1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

39

ἐστιν ἐκ τοῦ μὴ μιᾷ τινι προσφυῆναι διανοίᾳ τὸν λόγον μηδὲ πρὸς ἓν εἶδος ὁρᾶν, ἀλλ' ἐπὶ πολλὰ φέρεσθαι ταῖς ὀπτασίαις ἄλλοτε ἄλλως βλέπειν οἰομένην καὶ οὐ πάντοτε τῷ αὐτῷ παραμένουσαν χαρακτῆρι τοῦ καταληφθέντος [δῆλον ἐκ τῶν λεγομένων ἐστίν]· Ἰδοὺ γάρ φησιν οὗτος ἥκει, οὐχ ἑστὼς οὐδὲ παραμένων, ὡς διὰ τῆς ἐπιμονῆς γνωρισθῆναι τῷ ἀτενί ζοντι ἀλλ' ἀφαρπάζων ἑαυτὸν τῶν ὄψεων, πρὶν εἰς τελείαν γνῶσιν ἐλθεῖν· Πηδῶν γάρ φησιν ἐπὶ τὰ ὄρη καὶ τοῖς βουνοῖς ἐφαλλόμενος. καὶ νῦν μὲν δορκὰς νομίζεται, πάλιν δὲ νεβρῷ προσεικάζεται· Ὅμοιος γάρ φησιν ἀδελφιδός μού ἐστι τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. οὕτως 6.140 τὸ ἀεὶ καταλαμβανόμενον ἄλλοτε ἄλλος ἐστὶ χαρακτήρ. Ταῦτά ἐστιν, ἅ με κατὰ τὴν πρόχειρον ἔννοιαν εἰς λύπην ἄγει ἀπόγνωσιν ἐμποιοῦντα τῆς ἀκριβοῦς τῶν ὑπερκειμένων κατανοήσεως. πλὴν ἀλλὰ πειρατέον ἀναθέντας τῷ θεῷ τὴν ἐλπίδα, τῷ διδόντι ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, προσαρμόσαι τοῖς προκατανενοημένοις ἐν εἱρμῷ τινι δι' ἀκολούθου τὴν θεωρίαν. Φωνὴ τοῦ ἀδελφιδοῦ μού φησι καὶ εὐθὺς ἐπήγαγεν Ἰδοὺ οὗτος ἥκει. τί οὖν ἐν τούτοις ὑπενοήσαμεν; προβλέπει τάχα τὴν διὰ τοῦ εὐαγγελίου φανερωθεῖσαν ἡμῖν τοῦ θεοῦ λόγου οἰκονομίαν τὰ εἰρημένα, τὴν προκαταγγελθεῖσαν μὲν διὰ τῶν προφητῶν, φανερωθεῖσαν δὲ διὰ τῆς κατὰ σάρκα τοῦ θεοῦ ἐπιφανείας· μαρτυρεῖται γὰρ τοῖς ἔργοις ἡ θεία φωνὴ καὶ συνάπτεται τῷ λόγῳ τῆς ἐπαγγελίας ἡ ἔκβασις, καθώς φησιν ὁ προφήτης ὅτι Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν. Φωνή, φησί, τοῦ ἀδελφιδοῦ μου· τοῦτό ἐστιν ὃ ἠκούσαμεν. Ἰδοὺ οὗτος ἥκει· τοῦτο ὃ τοῖς ὀφθαλμοῖς ἐδεξάμεθα. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις· αὕτη ἡ τῆς φωνῆς ἀκοή. Ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν 6.141 ἡμῖν ἐν υἱῷ· τοῦτό ἐστι τὸ εἰρημένον Ἰδοὺ οὗτος ἥκει ἐπιπηδῶν τοῖς ὄρεσι καὶ κατὰ τῶν βουνῶν διαλλόμενος, προσφυῶς καὶ καταλλήλως τῇ τε δορκάδι κατά τινα ἴδιον λόγον καὶ πάλιν τῷ νεβρῷ τῶν ἐλάφων καθ' ἑτέραν ἔννοιαν ὁμοιούμενος. ἡ δορκὰς σημαίνει τὴν ὀξυωπίαν τοῦ τὸ πᾶν ἐπιβλέποντος· φασὶ γὰρ τοῦτο τὸ ζῷον ὑπερφυῶς δερκόμενον ἐκ τῆς ἐνεργείας ἔχειν τὸ ὄνομα. ἀλλὰ μὴν ταὐτόν ἐστι τῷ θεᾶσθαι τὸ δέρκεσθαι. οὐκοῦν ὁ ἐφορῶν τὰ πάντα καὶ ἐπιβλέπων ἐκ τοῦ θεᾶσθαι τὰ πάντα θεὸς τῶν πάντων ἐπονομάζεται. ἐπειδὴ τοίνυν θεὸς ἐφανερώθη ἐν σαρκὶ ὁ ἐπὶ καθαιρέσει τῶν ἀντικειμένων δυνάμεων ἐπιφανεὶς τῷ βίῳ, διὰ τοῦτο δορκάδι μὲν ὁμοιοῦται ὁ ἐκ τῶν οὐρανῶν ἐπὶ τὴν γῆν ἐπιβλέψας, νεβρῷ δὲ ὁ τὰ ὄρη καὶ τοὺς βουνοὺς διαλαμβάνων τοῖς ἅλμασι, τουτέστιν ὁ καταπατῶν τε καὶ καταλύων τὰ πονηρὰ τῆς τῶν δαιμόνων κακίας ὑψώματα· ὄρη μὲν γὰρ λέγει τὰ ἐν τῇ κραταιότητι αὐτοῦ ταρασσόμενα, ὥς φησιν ὁ ∆αβίδ, τὰ μετατιθέμενα ἐν καρδίᾳ θαλασσῶν καὶ τῷ συγγενεῖ τόπῳ τῆς ἀβύσσου καταδυόμενα, περὶ ὧν πρὸς τοὺς μαθητὰς εἶπεν ὁ κύριος ὅτι Ἐὰν ἔχητε 6.142 πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ (δεικνὺς τῷ λόγῳ τὸ πονηρὸν ἐκεῖνο τὸ σεληναῖον δαιμόνιον), ὅτι Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν. ἐπειδὴ τοίνυν ἴδιον τῆς τῶν νεβρῶν ἐστι φύσεως τὸ ἀναλωτικὸν τῶν θηρίων καὶ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι τὸ τῶν ὄφεων γένος, διὰ τοῦτο δορκάδι μὲν ὁ ἐφορῶν τὰ πάντα ὡμοίωται, νεβρῷ δὲ ἐλάφων ὡς πατῶν τε καὶ ἀναλίσκων τὴν ἐναντίαν ἐνέργειαν, ἣν ἡ τροπικὴ σημασία ὄρη καὶ βουνοὺς κατωνόμασεν. γέγονέ τε οὖν ἡ τοῦ νυμφίου φωνὴ διὰ τῶν προφητῶν, ἐν οἷς ἐλάλησεν ὁ θεός, καὶ μετὰ τὴν φωνὴν ἦλθεν ὁ λόγος ἐπιπηδῶν τοῖς ἀντικειμένοις ὄρεσι καὶ τῶν βουνῶν καθαλλόμενος, πᾶσαν ἐκ τοῦ ἴσου τὴν ἀποστατικὴν δύναμιν ὑπίχνιον ἑαυτῷ ποιῶν, τήν τε ὑποδεεστέραν καὶ τὴν προάγουσαν· τοῦτο γὰρ ἡ τῶν βουνῶν πρὸς τὰ ὄρη διαστολὴ ὑπαινίσσεται ὅτι καὶ τὸ ἐξέχον ἐν τοῖς ἀντικειμένοις ὁμοίως τῷ ὑποβεβηκότι καθαιρεῖται ἐν τῇ αὐτῇ δυνάμει τε καὶ ἐξουσίᾳ πατούμενον· ὁμοίως γὰρ καταπατεῖται ὁ λέων τε καὶ ὁ δράκων, τὰ ὑπερέχοντα, ὅ τε ὄφις καὶ ὁ σκορπίος, τὰ 6.143 δοκοῦντα καταδεέστερα.