1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

5

ἀληθινὸς τοῦ Ἰσραὴλ βασιλεύς, ὁ οἰκοδόμος τοῦ ναοῦ τοῦ θεοῦ, ὁ πάντων ἐμπεριειληφὼς τὴν γνῶσιν, οὗ ἀόριστος ἡ σοφία, μᾶλλον δὲ οὗ τὸ εἶναι σοφία ἐστὶ καὶ ἀλήθεια, καὶ πᾶν θεοπρεπές τε καὶ ὑψηλὸν ὄνομά τε καὶ νόημα. οὗτος ὀργάνῳ τῷ Σολομῶντι τούτῳ χρησάμενος διὰ τῆς ἐκείνου φωνῆς ἡμῖν διαλέγεται πρότερον μὲν ἐν Παροιμίαις, εἶτα ἐν τῷ Ἐκκλησιαστῇ καὶ μετὰ ταῦτα ἐν τῇ προκειμένῃ τοῦ Ἄισματος τῶν Ἀισμάτων φιλοσοφίᾳ ὁδῷ καὶ τάξει τὴν πρὸς τὸ τέλειον ἄνοδον ὑποδεικνύων τῷ λόγῳ. καθάπερ γὰρ ἐπὶ τῆς κατὰ σάρκα ζωῆς οὐ πᾶσα ἡλικία πάσας χωρεῖ τὰς φυσικὰς ἐνεργείας οὐδὲ διὰ τῶν ὁμοίων ἡμῖν ἐν ταῖς τῶν ἡλικιῶν διαφοραῖς ὁ βίος 6.18 προέρχεται (οὔτε γὰρ τὸ νήπιον τὰ τῶν τελείων ἔργα μετέρχεται οὔτε ὁ τέλειος ἐν ταῖς ἀγκάλαις τῆς τιθήνης ἀναλαμβάνεται, ἀλλ' ἑκάστῳ καιρῷ τῆς ἡλικίας ἄλλο τι πρόσφορόν ἐστι καὶ κατάλληλον), οὕτως ἔστιν ἰδεῖν καὶ ἐν τῇ ψυχῇ ἀνάλογόν τινα πρὸς τὰς σωματικὰς ἡλικίας, δι' ὧν εὑρίσκεται τάξις τις καὶ ἀκολουθία πρὸς τὸν κατ' ἀρετὴν βίον χειραγωγοῦσα τὸν ἄνθρωπον. οὗ χάριν ἄλλως ἡ Παροιμία παιδεύει καὶ ἄλλως ὁ Ἐκκλησιαστὴς διαλέγεται· καὶ ἡ διὰ τοῦ Ἄισματος τῶν Ἀισμάτων φιλοσοφία διὰ τῶν ὑψηλοτέρων δογμάτων ἀμφοτέρων ὑπέρκειται. ἡ γὰρ διὰ τῶν παροιμιῶν διδασκαλία πρὸς τὸν ἔτι νηπιάζοντα ποιεῖται τοὺς λόγους καταλλήλως τῇ ἡλικίᾳ τὴν νουθεσίαν ἁρμόζουσα· Ἄκουε, φησίν, υἱέ, νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου. ὁρᾷς ἐκ τῶν λεγομένων τὸ ἁπαλὸν ἔτι τῆς κατὰ ψυχὴν ἡλικίας καὶ εὔπλαστον· ἔτι μητρῴων αὐτὸν θεσμῶν ἐπιδεᾶ βλέπει καὶ πατρικῆς νουθεσίας καί, ὡς ἂν προθυμότερον προσέχοι τοῖς γονεῦσι τὸ νήπιον, τοὺς παιδι κοὺς αὐτῷ κατεπαγγέλλεται κόσμους ἐκ τῆς περὶ τὰ μαθήματα σπουδῆς προσγενήσεσθαι· παιδίῳ γάρ ἐστι κόσμος <ὁ> 6.19 χρύσεος μανιάκης τῷ τραχήλῳ περιλαμπόμενος καὶ ὁ ἐξ ἀνθῶν τινων ἐπιχαρίτων ἀναπλεκόμενος στέφανος. νοεῖν δὲ χρὴ ταῦτα πάντως ὅπως ἂν ὁδηγήσῃ πρὸς τὸ κρεῖττον ἡ τοῦ αἰνίγματος ἔννοια. καὶ οὕτως ὑπογράφειν ἄρχεται τὴν σοφίαν αὐτῷ ποικίλως τε καὶ πολυειδῶς τοῦ ἀφράστου κάλλους διερμηνεύων τὴν ὥραν, ὥστε μὴ φόβῳ τινὶ καὶ ἀνάγκῃ ἀλλὰ ἐπιθυμίᾳ καὶ πόθῳ πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν διαναστῆναι· ἡ γὰρ τοῦ κάλλους ὑπογραφὴ ἐπισπᾶταί πως τὴν τῶν νέων ἐπιθυμίαν πρὸς τὸ δεικνύμενον πρὸς κοινωνίαν τῆς ὥρας τὸν πόθον ἀναρριπίζουσα. ὡς ἂν οὖν μᾶλλον αὐτῷ τὸ ἐπιθυμητικὸν αὐξηθείη μετατεθὲν ἀπὸ τῆς ὑλικῆς προσπαθείας πρὸς τὴν ἄϋλον σχέσιν, ὡραΐζει διὰ τῶν ἐγκωμίων τῆς σοφίας τὸ κάλλος. καὶ οὐ μόνον τὸ κάλλος τῆς ὥρας διὰ τῶν λόγων προδείκνυσιν, ἀλλὰ καὶ τὸν πλοῦτον αὐτῆς ἀπ αριθμεῖται, οὗ κύριος πάντως ὁ συνοικήσας γενήσεται. ὁ δὲ πλοῦτος τέως ἐν τοῖς προκοσμήμασιν αὐτῆς θεωρεῖται· κόσμος μὲν γὰρ αὐτῇ περιδέξιος αἰῶνες ὅλοι οὕτως εἰ πόντος τοῦ λόγου ὅτι Μῆκος βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τὸν πολύτιμον τῶν ἀρετῶν 6.20 περίκειται πλοῦτον τῇ λαμπηδόνι τῆς δόξης συνδιαλάμ ποντα· λέγει γὰρ ὅτι Ἐν τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. εἶτα καὶ τοῦ στόματος αὐτῆς λέγει τὴν εὔπνοιαν τοῦ καλοῦ τῆς δικαιοσύνης ἀρώματος ἀποπνέουσαν λέγων Ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. τοῖς δὲ χείλεσιν αὐτῆς φησιν ἀντὶ τοῦ φυσικοῦ ἐρυθήματος τὸν νόμον ἐπαν θεῖν καὶ τὸν ἔλεον. καὶ ὡς ἂν διὰ πάντων εὑρεθείη τῇ τοιαύτῃ νύμφῃ τὸ κάλλος ἐρανιζόμενον, ἐπαινεῖται αὐτῆς καὶ τὸ βάδισμα· φησὶ γὰρ ὅτι Ἐν ὁδοῖς δικαιοσύνης περιπατεῖ. οὐ λείπει τοῖς ἐπαίνοις τῆς ὥρας οὐδὲ τὸ μέγεθος ἴσα φυτῷ τινι τῶν εὐερνῶν τῆς αὐξήσεως ἀναδραμούσης. τὸ δὲ φυτὸν τοῦτο ᾧ τὸ ὕψος αὐτῆς προσεικάζεται, Αὐτό, φησί, τὸ τῆς ζωῆς ξύλον ἐστίν, ὃ τροφὴ μὲν γίνεται τοῖς ἀντεχομένοις, στῦλος δὲ τοῖς ἐπερειδομένοις ἀσφαλής τε καὶ ἄσειστος. νοῶ δὲ δι' ἀμφοτέρων τὸν κύριον· αὐτὸς γάρ ἐστι καὶ ἡ ζωὴ καὶ τὸ ἔρεισμα. ἔχει δὲ ἡ λέξις οὕτως· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής. συμπαραλαμβάνεται δὲ μετὰ τῶν λοιπῶν ἐγκωμίων