ἀρέσκεται δὲ μετὰ τὴν τοῦ στόματος ὥραν ὁ νυμφίος καὶ τῷ τῆς παρειᾶς ἐρυθήματι. μῆλον δὲ τοῦτο τοῦ προσώπου τὸ μέρος ἐκ καταχρήσεως καλεῖ ἡ συνήθεια. προσεικάζει 6.230 τοίνυν τὸ τῆς παρειᾶς μῆλον τῷ λεπύρῳ τῆς ῥόας γράψας οὕτω τὸν ἔπαινον αὐτὸν ἐπὶ λέξεως· Ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. ὅτι μὲν οὖν αἰδώς ἐστι τὸ ἐπαινούμενον παντὶ ῥᾴδιον ἐκ τῆς ἀκολουθίας τῶν τεθεωρημένων λογίσασθαι· σωματοποιήσας γὰρ τὴν ἐκκλησίαν ὁ λόγος εἰς τὸ τῆς νύμφης εἶδος καὶ τὰς καθ' ἕκαστον ἀρετὰς καταλλήλως τῇ ὑπογραφῇ τῆς κατὰ τὸ πρόσωπον ὥρας ἐπιμερίσας νῦν διὰ τοῦ ἐρυθήματος τοῦ ταῖς παρειαῖς ἐπιζέοντος προσφόρως ἐπαινεῖ τὴν σωφροσύνην αἰδοῖ κατακοσμήσας ἐν τῷ τῆς ῥόας αἰνίγματι· ὁ γὰρ καρπὸς οὗτος στυφῇ τε καὶ ἀβρώτῳ τῇ ἐπιφανείᾳ ἐντρέφεται. διὸ καλῶς τε καὶ οἰκείως εἰς τὸ τῆς σωφροσύνης κατόρθωμα διὰ τῆς θεωρίας μεταλαμβάνεται· ὡς γὰρ ἡ στῦψις τοῦ τῆς ῥόας λεπύρου τρέφει τε καὶ φυλάσσει τοῦ ἐμπεριεχομένου καρποῦ τὴν γλυκύτητα, οὕτως ὁ στυφός τε καὶ ἐγκρατὴς καὶ κατεσκληκὼς βίος φύλαξ γίνεται τῶν τῆς σωφροσύνης καλῶν. διπλοῦς δὲ καὶ ἐνταῦθα τῆς ἀρετῆς ταύτης ὁ ἔπαινος γίνεται διά τε τῶν προφαινομένων κατὰ τὸν εὐσχήμονα βίον καὶ διὰ τῶν ἐν τῇ τῆς ψυχῆς ἀπαθείᾳ κατορθουμένων, ὧν Ὁ ἔπαινος, καθώς φησιν ὁ ἀπόστολος, οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκ 6.231 θεοῦ· ἡ γὰρ ἐπιλάμπουσα τοῖς γινομένοις αἰδὼς ἴδιον μὲν ἐκ τῶν προδήλων ἔχει τὸν ἔπαινον, ἐκτὸς δὲ τῶν σιωπωμένων ἐστὶ καὶ ὑποκεκρυμμένων θαυμάτων, ἃ μόνῳ καθορᾶται τῷ ὀφθαλμῷ ἐκείνῳ τῷ εἰς τὰ κρύφια βλέποντι. ∆ιὰ δὲ τῶν μετὰ ταῦτα μανθάνομεν ὅτι πᾶν τὸ παρὰ τῶν θεοφορουμένων ἁγίων γινόμενον τύπος τις καὶ διδα σκαλία τῶν εἰς ἀρετὴν κατορθουμένων ἐγίνετο· οἱ γάμοι, αἱ ἀποικίαι, οἱ πόλεμοι, αἱ τῶν οἰκοδομημάτων κατασκευαί, πάντα κατά τινα λόγον εἰς νουθεσίαν τῷ μετὰ ταῦτα προδιετυποῦτο βίῳ· Ἐγράφη γὰρ ταῦτα, φησί, πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ὁ μὲν γὰρ κατὰ τῶν ἀλλοφύλων πόλεμος συμβουλεύει κατὰ τῆς κακίας ἡμᾶς ἀνδρίζεσθαι, ἡ δὲ κατὰ τοὺς γάμους σπουδὴ τὴν τῶν ἀρετῶν συνοίκησιν δι' αἰνιγμάτων ἡμῖν ὑποτίθεται. ὡσαύτως δὲ καὶ ἡ ἀποικία τοῦ ἐναρέτου βίου τὸν οἰκισμὸν ὑποβάλλει, τὰ δὲ ὅσα περὶ τὰς κατασκευὰς τῶν οἰκοδομημάτων παρ' αὐτῶν ἐσπουδάζετο, τῶν ἡμετέρων οἴκων τῶν δι' ἀρετῆς οἰκοδομουμένων ἐπιμέλειαν ποιεῖσθαι διακελεύεται. διό μοι δοκεῖ κἀκεῖ τὸν περιφανῆ πύργον ἐκεῖνον, <ἐν> ᾧ τὰ ἀκροθίνια τῶν λαφύρων ἀνέθηκεν ὁ ∆αβίδ, 6.232 πρὸς τὴν προκοπὴν τῆς ἐκκλησίας βλέπων [τῶν τι κατ' ἀρετὴν σπουδαζομένων] προδιατυπῶσαι τούτῳ τῷ ἔργῳ, ὃς ὑπερφαίνεται μὲν ἀκρωρείας τινὸς εἰς ὕψος ἀνατεινόμενος, ἐπιτήδειος δὲ κατὰ τὸν χρόνον ἐκεῖνον πρὸς τὴν τῶν λαφύρων φυλακὴν ἐνομίσθη, ὅσα δουλωσάμενος τοὺς ἀλλοφύλους μετὰ τῶν λοιπῶν χρημάτων ἴδιον κέρδος ὁ βασιλεὺς ἐποιή σατο. ἔδειξεν οὖν διὰ τῆς ἑαυτοῦ σοφίας ὁ βασιλεὺς πρὸς ὅ τι βλέπων ὁ ∆αβὶδ ἀγαθὸν τῇ τῶν ἀνθρώπων ζωῇ ὥσπερ τινὰ συμβουλὴν τῷ μετὰ ταῦτα βίῳ διὰ τῆς τοῦ πύργου κατασκευῆς προαπέθετο·