1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

105

φθέγγεται τῶν περιττῶν, ὃ τῆς τοῦ διαβόλου μερίδος ἐστίν, ἀλλ' ἐκ τοῦ θεοῦ ποιεῖται τὸν λόγον, παρ' οὗ κατὰ τὸν Μιχαίαν εἴ τι ἀγαθόν ἐστι καὶ εἴ τι καλὸν καὶ παρὰ ταῦτα οὐδέν, παντὶ δῆλόν ἐστι τῷ διὰ τῆς δεσποτικῆς μαρτυρίας διδαχθέντι τὰ προσόντα τῇ νύμφῃ πλεονεκτήματα. ἦ γάρ; ἀφεῖσα πάντα τὰ ἀπηγορευ μένα εἴδη τοῦ ὅρκου καὶ μήτε τὴν βασιλεύουσαν πόλιν μήτε τὸν θρόνον τοῦ μεγάλου βασιλέως ὅρκιον ταῖς νεάνισι ποιησαμένη (διὰ τούτου γὰρ παιδευόμεθα πόσον ἀπέχειν ἡμᾶς χρὴ τοῦ κατατολμᾶν τοῦ θεοῦ ἐν τοῖς ὅρκοις, ὅτι οὔτε τὸν θρόνον οὔτε τὴν πόλιν ἐν τῷ ὅρκῳ παραλαμβάνειν ἐπιτρεπόμεθα) φεισαμένη τε πρὸς τούτοις τῆς κεφαλῆς τῆς τιμίας, ἣν ἐν τοῖς ἐφεξῆς χρυσῆν εἶναι διαγράφει τῷ λόγῳ, ἧς αἱ τρίχες οὔτε λευκαί εἰσιν οὔτε μέλαιναι (πῶς γὰρ ἂν ἢ μελανθείη χρυσὸς ἢ πρὸς τὸ λευκὸν εἶδος μεταχρωσθείη;); πάντως, ὅτι τοιοῦτόν τινα προτείνει τὸν 6.374 ὁρκισμὸν ταῖς παρθένοις, ὃς οὔτε τῷ εὐαγγελικῷ μάχεται νόμῳ καὶ ἐπαίνου γίνεται τοῖς ὀμωμοκόσιν ὑπόθεσις κατὰ τὴν τοῦ προφήτου φωνὴν ἥ φησιν ὅτι Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὥστε τὴν τῶν λεγομένων διάνοιαν μὴ ἔξω εἶναι τοῦ ναὶ οὔ, ᾧ πιστοῦσθαι βούλεται τὴν ἀλήθειαν ὁ εὐαγγελικὸς νόμος λέγων Ἔστω δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ [ναὶ καὶ τὸ οὒ] οὔ. εἰ τοίνυν ἐν τοῖς ὁρκίοις ὀνόμασι κωλύεται μὲν ὁ θρόνος τοῦ βασιλέως παραλαμβάνεσθαι, κωλύεται δὲ καὶ ἡ πόλις ἐν ᾗ τὰ βασίλεια, κωλύεται δὲ ὡσαύτως καὶ ἡ ἀληθινὴ κεφαλὴ πρὸς τὴν τοῦ ὅρκου παράλη ψιν, μόνον δὲ τὸ ναὶ καὶ τὸ οὒ συγκεχώρηται δι' ἀμφοτέρων κατὰ τὸ ἴσον τῆς ἀληθείας ἐν τῷ ναὶ θεωρουμένης, δῆλον ἂν εἴη ὅτι καὶ νῦν ὁ ταῖς νεάνισιν ἐπαγόμενος ὁρκισμὸς παρὰ τῆς νύμφης περὶ τὴν τοῦ ναὶ διάνοιαν ἀναστρέφεται, ὅπου χρὴ ἐρηρεισμένην ἡμῶν εἶναι τὴν τῆς ψυχῆς συγκατά θεσιν. ἔχει δὲ ἡ λέξις οὕτως· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, ἀπαγγείλατε αὐτῷ ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ. 6.375 Ταῦτα δὲ τεθεώρηται μὲν ἤδη καὶ ἐν τοῖς φθάσασιν ὡς ἡ ἀκολουθία τῶν νοημάτων ὑπέβαλεν, εἰρήσεται δὲ καὶ νῦν διὰ βραχέων τὰ εὑρισκόμενα. ἀμετάθετόν τι πρᾶγμα τὸν ὅρκον εἶναί φησιν ὁ ἀπόστολος βεβαιοῦντα δι' ἑαυτοῦ τὴν ἀλήθειαν καὶ πάσης αὐτὸν ἀντιλογίας εἶναι πέρας ὁρίζεται εἰς τὴν τῶν ἐγνωσμένων βεβαίωσιν. ἐπάγει τοίνυν τὸν ὁρκισμὸν ταῖς παρθένοις ἡ νύμφη ὥστε ἀπαράβατον φυλαχθῆναι αὐταῖς τὸ λεγόμενον. ἀλλ' ἐπειδὴ πᾶς ὅρκος κατὰ τοῦ μείζονος γίνεται καθώς φησιν ὁ ἀπόστολος (οὐ γὰρ ἄν τις ὅρκιον ποιήσαιτο τὸ ἑαυτοῦ ἀτιμότερον), σκοπῆσαι προσήκει, τί ταῖς νεάνισιν ἐν τῷ ὅρκῳ παρὰ τῆς νύμφης μεῖζον προτείνεται. Ὥρκισα, φησίν, ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ. τί οὖν τὸ ὑπὲρ ἡμᾶς ἐν τούτοις ἐστίν; ἀγρὸν γὰρ τὸν κόσμον διὰ τῆς τροπικῆς σημασίας νοεῖσθαι οὐκ ἀμφι βάλλομεν οὕτω τοῦ κυρίου καὶ ὀνομάσαντος τὸν κόσμον καὶ ἑρμηνεύσαντος. αἱ τοίνυν πολλαὶ δυνάμεις τε καὶ ἰσχύες τοῦ κόσμου τίνες εἰσίν, αἱ τῷ ὅρκῳ προκείμεναι, ἃς χρὴ μείζονας ἡμῶν νομισθῆναι, ἵνα ἰσχὺν λάβῃ πρὸς βεβαίωσιν τῆς ἀληθείας ὁ ὅρκος κατὰ τῶν μειζόνων γινόμενος; οὐκοῦν 6.376 ἀναγκαῖον ἂν εἴη παραθέσθαι πρὸς τὴν σαφήνειαν τῶν προκειμένων ἑτέραν ἔκδοσιν ἑρμηνευτικὴν τῶν ῥητῶν ἔχουσαν οὕτως· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, κατὰ τῶν δορκάδων καὶ κατὰ τῶν ἐλάφων τοῦ ἀγροῦ. διδασκόμεθα τοίνυν διὰ τῶν ὀνομάτων τούτων, ἐν τίνι ἐστὶν ἡ τοῦ κόσμου τούτου ἰσχὺς καὶ ἐν τίνι ἡ δύναμις, ἃ πρὸς βεβαίωσιν τῆς ἀληθείας διὰ τοῦ ὅρκου παραλαμβάνεται. δύο ἐστὶ τὰ τῷ θεῷ προσοικειοῦντα τὸν ἄνθρωπον· ἓν μὲν τὸ ἀπλανὲς τῆς περὶ τὸ ὄντως ὂν ὑπολήψεως, ὡς μὴ ταῖς ἠπατημέναις ὑπονοίαις εἰς ἐθνικάς τε καὶ αἱρετικὰς περὶ τοῦ θείου δόξας ἐκφέρεσθαι, ὅπερ ἐστὶν ὡς ἀληθῶς τὸ ναί, ἕτερον δὲ ὁ καθαρὸς λογισμὸς πᾶσαν ἐμπαθῆ διάθεσιν τῆς ψυχῆς ἐξορίζων, ὅπερ οὐδὲ αὐτὸ τοῦ ναὶ ἠλλοτρίωται. τῆς τοίνυν διπλῆς ταύτης τῶν ἀγαθῶν ἕξεως, ὧν ἡ μὲν πρὸς τὸ ὄντως ὂν ἀναβλέπειν ποιεῖ, ἡ δὲ φυγαδεύει τὰ πάθη τὰ τὴν ψυχὴν λυμαινόμενα, ἡ τῶν